THE SEVENTY-FIFTH DISCOURSE: ON LAW
ΠΕΡΙ ΝΟΜΟΥ.
Ἔστι δὲ ὁ νόμος τοῦ βίου μὲν ἡγεμών, τῶν πόλεων δὲ ἐπιστάτης κοινός, τῶν δὲ πραγμάτων κανὼν δίκαιος, πρὸς ὃν ἕκαστον ἀπευθύνειν δεῖ τὸν αὑτοῦ τρόπον: εἰ δὲ μή, σκολιὸς ἔσται καὶ πονηρός. οἱ μὲν οὖν τοῦτον φυλάττοντες ἔχονται τῆς σωτηρίας: οἱ δὲ παραβαίνοντες πρῶτον μὲν αὑτοὺς ἀπολλύουσιν, ἔπειτα καὶ τοὺς ἄλλους, παράδειγμα καὶ ζῆλον αὐτοῖς ἀνομίας καὶ βίας παρέχοντες. ὥσπερ δὲ τῶν πλεόντων οἱ τοῦ πυρσοῦ μὴ διαμαρτάνοντες, οὗτοι μάλιστα σῴζονται καὶ τοὺς λιμένας εὑρίσκουσιν, οὕτως οἱ κατὰ τὸν νόμον ζῶντες ἀσφαλέστατα πορεύονται διὰ τοῦ βίου καὶ [2] τῆς καταγωγῆς τῆς δεούσης τυγχάνουσιν. ἀνθρώπῳ μὲν οὖν ἤδη τις συμβούλῳ χρησάμενος μετενόησεν, οὐ μέντοι νόμῳ. τοσούτῳ δὲ τῶν τειχῶν ταῖς πόλεσι χρησιμώτερός ἐστιν, ὥστε ἀτείχιστοι μὲν πολλαὶ τῶν πόλεων διαμένουσι, νόμου δὲ χωρὶς οὐκ ἔστιν οὐδεμίαν οἰκεῖσθαι πόλιν. οὐ μόνον δὲ συμφέρει τοῖς θνητοῖς, ἀλλὰ καὶ τοῖς θεοῖς. ὁ γοῦν κόσμος ἀεὶ τὸν αὐτὸν νόμον ἀκίνητον φυλάττει καὶ τῶν αἰωνίων οὐδὲν ἂν παραβαίη τοῦτον. ὅθεν οἶμαι καὶ βασιλεὺς εἰκότως ἀνθρώπων καὶ θεῶν κέκληται, τὴν μὲν βίαν καταλύων, τὴν δὲ ὕβριν καθαιρῶν, τὴν δὲ ἄνοιαν σωφρονίζων, τὴν δὲ κακίαν κολάζων, ἰδίᾳ δὲ καὶ κοινῇ πάντας τοὺς δεομένους ὠφελῶν, τοῖς μὲν ἀδικουμένοις βοηθῶν, τοῖς δὲ ἀπορουμένοις περί [3] τινος μηνύων τὸ δέον. ὅταν γάρ τις συμβάντος τινὸς αὐτῷ δυσκόλου πράγματος ζητῇ τὸ συμφέρον, οὐδὲν οἶμαι δεῖ φίλους παρακαλεῖν καλεῖν οὐδὲ συγγενεῖς, ἀλλὰ ἐλθόντα παρὰ τοὺς νόμους πυνθάνεσθαι. καὶ οὐκ ἂν τὸ οἰκεῖον σκοπῶν χεῖρον ἐκείνῳ παραινέσειεν οὐδὲ ἀγνοήσας τὸ βέλτιον οὐδὲ δἰ ἀσχολίαν τινὰ ἢ τὸ μὴ φροντίζειν τοὺς σκεπτομένους παραιτήσαιτ̓ ἄν. τοὐναντίον γὰρ ἁπάντων ὁμοίως κήδεται καὶ σχολὴν ἄγει πρὸς τὰ τῶν ἄλλων πράγματα καὶ [4] οὐδὲν ἴδιον οὐδὲ ἐξαίρετόν ἐστιν αὐτῷ. καὶ μὴν τοσούτῳ γε τῆς [p. 203] παρὰ τῶν θεῶν μαντείας ὠφελιμώτερός ἐστι νόμος, ὅσῳ τοὺς μὲν χρησμοὺς ἤδη τινὲς ἠγνόησαν καὶ δοκοῦντες πράττειν κατ̓ αὐτοὺς τἀναντία ἐποίησαν, ὅθεν οἶμαι συμφοραῖς ἐχρήσαντο. παρὰ τοῦ νόμου δὲ οὐδέν ἐστι σκολιὸν οὐδὲ ἀμφίβολον, ἀλλ̓ ἁπλῶς ἅπαντα ἃ προσήκει τοῖς δεομένοις φράζει. ἄρχων δὲ ἁπάντων καὶ κύριος ὢν χωρὶς ὅπλων καὶ βίας κρατεῖ: τοὐναντίον γὰρ αὐτὸς καταλύει τὴν βίαν: ἀλλὰ μετὰ πειθοῦς καὶ βουλομένων προέστηκεν. πείσας γὰρ πρότερον καὶ δοκιμασθεὶς οὕτως γίγνεται καὶ τὴν ἰσχὺν [5] τὴν αὑτοῦ λαμβάνει. τηλικαύτην δὲ ἔχει δύναμιν ὥστε καὶ τοῖς θεοῖς οὗτός ἐστιν ὁ βοηθῶν. τοὺς γὰρ ἱεροσύλους καὶ τοὺς παραβαίνοντας τὴν πρὸς αὐτοὺς εὐσέβειαν κολάζει. καὶ μὴν αὐτόν γε οὐδὲ εἷς οἷός τέ ἐστιν ἀδικῆσαι. τῶν γὰρ παραβαινόντων τὸν νόμον [6] ἕκαστος οὐκ ἐκεῖνον, ἀλλ̓ ἑαυτὸν βλάπτει. τοσαύτης δὲ δικαιοσύνης καὶ φιλανθρωπίας μεστός ἐστιν, ὥστε καὶ τοῖς ἀτυχοῦσι χρησιμώτερος καθέστηκε τῶν γένει προσηκόντων καὶ τοῖς ἀδικουμένοις ἰσχυρότερος τῆς αὐτῶν ἐκείνων ῥώμης καὶ πατράσιν υἱέων εὐνούστερος καὶ παισὶ γονέων καὶ ἀδελφοῖς ἀδελφῶν. πολλοὶ γοῦν ὑπὸ τῶν φιλτάτων ἀδικούμενοι πρὸς τοῦτον καταφεύγουσιν. ἔτι δὲ καὶ μηδὲν ὑπὸ μηδενὸς εὖ πεπονθὼς ὁ νόμος πᾶσιν ὧν ἂν εὐεργετήσωσιν ἑτέρους ἐκτίνει τὰς χάριτας, καὶ γονεῦσι παρὰ παίδων τὰς ὁμοίας κομιζόμενος καὶ τοῖς ἰδίᾳ τινῶν εὐεργέταις παρὰ τῶν εὖ παθόντων καὶ τοῖς κοινῇ φιλοτιμουμένοις παρὰ τῆς πόλεως. [7] κάλλιστα δὲ τὰ ἆθλα τῶν εὐεργεσιῶν πεποίηκε, στεφάνους καὶ κηρύγματα καὶ προεδρίας ἐξευρών: ἃ τοῖς μὲν παρέχουσιν οὐδεμίαν φέρει δαπάνην, τοῖς δὲ τυγχάνουσι τοῦ παντὸς ἄξια καθέστηκεν. ὅ,τι δ̓ ἂν ἐθέλῃ τῶν εὐτελεστάτων, εὐθὺς τοῦτο μέγα καὶ τίμιον ἐποίησεν. οὗτός ἐστιν ὁ τὸν κότινον οὕτως μέγα καὶ τηλικαύτης ἄξιον σπουδῆς ἀποδείξας καὶ τὰ σέλινα καὶ τὴν πίτυν καὶ τὸν τοῦ θαλλοῦ στέφανον: οὗτος ὁ τὰ τρία ῥήματα, οἷς ἕκαστος [p. 204] κηρύττεται τῶν ἀγαθῶν, πολλοῖς ἀποφήνας τοῦ ζῆν τιμιώτερα. [8] οὗτός ἐστιν ὁ τὰς πανηγύρεις συνάγων, ὁ τοὺς θεοὺς τιμῶν, ὁ τὴν ἀρετὴν αὔξων: οὗτος ὁ τὴν θάλατταν καθαίρων, ὁ τὴν γῆν ἥμερον ποιῶν, ὁ τοῦ Διὸς θετὸς υἱός, ὁ τὴν ἀήττητον καὶ ἀνυπέρβλητον ἰσχὺν ἔχων: τοσοῦτον ἁπάντων σωφροσύνῃ καὶ πίστει διαφέρων, ὥστε καὶ γυναικῶν κοινωνίαν καὶ παρθένων ὥραν καὶ παίδων ἀκμὴν τούτῳ πάντες πεπιστεύκαμεν. ἔτι δὲ καὶ παρθένου τῆς [9] Δίκης οὔσης μόνος αὐτῇ διὰ σωφροσύνην σύνεστιν. οὗτος ἐπίκουρος γήρως, διδάσκαλος νεότητος, πενίας συνεργός, φύλαξ πλούτου, τῇ μὲν εἰρήνῃ σύμμαχος, τῷ δὲ πολέμῳ ἐναντίος. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ πλεῖστον ἰσχύει. τὸν γοῦν παρὰ τῶν ἐχθίστων κήρυκα πεμπόμενον οὗτός ἐστιν ὁ σῴζων καὶ διαφυλάττων, παντὸς θώρακος καὶ πάσης ἀσπίδος ἰσχυρότερον αὐτῷ δοὺς ὅπλον τὸ κηρύκειον: ἔστι δὲ τοῦ νόμου σύμβολον. διὰ τοῦτον τοὺς ἀποθανόντας οὐδεὶς ἔτι κρίνει πολεμίους οὐδὲ τὴν ἔχθραν καὶ τὴν ὕβριν εἰς τὰ σώματα αὐτῶν ἐπιδείκνυνται. [10] τοσούτῳ δὲ ταῖς πόλεσι χρησιμώτερός ἐστιν ἤπερ τὰ πηδάλια ταῖς ναυσίν, �
��στε ἡ μὲν ἀποβαλοῦσα τοὺς οἴακας ναῦς οὐκ ἂν ἀπόλοιτο μὴ χειμῶνος καταλαβόντος, πόλιν δ̓ οὐκ ἔνι σωθῆναι τοῦ νόμου λυθέντος, οὐδ̓ ἂν μηδὲν ἔξωθεν συμβαίνῃ δεινόν. ὥσπερ δὲ ὑπὸ τῆς ἐν αὐτῷ διανοίας διοικεῖται καὶ σῴζεται τῶν ἀνθρώπων ἕκαστος, ἡ δὲ ταύτης διαφθορὰ μανίαν καὶ παρακοπὴν φέρει, παραπλησίως, ἄν τις ἀνέλῃ τὸν νόμον ἐκ τοῦ βίου, καθάπερ οἶμαι τὸν νοῦν ἀπολωλεκὼς εἰς παντελῆ μανίαν καὶ ταραχὴν περιστήσεται. [p. 205]
Delphi Complete Works of Dio Chrysostom Page 165