Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 164
Delphi Complete Works of Dio Chrysostom Page 164

by Dio Chrysostom


  THE SEVENTY-FOURTH DISCOURSE: ON DISTRUST

  ΠΕΡΙ ΑΠΙΣΤΙΑΣ.

  Δ. Ἐπίστασαί τινας ἤδη βλαβέντας ὑπὸ ἐχθρῶν; — Πῶς γὰρ οὔ; — Δ. Τί δέ; ὑπὸ τῶν καλουμένων φίλων καὶ συνήθων ἢ καὶ ὑπὸ συγγενῶν τινων, ἐνίους δὲ καὶ ὑπὸ τῶν ἔγγιστα, ἀδελφῶν ἢ υἱῶν ἢ πατέρων; — Ἔγωγε πολλούς. — Δ. Τίς οὖν ἡ αἰτία, δἰ ἣν οὐ μόνον οἱ ἐχθροὶ τοὺς ἐχθροὺς ἀδικοῦσιν, ἀλλὰ καὶ οἱ λεγόμενοι φίλοι ἀλλήλους καὶ νὴ Δία πολλοὶ καὶ τῶν οὕτως ἀναγκαίων; — Δῆλον ὡς ἡ κακία τῶν ἀνθρώπων, ὑφ̓ ἧς ἕκαστος οἶμαι καὶ αὐτός ἐστιν αὑτῷ βλαβερός. — Δ. Πάντας ἄρα δεῖ τοὺς φίλους ἐπ̓ ἴσης φυλάττεσθαι καὶ μὴ πιστεύειν μηδὲν μᾶλλον, κἂν φίλος ἢ συνήθης ἢ πρὸς αἵματος εἶναι δοκῇ; — Πάντας, ὡς ὁ λόγος οὗτός φησιν. — Δ. Οὐκοῦν ὀρθῶς ἔγραψεν ὁ τοῦτο γράψας τὸ ἔπος: νᾶφε καὶ μέμνας᾿ ἀπιστεῖν: ἄρθρα ταῦτα τᾶν φρενῶν; [p. 193] [2] — Ἴσως ὀρδῶς. — Δ. Καὶ μὴν δῆλος ὁ ποιητὴς οὐ πρὸς τοὺς ἐχθροὺς ταῦτα ὑποτιθέμενος, ἀλλὰ πρὸς τοὺς νομιζομένους φίλους. οὐ γὰρ δὴ ὑφ̓ ὧν τις μισούμενος ἐπίσταται, τούτοις ἂν ἐξουσίαν δοίη καθ̓ αὑτοῦ. πῶς ἂν οὖν διακελεύοιτο ἀπιστεῖν, οἷς μηδεὶς πιστεύει; φέρε τοίνυν κἀκεῖνο ἴδωμεν: ὑπὸ τίνων πλείους ἀπολώλασι, πότερον ὑπὸ τῶν ὁμολογουμένων ἐχθρῶν ἢ τοὐναντίον ὑπὸ τῶν προσποιουμένων εἶναι φίλων; ἐγὼ μὲν γὰρ ὁρῶ καὶ τῶν πόλεων τῶν ἁλουσῶν πλείονας ὑπὸ τῶν προδοτῶν ἀπολομένας ἢ ὑπὸ τῶν πολεμίων εἰλημμένας κατὰ κράτος καὶ τῶν ἀνθρώπων πλείους τῷ παντὶ τοῖς φίλοις καὶ τοῖς συνήθεσιν ἐγκαλοῦντας τῶν αἰτιωμένων [3] τοὺς ἐχθροὺς ἐπὶ ταῖς συμφοραῖς: ἔτι δὲ πρὸς μὲν τοὺς πολεμίους ἅπασι τείχη καὶ φρούρια κατεσκευασμένα καὶ τούτων ἐνίοτε πολλῶν ἐτῶν μηδεμίαν χρείαν γενομένην: πρὸς δὲ τοὺς συμπολιτευομένους καὶ τῶν αὐτῶν κοινωνοῦντας: ἱερῶν καὶ θυσιῶν καὶ γάμων καὶ φυλέτας ὄντας ἀλλήλων καὶ δημότας καὶ συγγενεῖς τὰ δικαστήρια καὶ τοὺς νόμους καὶ τὰ ἀρχεῖα. καὶ ταῦτα οὐδέποτε ἠρεμεῖ. μεσταὶ γοῦν αἱ πόλεις αἰεὶ κατηγορούντων, ἀπολογουμένων, δικαζόντων, δικαζομένων, καὶ οὐδὲ ἐν ταῖς ἱερομηνίαις ἢ ταῖς σπονδαῖς ἀλλήλων ἀπέχεσθαι δύνανται. τίθενται γοῦν ἑτέρους νόμους ὑπὲρ τῶν ἀδικημάτων τῶν ἐν ταῖς ἑορταῖς καὶ τούτους ἱεροὺς καλοῦσιν, ὥσπερ τὸ ὄνομα ὠφελοῦν. ὁ γὰρ τῆς κακίας πόλεμος διηνεκὴς ἅπασι πρὸς ἅπαντας, ἄσπονδος ὢν καὶ ἀκήρυκτος: μάλιστα δὲ οὗτος συνέστηκε τοῖς ἐγγὺς πρὸς ἀλλήλους. [4] τὸν μὲν οὖν ἐν εἰρήνῃ βουλόμενον βιοῦν καὶ μετ̓ ἀσφαλείας τινὸς εὐλαβεῖσθαι δεῖ τὴν πρὸς ἀνθρώπους κοινωνίαν καὶ τὴν φύσιν ἐπίστασθαι τῶν πολλῶν ἑτοίμην οὖσαν πρὸς τὸ μεταδοῦναι κακίας τινός, καὶ μηδὲ ἂν μυριάκις λέγῃ φίλος εἶναι πιστεύειν. οἰ γάρ ἐστι παῤ αὐτοῖς βέβαιον οὐθὲν οὐδὲ ἀληθές: ἀλλ̓ ὃν ἂν ἁπάντων προτιμῶσιν ἤδη καὶ τοῦ ζῆν, ἐὰν οὕτω τύχῃ, μετὰ μικρὸν [p. 194] ἔχθιστον νομίζουσι καὶ οὐδὲ τοῦ σώματος ἀπέχονται πολλάκις. [5] ὁ γοῦν ἐραστὴς τὸν ἐρώμενον ἀποσφάττει διὰ τὸ λίαν φιλεῖν, ὡς οἴεται, παροξυνθεὶς ἐκ τῆς τυχούσης αἰτίας. ἕτεροι δ̓ ἑαυτοὺς ἀποκτιννύασιν, οἱ μὲν ἄκοντες δἰ ἀκρασίαν, οἱ δὲ ἑκόντες, μηδενὸς ὄντος αὐτοῖς ἀτόπου κατὰ τὸν βίον ἢ τῆς ἐν αὐτοῖς μοχθηρίας. τὰς μὲν γὰρ ἄλλας βλάβας τὰς εἰς ἑαυτὸν ἑκάστου δῆλον ὡς οὐκ ἐπεξελθεῖν ἔστιν. ποία δὴ πίστις πρὸς τοὺς τοιούτους ἢ τίς ἀσφάλεια; ἢ πῶς ἂν ἐμὲ ἀγαπήσειεν ὁ μηδ̓ αὑτὸν ἀγαπῶν; τὸ γὰρ πρὸς τοὺς Ἀθηναίους ῥηθέν, ὅτε ἐν ἐσχάτοις ὄντες ἠξίουν τι περὶ Σάμου, καλῶς ἂν οἶμαι λεχθείη πρὸς τοὺς φιλίαν ὑπερχομένους τῶν φαύλων: ὃς αὐτὸς αὑτὸν οὐ φιλεῖ, πῶς ἄλλον φιλεῖ, ἢ ξένον ἢ τέκνον ἢ ἀδελφόν; [6] τί οὖν, ὅταν τις φιλοφρονῆται καὶ καθ̓ ἱερῶν ὀμνύῃ καὶ μόνον οὐ κατατέμνειν αὑτὸν ᾖ πρόθυμος; ἀκούειν μὲν ἤδη τούτων ἐξ ἀνάγκης καὶ νὴ Δία ἴσως κατανεύειν: εἰδέναι μέντοι σαφῶς ὅτι μηδὲν αὐτῶν ἐστιν ἰσχυρόν. Ἠλέκτρα τὸν Ὀρέστην δακρύοντα ὁρῶσα καὶ προσαγόμενον αὐτήν, τότε μὲν ᾤετο ἄνεσίν τινα αὐτῷ γεγονέναι, τοῦ μέντοι παντάπασι πιστεύειν πολὺ ἀπεῖχεν. ὁρῶσα γοῦν μετ̓ ὀλίγον παρακινοῦντά φησιν, οἴμοι, κασίγνητ̓, ὄμμα σὸν ταράσσεται, ταχὺς δὲ μετέθου. [7] τὴν θάλασσαν οὕτως ἠρεμοῦσαν πολλάκις ἰδεῖν ἔστιν, ὥστ̓ οἶμαι