THE SIXTY-SECOND DISCOURSE: ON KINGSHIP AND TYRANNY
ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ ΚΑΙ ΤΥΡΑΝΝΙΔΟΣ.
Καὶ μὴν εἴ τις ἑνὸς ἀνδρὸς οὐχ οἷός τε ἄρχειν ἐστί, καὶ τούτου σφόδρα ἐγγὺς ὄντος, ᾧ δὴ ξύνεστιν, οὐδὲ αὖ μίαν ψυχὴν κατευθύνειν τὴν αὑτοῦ, πῶς ἂν δύναιτο βασιλεύειν μυριάδων ἀναριθμήτων πανταχοῦ διεσπαρμένων, ὥσπερ σύ λέγεις, καὶ πολλῶν γε οἰκούντων ἐπὶ πέρασι γῆς, ὧν οὐδὲ ἑώρακε τοὺς πλείστους οὐδ̓ ἂν ἴδοι ποτὲ οὐδὲ τῆς φωνῆς ξυνήσει; ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι τὸν οὕτως ἀδύνατον τὴν ὄψιν ὡς μηδὲ τὰ ἐν ποσὶν ὁρᾶν, ἀλλὰ προσδεόμενον χειραγωγοῦ, τοῦτον ἐφικεῖσθαι βλέποντα μέχρι τῶν πλεῖστον ἀπεχόντων, ὥσπερ οἱ πόρρωθεν ὁρῶντες ἐκ τοῦ πελάγους τά τε ὄρη καὶ τὰς νήσους, ἢ τὸν οὐ δυνάμενον φθέγγεσθαι τοῖς παρεστῶσιν ἱκανὸν ὅλοις δήμοις καὶ στρατοπέδοις [p. 143] [2] εἰς ἐπήκοον φθέγγεσθαι. καὶ γὰρ οὖν ἔχει τι παραπλήσιον ὁ νοῦς τῇ ὄψει: ὡς ἐκείνη διεφθαρμένη μὲν οὐδὲν οὐδὲ τῶν πλησιαίτατα ὁρᾷ, ὑγιὴς δὲ οὖσα μέχρις οὐρανοῦ τε καὶ ἀστέρων ἐξικνεῖται: ταὐτὸ δὴ τοῦτο ἡ μὲν τοῦ φρονίμου διάνοια καὶ πάντας ἀνθρώπους ἱκανὴ γίγνεται διοικεῖν, ἡ δὲ τοῦ ἄφρονος οὐδὲ ἓν σῶμα τὸ ἐκείνου δύναται φυλάττειν οὐδὲ ἕνα οἶκον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἐν ταῖς δυναστείαις, ὅτι μὲν ἔξεστιν αὐτοῖς πάντα λαμβάνειν, πάντων ἐπιθυμοῦσιν. ὅτι δὲ ἐπ̓ αὐτοῖς ἐστι τὸ δίκαιον, διὰ τοῦτό εἰσιν ἄδικοι: ὅτι δὲ οὐ φοβοῦνται τοὺς νόμους, οὐδὲ εἶναι νομίζουσιν: ὅτι δὲ οὐκ ἀναγκάζονται πονεῖν, οὐδέποτε παύονται τρυφῶντες: ὅτι δὲ οὐδεὶς ἀμύνεται κακῶς πάσχων, οὐδέποτε παύονται ποιοῦντες: ὅτι δὲ οὐδεμιᾶς σπανίζουσιν ἡδονῆς, οὐδέποτε ἐμπίμπλανται ἡδόμενοι: ὅτι δὲ οὐδεὶς ψέγει ἐκ τοῦ φανεροῦ, οὐδὲν ἀπολείπουσι τῶν οὐδὲ καλῶς λεγομένων: ὅτι δὲ οὐδεὶς αὐτοὺς βούλεται λυπεῖν, διὰ τοῦτο πᾶσι χαλεπαίνουσιν: ὅτι δὲ ὀργισθεῖσιν ἔξεστι πάντα ποιεῖν, διὰ τοῦτο συνεχῶς ὀργίζονται. [3] ὁ δὲ ἀγαθὸς ἄρχων, ὥσπερ σύ, τἀναντία ἐπιτηδεύει: οὐδενὸς μὲν ἐπιθυμεῖ διὰ τὸ πάντα οἴεσθαι ἔχειν, φείδεται δὲ τῶν ἡδονῶν διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς, δικαιότερος δὲ τῶν ἄλλων ἐστίν, ἅτε πᾶσι παρέχων τὴν δικαιοσύνην, ἥδεται δὲ τοῖς πόνοις, ὅτι ἑκὼν πονεῖ, ἀγαπᾷ δὲ τοὺς νόμους, ὅτι οὐ δέδοικε. καὶ ταῦτα ὀρθῶς ὑπολαμβάνει. τίνι μὲν γὰρ φρονήσεως δεῖ πλείονος ἢ τῷ περὶ τοσούτων βουλευομένῳ; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ᾧ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας μείζονος ἢ τῷ πάντα [4] σῴζοντι; καὶ τοίνυν τῷ μὲν ἄλλων ἄρξοντι πολλῶν τοῦτο μὲν δαπάνης δεῖ παμπόλλης, τοῦτο δὲ στρατοπέδων καὶ πεζικῶν καὶ ἱππικῶν, ἔτι δὲ τειχῶν καὶ νεῶν καὶ μηχανημάτων, εἰ μέλλει καθέξειν μὲν τοὺς ὑπηκόους, ἀμυνεῖσθαι δὲ τοὺς πολεμίους: ἐὰν δέ τις ἀφιστῆται τῆς ἀρχῆς, καταστρέψεσθαι. τὸ δὲ αὑτοῦ κρατεῖν πάντων ἀδαπανώτατον καὶ ἀπραγμονέστατόν ἐστι καὶ ἀκινδυνότατον: οὔτε γὰρ πολυδάπανος οὔτε ἐργώδης οὔτε ἐπισφαλὴς ὁ τοῦ [p. 144] ἐγκρατοῦς ἀνθρώπου βίος: ἀλλ̓ ὅμως τοιοῦτον ὂν πάντων χαλεπώτατον πέφυκεν. [5] ἐπεὶ Σαρδανάπαλλος ἐκεῖνος ὁ θρυλούμενος εἶχε μὲν Νίνον, εἶχε δὲ Βαβυλῶνα, τὰς μεγίστας τῶν πρότερον γεγενημένων πόλεων, ὑπήκουε δὲ αὐτῷ πάντα τὰ ἔθνη τὰ νεμόμενα τὴν ἑτέραν ἤπειρον μέχρι τῶν ἀοικήτων τῆς γῆς λεγομένων: βασιλείας δὲ οὐδὲν ἦν αὐτῷ προσῆκον, οὐ μᾶλλον ἢ τῶν σηπομένων τινὶ νεκρῶν. βουλεύεσθαι μὲν γὰρ ἢ δικάζειν ἢ στρατηγεῖν οὔτε ἐβούλετο οὔτε [6] ἐδύνατο. ἐν δὲ τοῖς βασιλείοις ἀποδιδράσκων εἰς τὴν γυναικωνῖτιν καθῆστο ἐπὶ χρυσηλάτου κλίνης ἀναβάδην ὑπὸ ἁλουργέσι παστοῖς, ὥσπερ ὁ θρηνούμενος