The Complete Plays
Page 74
πόρον Ἕλλας ἱρὸν εὑρεῖν;
Χορός
ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
310 μὰ Δί᾽ οὐκ ἔγωγε νῷν οἶδ᾽
ὁπόθεν γε δεῖπνον ἔσται.
Παίς
τί με δῆτ᾽ ὦ μελέα μῆτερ ἔτικτες;
Χορός
ἵν᾽ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
Παίς
ἀνόνητον ἄρ᾽ ὦ θυλάκιόν σ᾽ εἶχον ἄγαλμα.
315 ἒ ἔ. πάρα νῷν στενάζειν.
Φιλοκλέων
φίλοι, τήκομαι μὲν
πάλαι διὰ τῆς ὀπῆς
ὑμῶν ὑπακούων.
ἀλλὰ γὰρ οὐχ οἷός τ᾽ εἴμ᾽
ᾁδειν. τί ποιήσω;
τηροῦμαι δ᾽ ὑπὸ τῶνδ᾽, ἐπεὶ
320 βούλομαί γε πάλαι μεθ᾽ ὑμῶν
ἐλθὼν ἐπὶ τοὺς καδίσκους
κακόν τι ποιῆσαι.
ἀλλ᾽ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
ἤ με ποίησον καπνὸν ἐξαίφνης
325 ἢ Προξενίδην ἢ τὸν Σέλλου
τοῦτον τὸν ψευδαμάμαξυν.
τόλμησον ἄναξ χαρίσασθαί μοι,
πάθος οἰκτίρας: ἤ με κεραυνῷ
διατινθαλέῳ σπόδισον ταχέως,
330 κἄπειτ᾽ ἀνελών μ᾽ ἀποφυσήσας
εἰς ὀξάλμην ἔμβαλε θερμήν:
ἢ δῆτα λίθον με ποίησον ἐφ᾽ οὗ
τὰς χοιρίνας ἀριθμοῦσι. Χορός
τίς γάρ ἐσθ᾽ ὁ ταῦτά σ᾽ εἵργων
335 κἀποκλῄων τῇ θύρᾳ; λέξον: πρὸς εὔνους γὰρ φράσεις. Φιλοκλέων
οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε: καὶ γὰρ τυγχάνει
οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ᾽ ὕφεσθε τοῦ τόνου.
Χορός
τοῦ δ᾽ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
καὶ τίνα πρόφασιν ἔχων;
Φιλοκλέων
340 οὐκ ἐᾷ μ᾽ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,
ἀλλά μ᾽ εὐωχεῖν ἕτοιμός ἐστ᾽: ἐγὼ δ᾽ οὐ βούλομαι.
Χορός
τοῦτ᾽ ἐτόλμησ᾽ ὁ μιαρὸς χανεῖν
ὁ Δημολογοκλέων ὅδ᾽,
ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν
ἀληθές. οὐ γὰρ ἄν ποθ᾽
οὗτος ἁνὴρ τοῦτ᾽ ἐτόλμησεν
λέγειν, εἰ
345 μὴ ξυνωμότης τις ἦν. Χορός
ἀλλ᾽ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει. Φιλοκλέων
τίς ἂν οὖν εἴη; ζητεῖθ᾽ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην:
οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
Χορός
350 ἔστιν ὀπὴ δῆθ᾽ ἥντιν᾽ ἂν ἔνδοθεν οἷός τ᾽ εἴης διορύξαι,
εἶτ᾽ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;
Φιλοκλέων
πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδ᾽ εἰ σέρφῳ διαδῦναι.
ἀλλ᾽ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς: ὀπίαν δ᾽ οὐκ ἔστι γενέσθαι.
Χορός
μέμνησαι δῆθ᾽, ὅτ᾽ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.
Φιλοκλέων
οἶδ᾽: ἀλλὰ τί τοῦτ᾽; οὐδὲν γὰρ τοῦτ᾽ ἐστὶν ἐκείνῳ προσόμοιον.
ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τ᾽ αὐτὸς ἐμαυτοῦ,
Φιλοκλέων
κοὐδείς μ᾽ ἐφύλαττ᾽, ἀλλ᾽ ἐξῆν μοι
φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
360 ἄνδρες ὁπλῖται διαταξάμενοι
κατὰ τὰς διόδους σκοπιωροῦνται,
τὼ δὲ δύ᾽ αὐτῶν ἐπὶ ταῖσι θύραις
ὥσπερ με γαλῆν κρέα κλέψασαν
τηροῦσιν ἔχοντ᾽ ὀβελίσκους. Χορός
365 ἀλλὰ καὶ νῦν ἐκπόριζε
μηχανὴν ὅπως τάχισθ᾽: ἕως γάρ, ὦ μελίττιον. Φιλοκλέων
διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
Χορός
ταῦτα μὲν πρὸς ἀνδρός ἐστ᾽ ἄνοντος ἐς σωτηρίαν.
370 ἀλλ᾽ ἔπαγε τὴν γνάθον.
Φιλοκλέων
διατέτρωκται τοῦτό γ᾽. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
ἀλλὰ τηρώμεσθ᾽ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
Χορός
μηδὲν ὦ τᾶν δέδιθι, μηδέν:
ὡς ἐγὼ τοῦτόν γ᾽, ἐὰν γρύξῃ
τι, ποιήσω δακεῖν τὴν
375 καρδίαν καὶ τὸν περὶ ψυχῆς
δρόμον δραμεῖν, ἵν᾽ εἰδῇ
μὴ πατεῖν τὰ
τοῖν θεοῖν ψηφίσματα. Χορός
ἀλλ᾽ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους. Φιλοκλέων
ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ᾽ ἐσκαλαμᾶσθαι
κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.
Χορός
ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
ὥστ᾽ οὐ δυνατόν σ᾽ εἵργειν ἔσται: τοιαῦτα ποιήσομεν ἡμεῖς.
Φιλοκλέων
385 δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετ᾽; — ἤν τι πάθω ‘γώ,
ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ᾽ ὑπὸ τοῖσι δρυφάκτοις.
Χορός
οὐδὲν πείσει: μηδὲν δείσῃς. ἀλλ᾽ ὦ βέλτιστε καθίει
σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
Φιλοκλέων
ὦ Λύκε δέσποτα, γείτων ἥρως: σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,
τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς:
ᾤκησας γοῦν ἐπίτηδ
ες ἰὼν ἐνταῦθ᾽ ἵνα ταῦτ᾽ ἀκροῷο,
κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον:
κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ᾽ ἀποπάρδω.
Βδελυκλέων
395 οὗτος ἐγείρου.
Ξανθίας
τί τὸ πρᾶγμ᾽;
Βδελυκλέων
ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.
Ξανθίας
μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
Βδελυκλέων
μὰ Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ καθιμᾷ
αὑτὸν δήσας.
Ξανθίας
ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
Βδελυκλέων
ἀνάβαιν᾽ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
Φιλοκλέων
οὐ ξυλλήψεσθ᾽ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
πότε δ᾽, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ᾽ εἴσω μᾶλλον ἄγεσθαι;
Χορός
εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
ἥνπερ, ἡνίκ᾽ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
νῦν ἐκεῖνο νῦν ἐκεῖνο
τοὐξύθυμον, ᾧ κολαζόμεσθα,
κέντρον †ἐντέτατ᾽ ὀξύ†.
ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,
θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ᾽ ἀγγέλλετε,
410 καὶ κελεύετ᾽ αὐτὸν ἥκειν
ὡς ἐπ᾽ ἄνδρα μισόπολιν
ὄντα κἀπολούμενον, ὅτι
τόνδε λόγον ἐσφέρει,
μὴ δικάζειν δίκας.
Βδελυκλέων
415 ὦγαθοὶ τὸ πρᾶγμ᾽ ἀκούσατ᾽, ἀλλὰ μὴ κεκράγετε.
Χορός
νὴ Δί᾽ ἐς τὸν οὐρανόν γ᾽.
Βδελυκλέων
ὡς τοῦδ᾽ ἐγὼ οὐ μεθήσομαι.
Χορός
ταῦτα δῆτ᾽ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
Ξανθίας
420 Ἡράκλεις καὶ κέντρ᾽ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;
Βδελυκλέων
οἷς γ᾽ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
Χορός
καὶ σέ γ᾽ αὐτοῖς ἐξολοῦμεν: ἀλλὰ πᾶς ἐπίστρεφε
δεῦρο κἀξείρας τὸ κέντρον εἶτ᾽ ἐπ᾽ αὐτὸν ἵεσο,
ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
425 ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
Ξανθίας
τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δί᾽, εἰ μαχούμεθα:
ὡς ἔγωγ᾽ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
Χορός
ἀλλ᾽ ἀφίει τὸν ἄνδρ᾽: εἰ δὲ μή, φήμ᾽ ἐγὼ
τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
Φιλοκλέων
430 εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθ᾽ ὠργισμένοι,
οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
Βδελυκλέων
ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί:
435 εἰ δὲ μή, ‘ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
Χορός
εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
Φιλοκλέων
ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
περιορᾷς οὕτω μ᾽ ὑπ᾽ ἀνδρῶν βαρβάρων χειρούμενον,
440 οὓς ἐγὼ ‘δίδαξα κλάειν τέτταρ᾽ ἐς τὴν χοίνικα;
Χορός
εἶτα δῆτ᾽ οὐ πόλλ᾽ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
δηλαδή: καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
445 καὶ κυνᾶς: καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,
ὥστε μὴ ῥιγῶν ἑκάστοτ᾽: ἀλλὰ τούτοις γ᾽ οὐκ ἔνι
οὐδ᾽ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
Φιλοκλέων
οὐκ ἀφήσεις οὐδὲ νυνί μ᾽ ὦ κάκιστον θηρίον,
οὐδ᾽ ἀναμνησθεὶς ὅθ᾽ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
450 προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ᾽ εὖ κἀνδρικῶς,
ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ᾽ ἀχάριστος ἦσθ᾽ ἄρα.
ἀλλ᾽ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
Χορός
ἀλλὰ τούτων μὲν τάχ᾽ ἡμῖν δώσετον καλὴν δίκην,
οὐκέτ᾽ ἐς μακρὰν ἵν᾽ εἰδῆθ᾽ οἷός ἐστ᾽ ἀνδρῶν τρόπος
455 ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
Βδελυκλέων
παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
Ξανθίας
ἀλλὰ δρῶ τοῦτ᾽: ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
Σωσίας
οὐχὶ σοῦσθ᾽; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.
Ξανθίας
καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
460 ἆρ᾽ ἐμέλλομέν ποθ᾽ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
Βδελυκλέων
ἀλλὰ μὰ Δί᾽ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
Χορός
ἆρα δῆτ᾽ οὐκ αὐτὰ δῆλα
>
τοῖς πένησιν, ἡ τυραννὶς
465 †ὡς λάθρᾳ γ᾽ ἐλάνθαν᾽ ὑπιοῦσά με,†
εἰ σύ γ᾽ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,
οὔτε τιν᾽ ἔχων πρόφασιν
οὔτε λόγον εὐτράπελον,
470 αὐτὸς ἄρχων μόνος;
Βδελυκλέων
ἔσθ᾽ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
Χορός
σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
475 καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
στεμμάτων τήν θ᾽ ὑπήνην ἄκουρον τρέφων;
Βδελυκλέων
νὴ Δί᾽ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
Χορός
480 οὐδὲ μὴν οὐδ᾽ ἐν σελίνῳ σοὐστὶν οὐδ᾽ ἐν πηγάνῳ:
τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλ᾽ ὅταν ξυνήγορος
ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
Βδελυκλέων
ἆρ᾽ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
485 ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν δι᾽ ἡμέρας;
Χορός
οὐδέποτέ γ᾽, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
ὅστις ἡμῶν ἐπὶ τυραννίδ᾽ ὧδ᾽ ἐστάλης.
Βδελυκλέων
ὡς ἅπανθ᾽ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
ἤν τε μεῖζον ἤν τ᾽ ἔλαττον πρᾶγμά τις κατηγορῇ,
490 ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ᾽ οὐδὲ πεντήκοντ᾽ ἐτῶν:
νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
ὥστε καὶ δὴ τοὔνομ᾽ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ‘θέλῃ,