καὶ τὸν δειλότατον καταφρονῆσαι. τί οὖν; διὰ τοῦτο πιστεύειν δεῖ καὶ μήτε ἀγκύρας ἔχοντα μήτε πηδάλιον μήτε τἄλλα τὰ πρὸς τὴν σωτηρίαν ἀνάγεσθαί ποτε; ὄψει γάρ, ἂν οὕτω τύχῃ, μετ̓ ὀλίγον κατερείσαντος ἀνέμου κλύδωνα ἰσχυρὸν καὶ κύματα τροφόεντα, πελώρια ἶσα ὄρεσσι, κυρτὰ φαληριόωντα: [p. 195] καὶ τὸν νῦν σοι φαινόμενον πρᾷον καὶ πολλὴν ἐνδεικνύμενον εὔνοιαν καὶ σπουδὴν τῆς τυχούσης αἰτίας καταλαβούσης ἄγριον εὑρήσεις [8] καὶ χαλεπὸν καὶ πᾶν ὁτιοῦν κακὸν ἕτοιμον ἐργάσασθαι. πόσα δοκεῖς τὴν Μήδειαν εὔξασθαι τοῖς θεοῖς ὑπὲρ τῶν τέκνων ἢ ποσάκις ἀγωνιᾶσαι νοσούντων ἢ ποσάκις ἀντ̓ ἐκείνων αὐτὴν ἂν ἑλέσθαι τελευτᾶν; ἀλλ̓ ὅμως αὐτόχειρ αὐτῶν ἐγένετο. νὴ Δία, ἐρεῖ τις, ὀργιζομένη καὶ ζηλοτυποῦσα. τοὺς πολλοὺς δὲ οὐκ ἂν οἴει καὶ ζηλοτυπῆσαι; τί δέ; φθονῆσαι; τί δέ; ἐλπίσαι; σχεδὸν γὰρ αἰεὶ καὶ συνεχῶς ἐν τούτοις εἰσίν. μὴ τοίνυν πίστε
υε τοῖς εὐνοεῖν φάσκουσι καὶ μηδέποτε ἂν ἐγκαταλιπεῖν τὴν πρὸς σὲ φιλίαν. ὥσπερ γὰρ αἱ τὸν ἄνεμον σημαίνουσαι ταινίαι κατὰ τὴν στάσιν αἰεὶ τοῦ πνεύματος αἰωροῦνται, νυνὶ μὲν οὕτως, πάλιν δὲ ἐπὶ θάτερα, τὸν αὐτὸν τρόπον ἡ τῶν φαύλων διάνοια πρὸς πᾶσαν [9] φορὰν οὕτως ἔχει. τοῖς δούλοις οὐδεὶς πιστεύει συντιθεμένοις διὰ τὸ μὴ κυρίους ἑαυτῶν εἶναι: πολὺ μᾶλλον οὐ χρὴ προσέχειν ταῖς τῶν τοιούτων ὁμολογίαις. τῷ παντὶ γὰρ πλεῖον ἀπέχουσι τῆς ἐλευθερίας διὰ τὴν κακίαν οἱ ἄνθρωποι. τοῖς νεωτέροις τοσούτων ἐτῶν νόμος οὐκ ἐᾷ συμβάλλειν ὡς ἀπίστοις οὖσιν, οὐδὲ γυναικὶ παῤ Ἀθηναίοις συναλλάσσειν πλὴν ἄχρι μεδίμνου κριθῶν, διὰ τὸ τῆς γνώμης ἀσθενές. τῶν μέντοι πάνυ νέων οὐθὲν διαφέρουσιν οἱ φαῦλοι, μᾶλλον δὲ οὐδὲ τῶν παιδαρίων, πλὴν τῷ δύνασθαι καὶ τῇ πανουργίᾳ: διὸ μᾶλλον αὐτοῖς άπιστεῖν ἐκείνων [10] προσήκει. μακάριον γὰρ ἂν ἦν, εἰ καθάπερ παῖδα καὶ μειράκιον καὶ νεανίσκον καὶ πρεσβύτην χρόνος ποιεῖ, καὶ φρόνιμον οὕτως ἐποίει καὶ δίκαιον καὶ πιστόν. καὶ μὴν τῶν γυναικῶν τῶν φαύλων οὐδέν εἰσι βελτίους οἱ ἄνδρες οἱ μοχθηροί. κατὰ γὰρ τὸ σῶμα διαφέρουσιν, οὐ κατὰ τὴν διάνοιαν. καθάπερ οὖν οὐδὲν [p. 196] ἐκείνας ἐᾷ προσίεσθαι τῶν πλείονος ἀξίων ὁ νόμος, ἀλλ̓ ὥρισται μέχρι τίνος προσήκει: τὸν αὐτὸν οἶμαι τρόπον καὶ τοῖς πολλοῖς μέχρι τῶν ἐλαχίστων κοινωνητέον: πράξεων δὲ μειζόνων ἢ λόγων [11] ἀναγκαίων ἢ τῆς ἀσφαλείας τῆς περὶ τὸν βίον οὐδέποτε. καὶ γὰρ εἴ ποτε ἀπέχονται τοῦ κακῶς ποιεῖν δἰ ἣν δήποτ̓ αἰτίαν, ὥσπερ τὰ θηρία πολλάκις ἠρεμεῖ κοιμώμενα ἢ ἐμπεπλησμένα, τὴν μέντοι φύσιν οὐκ ἀποβέβληκε τὴν αὑτῶν, παραπλησίως δὴ κἀκεῖνοι χρόνον τινὰ οὐκ ἔβλαψαν, ἔπειτα συμβάσης προφάσεως καὶ τὸν τόκον, φασί, καὶ τὸ κεφάλαιον τῆς πονηρίας ἐκτίνουσιν. ὁ Λάκων, ἐν ὁμιλίαις τινῶν συντιθεμένων αὐτῷ καὶ ἀξιούντων παῤ αὐτῶν λαμβάνειν ἣν ἂν προαιρῆται πίστιν ὑπὲρ τῆς φιλίας, μίαν ἔφη πίστιν εἶναι τὸ ἐὰν θέλωσιν ἀδικῆσαι μὴ δύνασθαι, τὰς δὲ λοιπὰς πάσας εὐήθεις καὶ τελέως ἀσθενεῖς. [12] ταύτην μόνην παρὰ τῶν πολλῶν τὴν πίστιν δεῖ λαμβάνειν, ἑτέραν δὲ οὐδεμίαν. ἡ γὰρ ἐκ τῶν λόγων καὶ τῆς συνηθείας καὶ τῶν ὅρκων καὶ τοῦ γένους καταγέλαστος. ὁ Ἀτρεὺς ἀδελφὸς ἦν τοῦ Θυέστου καὶ τῶν παιδαρίων, ἃ κατέκοψεν, θεῖος: ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης οὐ μόνον ἀδελφοὶ κατὰ τὸν νόμον, ἀλλὰ καὶ ἐξ υἱοῦ καὶ μητρὸς γεγονότες τῶν ξυγγενεστάτων: ὥστ̓, εἴπερ ὠφέλει τι τὸ γένος, οὗτοι μάλιστα ἁπάντων ἀλλήλους μᾶλλον ὤφειλον ἀγαπᾶν: ἀλλ̓ ὁ πιστευθεὶς πρῶτον τὸν πιστεύσαντα ἐξέβαλε καὶ τῆς πατρίδος ἀπεστέρει καὶ μετὰ ταῦτα ἀλλήλους ἀπέκτειναν. [13] ὁ Θησεὺς τὸν Ἱππόλυτον, πατὴρ ὢν καὶ Ποσειδῶνος υἱός, διαβολαῖς πεισθεὶς ἀπέκτεινε καταρασάμενος. ὁ Πρίαμος πρότερον εὐδαιμονίᾳ διαφέρων καὶ τοσούτων ἐθνῶν καὶ τηλικούτου τόπου βασιλεύων, ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων [p. 197] διὰ τὸν υἱὸν καὶ τὴν ἀκρασίαν τὴν ἐκείνου πάντων ἀθλιώτατος ἐγένετο. καὶ οὗτοι μὲν ἐπίσημοι. πόσον δὲ οἴει πλῆθος ἐν ἑκάστῃ πόλει τῶν ἀφανῶν καὶ δημοτικῶν Ἀτρέων καὶ Θυεστῶν, τῶν μὲν [14] καὶ ἀποκτιννύντων κρύφα, τῶν δὲ εἰς ἄλλα ἐπιβουλευόντων; Ἀερόπας μέν γε καὶ Κλυταιμνήστρας καὶ Σθενεβοίας οὐδὲ εἰπεῖν ἔστιν ὅσαι. ἀλλὰ τὰ μὲν τοῦ γένους καὶ τῆς οἰκειότητος τοιαῦτα, τὰ δὲ τῶν ὅρκων ποῖα; ὁ Πάνδαρος ὤμοσε τῷ Μενελάῳ, ὥσπερ καὶ οἱ λοιποὶ Τρῶες, ἀλλ̓ οὐδὲν ἧττον ἔτρωσεν αὐτόν. Τισσαφέρνης οὐκ ὤμοσε τοῖς περὶ Κλέαρχον; τί δέ; ὁ βασιλεὺς οὐχὶ καὶ τοὺς βασιλείους θεοὺς καὶ τὴν δεξιὰν ἀπέστειλε; Φίλιππος δὲ ὁ Μακεδὼν οὐ διετέλει καθάπερ ἄλλο τι τῶν εἰς τὸν πόλεμον εὐχρήστων καὶ τὴν ἐπιορκίαν παρεσκευασμένος καὶ δυσὶ τούτοις τὰς πόλεις αἱρῶν, τῷ τε παρασπονδεῖν καὶ τῷ τοὺς προδώσοντας παρασκευάζειν; τῷ παντὶ πρὸς ἐκεῖνον τὸν τρόπον οἰκειότερον ἔχων: τοῖς μὲν γὰρ προδόταις ἀργύριον ἦν ἀνάγκη διδόναι, τοῖς θεοῖς δὲ περὶ [15] ὅρκων οὐθὲν ἐτέλει. τὸν δὲ Λύσανδρον τὸν Λακεδαιμόνιον γνώμην ἀποφαίνεσθαι λέγουσιν ὅτι τοὺς μὲν παῖδας ἀστραγάλοις καὶ σφαίραις ἐξαπατᾶν δεῖ, τοὺς δὲ ἄνδρας ὅρκοις καὶ ῥήμασιν. ἡ κερδαλῆ δὲ ἀλώπηξ ἑτέρα τίς ἐστι παρὰ Ἀρχιλόχῳ; τὸν δὲ τοῦ Γλαύκου χρησμὸν οὐκ οἴει πρότερον δεδωκέναι τοὺς πλείστους τῶν ἀνθρώπων, ὀμνύειν ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα. καὶ τούτους μὲν τοὺς προειρημένους καὶ τοιούτους ἑτέρους διὰ τὰς περιστάσεις συμβέβηκεν ἐνδόξους γεγονέναι, τῶν δὲ ἀφανεστέρων Γλαύκων ἢ Πανδάρων μεσταὶ μὲν ἀγοραὶ ἀνθρώπων, μεσταὶ δὲ [p. 198] ἀγυιαί. διὸ μήτε τὸν Ἀπόλλωνα μήτε τὴν Ἀθηνᾶν σύμβουλον τῆς [16] ἐπιορκίας λαμβάνουσιν. ,ἀλλ̓ ἡ συνήθεια τοῖς ἀνθρώποις μέγα δίκαιον τοῦ μηθὲν ἀδικεῖν καὶ σπονδαὶ καὶ τράπεζαἰ. τὸν Εὔρυτον ἀπέκτεινεν ὁ παῤ αὐτῷ ξενισθείς, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ̓ οὐδὲ τράπεζαν, τὴν ἣν οἱ παρέθηκεν: ἔπειτα δὲ πέφνε καὶ αὐτόν. καίτοι θεὸς ἔδοξεν οὗτος ὁ τὴν τῶν θεῶν ὄπιν οὐκ αἰδεσάμενος οὐδὲ τὴν τράπεζαν καὶ τέρπεται ἐν θαλίῃ, κατέχων καλλίσφυρον
Ἥβην. τὸν Ἀρχίλοχον οὐδὲν ὤνησαν οἱ ἅλες καὶ ἡ τράπεζα πρὸς τὴν ὁμολογίαν [17] τῶν γάμων, ὥς φησιν αὐτός. ὁ Λυκάων ὢν ἀνόητος εἰς τὸν Ἀχιλλέα δεύτερον ἐμπεσών, δέον αὐτὸν ἢ μάχεσθαι προθύμως ἢ φεύγειν τάχιον, πὰρ γὰρ σοὶ πρώτῳ, φησί, πασάμην Δημήτερος ἀκτήν. τοιγαροῦν πρότερον, ὁπότε οὐδέπω μετειλήφει τῆς παῤ αὐτῷ τροφῆς, εἰς Λῆμνον ἀπεμποληθεὶς ἐσώθη: τότε δὲ ληφθεὶς