ὑπὸ τῶν γυναικῶν Ἄδωνις, ὀξύτερον φθεγγόμενος εὐνούχων, τὸν μὲν τράχηλον ἀποκλίνων, ὑπὸ δὲ ἀργίας καὶ σκιᾶς λευκὸς καὶ τρέμων, τὸ σῶμα πελιδνός, τοὺς δὲ ὀφθαλμοὺς ἀναστρέφων, ὥσπερ ἐξ ἀγχόνης: ὃν οὐκ ἦν διαγνῶναι τῶν παλλακῶν. καίτοι χρόνον τινὰ κατέσχεν, ὡς ἐδόκει, τὴν ἀρχὴν εἰκῇ φερομένην, ὥσπερ ναῦν δίχα κυβερνήτου πολλάκις ἀλωμένην ὁρῶμεν μηδενὸς κατέχοντος ἐν τῷ πελάγει κατὰ τύχην, εὐδίας ἐπεχούσης: ἔπειτα ὀλίγος κλύδων ἐπαρθεὶς καὶ ῥᾳδίως ἓν κῦμα [7] ἐπέκλυσεν. καὶ δὴ καὶ ἅρμα ἰδεῖν ἔστιν οὐδενὸς ἡνιοχοῦντος ἐν ἀγῶνι ῥεμβόμενον, ὃ νίκης μὲν οὐκ ἄν ποτε τύχοι, ταράττει δὲ καὶ ἀπόλλυσι τὸν ἐγγὺς ὄχλον τῶν θεατῶν. οὔτε γὰρ ἄφρων βασιλεὺς ἔσται ποτέ, οὐ μᾶλλον ἢ τυφλὸς ἡγεμὼν ὁδοῦ γένοιτ̓ ἄν, οὔτε ἄδικος, οὐ μᾶλλον ἢ κανὼν σκολιὸς καὶ ἄνισος ἄλλου προσδεόμενος κανόνος, οὔτε δειλός, οὐ μᾶλλον ἢ λέων ἐλάφου λαβὼν ψυχὴν ἢ σίδηρος κηροῦ καὶ μολίβδου μαλακώτερος. τίνι δ̓ ἰσχυροτέρας ἐγκρατείας προσῆκον ἢ τῷ πλείστων μὲν ἡδονῶν ἐν μέσῳ ζῶντι, πλεῖστα δὲ πράγματα διοικοῦντι, ἐλαχίστην δὲ σχολὴν ἄγοντι, ὑπὲρ μεγίστων δὲ καὶ πλείστων φροντίζοντι; [p. 145]
THE SIXTY-THIRD DISCOURSE: ON FORTUNE (I)
ΠΕΡΙ ΤΥΧΗΣ ΠΡΩΤΟΣ ΛΟΓΟΣ.
Οἱ ἄνθρωποι ἐοίκασι πρὸς τὴν τύχην διακεῖσθαι ὃν τρόπον οἱ πλέοντες πρὸς τοὺς ἀνέμους τοὺς φορούς: ἄσμενοι γὰρ προσκαρτεροῦσι τῷ δρόμῳ, καὶ οἷς ἂν ὁ ἄνεμος παρῇ, ἐκεῖ τε
ἦλθον ὅπου ἤθελον, οἱ δὲ ἀπολειφθέντες ἐν πελάγει μέσῳ μάτην ὀδύρονται: οὕτως οὖν καὶ τῆς τύχης παρούσης μὲν χαίρειν καὶ ἥδεσθαι τοὺς ἀνθρώπους, μὴ παρούσης δὲ λύπην ἔχειν καὶ ἀπορίαν. πάντα γὰρ ἐκ τῆς δαίμονος ταύτης, καὶ γὰρ τὸ ἄπορον εὔπορον φαίνεται καὶ τὸ ἀσθενὲς ἰσχυρὸν καὶ τὸ αἰσχρὸν καλὸν καὶ ἡ πενία γίγνεται [2] πλοῦτος. τύχης γοῦν ἐν θαλάττῃ γενομένης εὐπλοεῖ ναῦς καὶ ἐν ἀέρι φανείσης