Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 167

by Dio Chrysostom


  THE SEVENTY-NINTH DISCOURSE: ON WEALTH

  ΠΕΡΙ ΠΛΟΥΤΟΥ.

  Φέρε πρὸς θεῶν, ἐπὶ τίνι μάλιστα θαυμάζειν καὶ ἐπὶ τῷ μέγα φρονεῖν καὶ μακαρίζειν ἄξιον πόλιν ἁπασῶν μεγίστην καὶ δυνατωτάτην; πότερον ἐπὶ νόμων ἀρετῇ καὶ πολιτῶν ἐπιεικείᾳ καὶ σωφροσύνῃ τῶν ἀρχόντων, ἢ ταῦτα μὲν μικρὰ καὶ οὐδενὸς ἄξια καὶ ῥᾴδια τοῖς τυχοῦσιν, ἐπὶ δὲ ἀνθρώπων πλήθει καὶ ἀγορᾶς ἀφθονίᾳ καὶ τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων δεῖ μακαρίζειν αὐτὴν καὶ τοῖς Σήρων καὶ Βαβυλωνίων ὑφάσμασι, καὶ ὅτι χρυσῷ τὰς οἰκίας ἐρέπτουσι, καὶ μεστὰ πάντα ἀργύρου καὶ ἠλέκτρου καὶ ἐλέφαντος, ὁποῖα Όμηρος εἴρηκε τὰ Ἀλκινόου καὶ τὰ Μενελάου βασίλεια ὑπερβάλλων τό τε ἀληθὲς καὶ τὸ δυνατὸν σχεδόν, οὕτως ἅπασαν ἠσκημένην τὴν πόλιν: καὶ νὴ Δία ἐπὶ ταῖς γραφαῖς καὶ τοῖς ἀνδριᾶσιν, ὧν οὐδὲν ὤνησε τοὺς πρότερον ἔχοντας, ἀλλὰ παῤ ὧν ἐκεῖνα ἐκομίσθη, τούτους ἴδοι τις ἂν δούλους καὶ ταπεινοὺς καὶ [2] πένητας; εἰ γὰρ γὰρ ἦν ὄφελός τι χαλκοῦ καλῶς κεκραμένου καὶ κρατήρων καὶ βωμῶν καὶ θυμιατηρίων περιττῶς εἰργασμένων, ἡ Κορινθίων πόλις ἂν εὐδαίμων ἦν καὶ πολὺν ᾠκεῖτο ἂν χρόνον, σῴζουσα τοὺς ἑαυτῆς οἰκήτορας καὶ πολίτας: εἰ δ̓ αὖ λίθων εὐχρόων καὶ ποικίλων, ἡ Τηίων ἢ Καρυστίων καί τινων Αἰγυπτίων καὶ Φρυγῶν, παῤ οἷς ἐστι τὰ ὄρη ποικίλα: ἀκούω δ̓ ἔγωγε τῶν ὀρῶν τὰς πάνυ παλαιὰς τῆς αὐτῆς εἶναι πέτρας: ἀλλ̓ ὅμως οὐδενός εἰσι βελτίους οὐδ̓ εὐτυχέστεροι τῶν πάνυ ταπεινῶν τε [3] καὶ ἀθλίων. εἰ δέ γε ὠφέλει τὸ κεκτῆσθαι χρυσίον, οὐδὲν ἐκώλυεν Αἰθίοπας τοὺς ἄνω μακαριωτάτους εἶναι δοκεῖν, ὅπου τὸ χρυσίον ἀτιμότερον ἢ παῤ ἡμῖν ὁ μόλιβδος, καί φασιν αὐτόθι τοὺς κακούργους ἐν παχείαις χρυσοῦ δεδέσθαι πέδαις, ἀλλ̓ οὐδὲν ἧττόν εἰσι δεσμῶται καὶ πονηροὶ καὶ ἄδικοι. τὸ δὲ μακαρίζειν τοὺς πλουσίους καὶ πολλὰ χρήματα ἔχοντας, τὰ δὲ ἄλλα μηδὲν διαφέροντας [p. 221] τῶν πάνυ φαύλων, ὅμοιον ὡς εἴ τις τοὺς ἐκεῖ δεσμώτας ἰδὼν προϊόντας ἐκ τῆς εἱρκτῆς ἐζήλου, καὶ πάντων εὐδαιμονέστατον [4] ἔκρινε τὸν ἔχοντα τὰς μείζους πέδας. εἰ δὲ ἐλέφας θαυμαστὸν κτῆμα καὶ περιμάχητον, Ἰνδοὶ πολὺ πάντων ὀλβιώτατοι καὶ ἄριστοι, παῤ οἷς ἔρριπται τὰ τῶν ἐλεφάντων ὀστᾶ καὶ οὐδεὶς πρόσεισιν, ὥσπερ ἐνθάδε τὰ τῶν βοῶν τε καὶ ὄνων: καὶ πολλαχοῦ φασιν ἐν τοῖς τοίχοις ἐνοικοδομεῖσθαι τὰ κρανία τῶν ἐλεφάντων αὐτοῖς ὀδοῦσιν. τί δὲ χρὴ περὶ Κελτῶν λέγειν, ὅπου φασὶ ποταμόν τινα καταφέρειν τὸ ἤλεκτρον καὶ πολὺ πανταχοῦ κεῖσθαι παρὰ ταῖς ὄχθαις ἐκβεβρασμένον, ὥσπερ αἱ ψῆφοι παῤ ἡμῖν ἐπὶ τῶν αἰγιαλῶν; καὶ πρότερον μὲν οἱ παῖδες παίζοντες διερρίπτουν: νῦν δὲ κἀκεῖνοι συλλέγουσι καὶ φυλάττουσιν αὐτό, παῤ ἡμῶν μεμαθηκότες [5] ὅτι εἰσὶν εὐδαίμονες. ἆρα ἐνθυμεῖσθε ὅτι πάντες οὗτοι, λέγω δὲ τοὺς Κελτοὺς καὶ Ἰνδοὺς καὶ Ἴβηρας καὶ Ἄραβας καὶ Βαβυλωνίους, φόρους παῤ ἡμῶν λαμβάνουσιν, οὐ τῆς χώρας οὐδὲ τῶν βοσκημάτων, ἀλλὰ τῆς ἀνοίας τῆς ἡμετέρας: οὐ γάρ, ἂν μὲν τοῖς ὅπλοις κρατήσαντές τινες ἀναγκάσωσιν αὑτοῖς ἀργύριον ὑποτελεῖν τοὺς ἡττημένους, τοῦτο ὀνομάζεται φόρος, καὶ ἔστιν ἀνθρώπων οὐ σφόδρα εὐτυχῶν οὐδὲ ἀνδρείων δασμὸν ἑτέροις παρέχειν: ἐὰν δέ τινες, μήτε ἐπιστρατευσαμένου μηδενὸς μήτε ἀναγκάσαντος, δἰ εὐήθειαν δὲ καὶ τρυφήν, ὃ περὶ πλείστου ποιοῦνται ἁπάντων, ἀργύριον πέμπωσιν ἑκόντες, διὰ μακρᾶς μὲν ὁδοῦ, πολλῆς δὲ θαλάττης τοῖς μηδὲ ἐπιβῆναι ῥᾳδίως δυναμένοις τῆς ἡμετέρας γῆς, [6] οὐ τῷ παντὶ κάκιόν τε καὶ αἴσχιον τὸ γιγνόμενον; πλὴν ὅτι λίθους μικροὺς καὶ ἀσθενεῖς καὶ νὴ Δία θηρίων ὀστᾶ διδόντες λαμβάνουσιν ἀργύριον καὶ χρυσίον, ἀντὶ χρηστῶν ἄχρηστα ἀντικαταλλαττόμενοι. μάλιστα δὲ θαυμάζω πολλάκις ἐννοῶν ὅτι Μῆδοι μὲν τὰ Σύρων λαβόντες ἠγάπων καὶ ἔχαιρον, Πέρσαι δὲ τὰ Μήδων, Μακεδόνες δὲ τὰ Περσῶν, καὶ τότε ᾤοντο εὐτυχεῖς γεγονέναι καὶ πράττειν ἄμεινον, ὅτε εἶχον τὰ τῶν ἀθλίων καὶ δυστυχούντων κτήματα. ταῦτα δὲ οὐκ ἄλλως ἔγωγε ληρῶν εἶπον, ἀλλ̓ ὅτι τῶν [p. 222] τοιούτων, ὑπὲρ ὧν ἔχουσι τὴν πᾶσαν σπουδὴν καὶ ἐφ̓ οἷς θαυμάζουσιν οἱ πολλοὶ τοὺς κεκτημένους, οὐδέν ἐστιν ὄφελος, ἀλλ̓ οὐδεμιᾶς ἄξια δραχμῆς τὰ σύμπαντα: οὐδ̓ ἂν γένοιντο ἄνθρωποί ποτε εὐδαίμονες ἀνόητοι καὶ ἄφρονες, οὐδ̓ ἂν τὸν ἐν Σούσοις παράδεισον οἰκήσωσιν, ὃς ἦν, ὥς φασι, μετέωρος ἅπας.

 

‹ Prev