ἀπεσφάγη. τοσοῦτον αὐτὸν ὤνησεν ἡ Δημήτηρ. τὰς νήττας καὶ τὰς πέρδικας [18] οὐ πρότερον θηρεύομεν, πρὶν ἂν φάγωσι παῤ ἡμῶν. ὁ δὲ Αἴγισθος τὸν Ἀγαμέμνονα δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. καὶ ὑπὸ μὲν τῶν Τρώων οὐδὲν ἔπαθεν ἐν δέκα ἔτεσιν, οἷς ἐπολέμει καὶ οὐδεπώποτε αὐτοῖς συνέστιος ἐγένετο: εἰς δὲ τὴν οἰκίαν ἐλθὼν διὰ τοσούτου χρόνου, θύσας τοῖς θεοῖς, καὶ τὴν αὑτοῦ τράπεζαν παραθέμενος, ὑπὸ τῆς ἰδίας γυναικὸς οὕτως ὠμῶς ἀνῃρέθη. [19] καὶ μετὰ ταῦτα κάτω περιτυχὼν τῷ Ὀδυσσεῖ μέμφεται Κλυταιμνήστραν: μηδὲ γὰρ τοὺς ὀφθαλμοὺς αὐτοῦ τελευτῶντος συγκλεῖσαι: πρὸς δὲ τούτοις παρακελεύεται μηδέποτε πιστεύειν γυναικί, [p. 199] μηδέ οἱ ἐκφάσθαι πυκινὸν ἔπος. καίτοι ἡ Κλυταιμνήστρα οὐχ ὅτι γυνὴ ἦν ταῦτα διέθηκεν αὐτόν, ἀλλ̓ ὅτι πονηρά: καὶ οὐδὲν μᾶλλον οὐ χρὴ γυναικὶ ἤπιον εἶναι ἢ [20] ἀνδρί. ἀλλ̓ οἶμαι τῶν περιπεσόντων ἕκαστος, ὑφ̓ οὗ πέπονθε κακῶς, ἐκεῖνο μάλιστα ὑφορᾶται καὶ προλέγει φυλάττεσθαι τοῖς ἄλλοις, ὁ μὲν ὑπὸ ἔχεως πληγεὶς ἔχιν, ὁ δὲ ὑπὸ σκορπίου σκορπίον: ὅν δ̓ ἂν κύων δάκῃ, ὄψει βακτηρίαν ἀεὶ περιφέροντα, τὸ αὐτὸ δὴ τοῦτο καὶ πρὸς ἀνθρώπους πεπόνθασιν οἱ πολλοί. τῷ μὲν ἐκ γυναικός τι συνέβη δεινόν: οὗτος δὴ κέκραγεν: ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν γυναῖκας εἰς φῶς ἡλίου κατῴκισας; ἄλλον ὑποδεχθεὶς ξένος ἐλύπησεν, ὡς Ἀλέξανδρος τὰ τοῦ Μενελάου κτήματα καὶ τὴν γυναῖκα ὑφελόμενος. ὁ τοιοῦτος πρὸς τοὺς [21] ξένους διαβέβληται, πρὸς ἀδελφὸν ἕτερος, ἄλλος πρὸς υἱόν. τὸ δὲ πρᾶγμα οὐ τοιοῦτόν ἐστιν — οὐ γὰρ ὁ ἀδελφὸς οὐδὲ ὁ συγγενὴς οὐδὲ ὁ ξένος πέφυκεν ἀδικεῖν, ἀλλ̓ ὁ μοχθηρὸς ἄνθρωπος: τοῦτο δὲ μικροῦ δεῖν ἐν πᾶσίν ἐστιν — ἀλλ̓ εἰ νοῦν ἔχεις, πάντας εὐλαβοῦ. ξένος: εὐλαβοῦ. μέτριος εἶναί φησι: μᾶλλον εὐλαβοῦ. τοῦτο ἀκίνητον ὑπαρχέτω. ,νὴ Δἴ, ἀλλ̓ ἐπιδείκνυται δεξιοῦ τινος εὔνοιαν;᾿ οὐκοῦν ἀποδέχου τοῦτον, τοῖς θεοῖς εἰδὼς χάριν, εἰ βούλει δέ, κἀκείνῳ: πρὸς δὲ τὸ μέλλον φυλάττεσθαι χρὴ αὐτόν. ὃ γάρ τις ἐπὶ τῆς τύχης εἶπε, πολὺ μᾶλλον ἂν ἐπ̓ ἀνθρώπων τοῦτο ῥηθείη, τὸ μηδένα εἰδέναι