εὐτυχεῖ γεωργός. καὶ ψυχὴ γέγηθεν ὑπὸ τῆς τύχης αἰωρουμένη: εἰ δὲ ἀπολίποι τύχη, περίεστιν ὡς ἐν τάφῳ τῷ σώματι. οὔτε γὰρ εἰ λέγοι τις, εὐδοκιμεῖ, οὔτε εἰ πράττοι τις, ἐπιτυγχάνει, οὐδὲ ὄφελός τι εὐφυῆ γενέσθαι ἀπολιπούσης τύχης. ταύτης γὰρ μὴ παρούσης οὐ προῆλθε παιδεία οὐδὲ ἄλλο τι ἀγαθόν. ἀλλὰ μὴν καὶ ἀρετὴ τότε ἔργων ἕνεκεν θαυμάζεται, ὅταν παρῇ τύχη: εἰ δὲ ἀφεθείη μόνη, λόγος ἐστὶ καλοῦ πράγματος ἄπρακτος. αὕτη πολεμούντων μέν ἐστι νίκη καὶ εἰρήνην ἀγόντων ὁμόνοια καὶ γαμούντων εὔνοια καὶ ἐρώντων ἡδονὴ καὶ ὅλως ἡ ἐπὶ παντὶ τῷ γιγνομένῳ [3] εὐπραγία. γῆν ὅτε ἂν καταλίπῃ τύχη, τότε καὶ σείεται καὶ τρέμει καὶ τὰ ἐπ̓ αὐτῆς καλὰ διαρριπτεῖται: τοῦτο γῆς νόσημα, μὴ παρούσης τύχης. ὡς δὲ ναῦς εἰκῇ φέρεται καὶ ταχὺ βυθίζεται, κυβερνήτου στερομένη, καὶ ὡς τείχη κατέπεσε θεμελίων πονησάντων, οὕτω πόλις εἰς φθορὰν ὅλη χωρεῖ σπάνει τύχης. Ἀθῆναί [p. 146] ποτε εἰς ῥήτορας ἠδικήθησαν καὶ ἤγετο Δημοσθένης, οὐκέτι τῆς τύχης ἐπισκοπούσης τὰς Ἀθήνας. ἐμοὶ δὲ δοκεῖ καὶ οὐρανὸς τύχην ἔχειν, [4] ὁπόταν αἰθρίαν ἔχῃ, μὴ σκότος. ὁρᾶν δὲ χρὴ καὶ τὸ εὐμήχανον αὐτῆς. ἤδη γοῦν τις ἐκπεσὼν νεὼς ἐν πελάγει εὐπόρησε τοῦ ζῆν, ἐλθούσης τύχης. ἄξιον δὲ εἰπεῖν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης Ἀπελλῇ τῷ ζωγράφῳ. ὡς γὰρ λόγος, ἵππον οὐχὶ ἐξ ἐργασίας, ἀλλὰ ἐκ πολέμου ἐποίει. ὑψηλὸς ἦν τῷ αὐχένι καὶ ἐπανεστὼς καὶ τὰ ὦτα ὄρθιος καὶ δριμὺς τὰς ὄψεις, ὡς ἐκ πολέμου παρών, τὸν ἐκ τοῦ δρόμου θυμὸν ἐν ταῖς ὄψεσιν ἔχων, οἱ δὲ πόδες ὑπεφέροντο ἐν τῷ ἀέρι, μικρὰ ψαύοντες ἀνὰ μέρος τῆς γῆς. καὶ ὁ ἡνίοχος ἐκράτει τοῦ χαλινοῦ, τὸ πολεμικὸν σάλευμα τοῦ ἵππου ἀπὸ ῥυτῆρος [5] ἄγων. ἅπαντα δὲ ἐχούσης τῆς εἰκόνος ἐοικότα ἔλειπεν ἀφροῦ χρῶμα, οἷον ἂν γένοιτο μιγέντος αἵματος καὶ ὑγροῦ κατὰ συνεχῆ μῖξιν, διώκοντος μὲν τοῦ ἄσθματος τὸ ὑγρὸν τῶν στομάτων, ἀφρίζοντος δὲ τῇ κοπῇ τοῦ πνεύματος, αἷμα δὲ ἐπιρραινούσης τῷ ἀφρῷ τῆς ἐκ τοῦ χαλινοῦ ὕβρεως. οὐ δὴ εὐπόρει γράφειν ἵππου ἀφρὸν κεκμηκότος ἐν ἀγῶνι. ἀπορῶν δὲ ἐπὶ πλέον, τέλος ἀπαλγήσας ἐνέσεισε περὶ τοὺς χαλινοὺς τῇ γραφῇ τὴν σπογγιάν. πολλὰ δὲ αὕτη ἔχουσα χρώματα ἐοικότα ἀφρῷ ᾑμαγμένῳ ἐφήρμοσε τῇ γραφῇ τὸ χρῶμα. Ἀπελλῆς δὲ ἰδὼν ἐχάρη τῷ ἐν ἀπογνώσει τέχνης τύχης ἔργῳ καὶ ἐτέλεσεν οὐ διὰ τῆς τέχνης, ἀλλὰ διὰ τῆς τύχης τὴν γραφήν. [6] τί δὲ ἄλλο Ἡρακλέα μέγιστον εποίησεν; ἀλλὰ γὰρ καὶ λέοντα ἄγξας ἔπνιξε καὶ πτηνὰ ζῷα ἐδίωξε τοῦ ἀέρος, καὶ τοῦ ἕλους τὴν ὕδραν ἀφείλετο, συντρίψας αὐτῆς τὰς κεφαλάς, καὶ οὐκ ἐφόβησεν αὐτὸν ὁ περὶ τὸν Ἐρύμανθον κάπρος, ἀλλὰ καὶ ἐπὶ τὴν ἑσπέραν [p. 147] ἦλθε καὶ τοῦ ἐκεῖ φυτοῦ τὸν καρπὸν ἐκόμισε. Γηρυόνου δὲ τὰς βόας ἀφείλετο καλὰς οὔσας, καὶ Διομήδη τὸν Θρᾷκα ἐνουθέτησεν ἵπποις σῖτον διδόναι, μὴ ἀνθρώπους ἐσθίειν, τάς τε Ἀμαζόνας, ὅτι εἶεν γυναῖκες, ἤλεγξεν. ἅπαντα δὲ ταῦτα ἔπραττεν ἑπομένης αὐτῷ τύχης. [7] ἔχει δ̓ οὐ κακῶς οὐδὲ τὰ τῶν παλαιῶν αἰνίγματα περὶ αὐτήν. οἱ μὲν γὰρ ἐπὶ ξυροῦ ἔστησαν αὐτήν, οἱ δὲ ἐπὶ σφαίρας, οἱ δὲ πηδάλιον ἔδωκαν κρατεῖν: οἱ δὲ τὰ κρείττω γράφοντες τὸ τῆς Ἀμαλθείας ἔδοσαν κέρας πλῆρες καὶ βρύον ταῖς ὥραις, ὃ ἐν μάχῃ Ἡρακλῆς Ἀχελῴου ἀπέρρηξεν. τὸ μὲν οὖν ξυρὸν τὸ ἀπότομον τῆς εὐτυχίας μηνύει: ἡ δὲ σφαῖρα ὅτι εὔκολος ἡ μεταβολὴ αὐτῆς ἐστιν: ἐν κινήσει γὰρ τυγχάνει πάντοτε ὂν τὸ θεῖον. τὸ δὲ πηδάλιον δηλοῖ ὅτι κυβερνᾷ τὸν τῶν ἀνθρώπων βίον ἡ τύχη. τὸ δὲ τῆς Ἀμαλθείας κέρας μηνύει τὴν τῶν ἀγαθῶν δόσιν τε καὶ εὐδαιμονίαν. μὴ ὀνομάζωμεν οὖν κακήν τινα τύχην: οὐδὲ γὰρ τὴν ἀρετὴν λέγει τις εἶναι κακὴν οὐδὲ τὸ ἀγαθὸν κακόν.
Delphi Complete Works of Dio Chrysostom Page 156