περὶ μηδενός, εἰ μέχρι τῆς αὔριον [22] διαμενεῖ τοιοῦτος. τὰς γοῦν πρὸς αὑτοὺς παραβαίνουσι συνθήκας καὶ συμβουλεύουσιν αὑτοῖς ἕτερα, καὶ ἄλλα συμφέρειν νομίζοντες ἄλλα πράττουσιν. ὅθεν ὅταν τις ἐκ τοῦ πιστεύειν περιπέσῃ τινὶ τῶν δυσκόλων, γελοῖός ἐστιν αἰτιώμενος ἐκεῖνον, ἑαυτὸν δέον, καὶ θεοὺς ἐνίοτε ἐπιβοώμενος, ὑπ̓ ἀνδρὸς ἀπατηθεὶς φίλου καὶ συνήθους. [p. 200] οἱ δὲ θεοὶ καταγελῶσιν, εἰδότες ὅτι ἑαυτὸν ἐξηπάτησεν ἐπ̓ ἄλλῳ ποιησάμενος. οἱ προσπταίοντες ἐν ταῖς ὁδοῖς ἢ νὴ Δία ἐμπεσόντες εἰς πηλὸν ἢ βόθρον οὐκ ὀργίζονται τοῖς λίθοις ἢ τῷ πηλῷ: τελέως γὰρ ἂν ἦσαν ἀπόπληκτοι, δέον αὑτοὺς αἰτιᾶσθαι [23] καὶ τὸ μὴ προσέχειν. τί οὖν; φήσει τις, δεῖ θηρίου βίον προαιρεῖσθαι καὶ ζῆν ἔρημον; οὐ θηρίου, ἀλλ̓ ἀνδρὸς φρονίμου καὶ ζῆν ἀσφαλῶς ἐπισταμένου. πολὺ γὰρ ἀσφαλεστέρα καὶ κρείττων ἡ ἐρημία τῆς πρὸς ἀνθρώπους κοινωνίας, ἐὰν ἀδεῶς γίγνηται καὶ χωρὶς κοινῶν προσοχῆς. ὥσπερ οἶμαι τοῖς πλέουσι τὸ πέλαγος συμφέρει μᾶλλον τῆς γῆς, εἰ μή τις ἐν εὐδίᾳ πλέοι καὶ σαφῶς εἰδὼς τοὺς τόπους: ἐν μὲν γὰρ τῷ πελάγει σπάνιον εἴ που διεφθάρη ναῦς, πρὸς δὲ ταῖς ἀκταῖς καὶ περὶ τὰς ἄκρας [24] ἰδεῖν ἔστι τὰ ναυάγια. τοιγαροῦν, ὅταν χειμὼν καταλάβῃ, τῶν μὲν ἀπείρων ἕκαστος ἐπιθυμεῖ τῆς γῆς, ὁ δὲ κυβερνήτης ὡς πορρωτάτω φεύγει. καίτοι λιμένας μὲν εὕροι τις ἂν ἀκλύστους, οἷς ἔνεστι πιστεύσαντας ἀσφαλῶς ὁρμεῖν, ἡλίκον ἄν ποτε ἀρθῇ τὸ πνεῦμα: τῶν δὲ ἀνθρώπων οἱ μετριώτατοι τοῖς θερινοῖς ὅρμοις ἐοίκασιν, οἵτινες πρὸς τὸ παρὸν σκέπουσι: κἀκείνων γὰρ ἕκαστος πρὸς ἕν τι τῶν κατὰ τὸν βίον ἐπιεικής, οὐ μέντοι καὶ πρὸς τἄλλα ὑπάρχει. χρημάτων μὲν γὰρ ἕνεκεν οὐδέν σε ἀδικήσειεν ἄν: ἔστω γὰρ εἶναί τινα τοιοῦτον: ἀλλὰ τάχ̓ ἂν ὀργῆς ἢ φιλοτιμίας καταλαβούσης οὐκ ἂν ἐπιγνοίης αὐτὸν ἀσάλευτον καὶ πιστόν: ἄλλος ὑπὸ μηδενὸς πάθους κινούμενον, ἐφ̓ ᾧ τις ἂν πιστεῦσαι βεβαίως [25] δύναιτο. οὐκοῦν τοῖς γε τοιούτοις ὅσον ὑπὸ ἀνάγκης καὶ τελέως ὀλίγον δεῖ χρῆσθαι, τὸ πλέον αὐτὸν ἐγρηγορότα καὶ φυλάττοντα, ὡς τοὺς Ἀχαιοὺς τὸν Ἕκτορά φησιν ὁ ποιητής: ὁ δὲ ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετ̓ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων [p. 201] ὁμοίως ἐν τῷ βίῳ δεῖ τὴν φρόνησιν καὶ τὴν ἐπιστήμην προβεβλημένους καὶ καλυφθέντας αὐτῇ φεύγειν καὶ φυλάττεσθαι τὴν τῶν ἀνθρώπων κακίαν καὶ τὰς τέχνας καὶ τὰς ἐπιβουλάς, αἷς [26] εἰώθασι χρῆσθαι. καθόλου δὲ θαυμαστόν, εἰ τὸ μὲν φαγεῖν ἀπὸ τῆς αὐτῆς τραπέζης ἐμποδὼν ἔσται τῇ πονηρίᾳ καὶ νὴ Δία τὸ
πιεῖν ἀπὸ τοῦ αὐτοῦ κρατῆρος καὶ τὸν αὐτὸν λύχνον ὁρᾶν: τὸ δὲ τὸν ἥλιον βλέπειν τὸν αὐτὸν καὶ ἀπὸ τῆς αὐτῆς τρέφεσθαι γῆς οὐδεὶς ὑπολογίζεται τῶν πονηρῶν: ἀλλὰ τὸ μὲν πανδοκεῖον ἢ νὴ Δία οἶκος ἕτερος ἐκ λίθων καὶ ξύλων ᾠκοδομημένος συγκίρνησιν ἀνθρώπους καὶ δύναται συνάγειν εἰς φιλίαν, ὥσπερ Ὀδυσσεὺς ἀξιοῖ: αἰδεῖσθαι δὲ μέλαθρον: ὑπωρόφιοι δέ τοί εἰμεν. οὕτως ἡγεῖται τὴν σκηνὴν ἀξιωτέραν αἰδοῦς, καὶ ταῦτα ἐκ ξύλων τῶν ἐν τῇ πολεμίᾳ γεγονυῖαν, ἤπερ αὐτούς. ὁ δὲ σύμπας οὐρανός, ὑφ̓ ᾧ πάντες ἐσμὲν ἀρχῆθεν, οὐδὲν ὠφελεῖ πρὸς ὁμόνοιαν οὐδὲ ἡ τῶν ὅλων κοινωνία θείων οὖσα καὶ μεγάλων, ἀλλὰ τοὐναντίον [27] ἡ τῶν μικρῶν καὶ οὐδενὸς ἀξίων. καὶ ὁ μὲν ἴδιος ἑκάστῳ πατήρ, πολλάκις οὐδενὸς ἄξιος πρεσβύτης, μέγα δίκαιον, ὥστε μὴ ἐπιβουλεύειν ἀλλήλοις τοὺς ἐκ τοῦ αὐτοῦ γένους: ὁ δὲ κοινὸς ἁπάντων ,ἀνδρῶν τε θεῶν τἐ, ἐξ οὗ πάντες γεγόναμεν, οὐ κατὰ Λάχητα ὢν οὐδὲ κατὰ Σίμωνα, οὐ δύναται κατασχεῖν οὐδὲ κωλῦσαι τὴν ἀδικίαν τῶν ἀνθρώπων. καὶ μὴν ὅτι γε τοῖς λόγοις οὐκ ἂν πιστεύοι τις τοῖς ὑπὲρ τῆς φιλίας, τοῦτο γὰρ λοιπόν ἐστι, φανερὸν [28] δήπου. γελοῖον γὰρ ἀργύριον μὲν δανείζοντα τοῖς πέλας μὴ ῥᾳδίως ἄν τινα πιστεῦσαι λόγῳ μόνῳ, ἀλλὰ μαρτύρων δεῖσθαι καὶ γραμμάτων καὶ πολλοὺς καὶ ταῦτα παραβαίνειν. τί οὖν; φησίν, οὐκ ἤδη τινὲς ἐγένοντο φίλοι τῶν πρότερον; οἷον πᾶς ἂν λέγοι τοὺς ἡμιθέους θρυλουμένους τούτους, Ὀρέστην καὶ Πυλάδην καὶ Θησέα καὶ Πειρίθουν καὶ Ἀχιλλέα καὶ Πάτροκλον; εἰ δ̓ οὖν τις συγχωρήσειεν ἀληθῆ τὴν δόξαν εἶναι ταύτην, δῆλον ὡς τρεῖς ἂν εἶεν φιλίαι γεγονυῖαι ἐν τοσούτῳ χρόνῳ, ἐν ὅσῳ πλεονάκις ἂν εἴποι τὸν ἥλιον ἐκλελοιπέναι. [p. 202]

 

‹ Prev