Book Read Free

The Complete Plays

Page 98

by Aristophanes


  190 εἰς ἀσπίδ᾽ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.

  Λυσιστράτη

  τίς ἂν οὖν γένοιτ᾽ ἂν ὅρκος;

  Καλονίκη

  εἰ λευκόν ποθεν

  ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.

  Λυσιστράτη

  ποῖ λευκὸν ἵππον;

  Καλονίκη

  ἀλλὰ πῶς ὀμούμεθα

  ἡμεῖς;

  Λυσιστράτη

  ἐγώ σοι νὴ Δί᾽, ἢν βούλῃ, φράσω.

  195 θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,

  μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον

  ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ‘πιχεῖν ὕδωρ.

  Λαμπιτώ

  φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.

  Λυσιστράτη

  φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.

  Μυρρίνη

  200 ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.

  Καλονίκη

  ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.

  Λυσιστράτη

  καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.

  δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,

  τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.

  Καλονίκη

  205 εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.

  Λαμπιτώ

  καὶ μὰν ποτόδδει γ᾽ ἁδὺ ναὶ τὸν Κάστορα.

  Μυρρίνη

  ἐᾶτε πρώτην μ᾽ ὦ γυναῖκες ὀμνύναι.

  Καλονίκη

  μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.

  Λυσιστράτη

  λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ:

  210 λεγέτω δ᾽ ὑπὲρ ὑμῶν μί᾽ ἅπερ ἂν κἀγὼ λέγω:

  ὑμεῖς δ᾽ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.

  οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ —

  Καλονίκη

  οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ —

  Λυσιστράτη

  ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.

  Καλονίκη

  215 ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ

  ὑπολύεταί μου τὰ γόνατ᾽ ὦ Λυσιστράτη.

  Λυσιστράτη

  οἴκοι δ᾽ ἀταυρώτη διάξω τὸν βίον —

  Καλονίκη

  οἴκοι δ᾽ ἀταυρώτη διάξω τὸν βίον —

  Λυσιστράτη

  κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, —

  Καλονίκη

  220 κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, —

  Λυσιστράτη

  ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου:

  Καλονίκη

  ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου:

  Λυσιστράτη

  κοὐδέποθ᾽ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

  Καλονίκη

  κοὐδέποθ᾽ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.

  Λυσιστράτη

  225 ἐὰν δέ μ᾽ ἄκουσαν βιάζηται βίᾳ, —

  Καλονίκη

  ἐὰν δέ μ᾽ ἄκουσαν βιάζηται βίᾳ, —

  Λυσιστράτη

  κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

  Καλονίκη

  κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.

  Λυσιστράτη

  οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

  Καλονίκη

  230 οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.

  Λυσιστράτη

  οὐ στήσομαι λέαιν᾽ ἐπὶ τυροκνήστιδος.

  Καλονίκη

  οὐ στήσομαι λέαιν᾽ ἐπὶ τυροκνήστιδος.

  Λυσιστράτη

  ταῦτ᾽ ἐμπεδοῦσα μὲν πίοιμ᾽ ἐντευθενί:

  Καλονίκη

  ταῦτ᾽ ἐμπεδοῦσα μὲν πίοιμ᾽ ἐντευθενί:

  Λυσιστράτη

  235 εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ᾽ ἡ κύλιξ.

  Καλονίκη

  εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ᾽ ἡ κύλιξ.

  Λυσιστράτη

  συνεπόμνυθ᾽ ὑμεῖς ταῦτα πᾶσαι;

  Πᾶσαι

  νὴ Δία.

  Λυσιστράτη

  φέρ᾽ ἐγὼ καθαγίσω τήνδε.

  Καλονίκη

  τὸ μέρος γ᾽ ὦ φίλη,

  ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.

  Λαμπιτώ

  240 τίς ὡλολυγά;

  Λυσιστράτη

  τοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ ‘λεγον:

  αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ

  ἤδη κατειλήφασιν. ἀλλ᾽ ὦ Λαμπιτοῖ

  σὺ μὲν βάδιζε καὶ τὰ παρ᾽ ὑμῶν εὖ τίθει,

  τασδὶ δ᾽ ὁμήρους κατάλιφ᾽ ἡμῖν ἐνθάδε:

  245 ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει

  ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.

  Καλονίκη

  οὔκουν ἐφ᾽ ἡμᾶς ξυμβοηθήσειν οἴει

  τοὺς ἄνδρας εὐθύς;

  Λυσιστράτη

  ὀλίγον αὐτῶν μοι μέλει.

  οὐ γὰρ τοσαύτας οὔτ᾽ ἀπειλὰς οὔτε πῦρ

  250 ἥξουσ᾽ ἔχοντες ὥστ᾽ ἀνοῖξαι τὰς πύλας

  ταύτας, ἐὰν μὴ ‘φ᾽ οἷσιν ἡμεῖς εἴπομεν.

  Καλονίκη

  μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ᾽: ἄλλως γὰρ ἂν

  ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ᾽ ἄν.

  Χορὸς γερόντων

  χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς

  255 κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας. Χορὸς γερόντων

  ἦ πόλλ᾽ ἄελπτ᾽ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,

  ἐπεὶ τίς ἄν ποτ᾽ ἤλπισ᾽ ὦ Στρυμόδωρ᾽ ἀκοῦσαι

  260 γυναῖκας, ἃς ἐβόσκομεν

  κατ᾽ οἶκον ἐμφανὲς κακόν,

  κατὰ μὲν ἅγιον ἔχειν βρέτας,

  κατὰ δ᾽ ἀκρόπολιν ἐμὰν λαβεῖν

  μοχλοῖς δὲ καὶ κλῄθροισι

  265 τὰ προπύλαια πακτοῦν; Χορὸς γερόντων

  ἀλλ᾽ ὡς τάχιστα πρ
ὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε,

  ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,

  ὅσαι τὸ πρᾶγμα τοῦτ᾽ ἐνεστήσαντο καὶ μετῆλθον,

  μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες

  270 πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος. Χορὸς γερόντων

  οὐ γὰρ μὰ τὴν Δήμητρ᾽ ἐμοῦ ζῶντος ἐγχανοῦνται:

  ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,

  275 ἀπῆθεν ἀψάλακτος, ἀλλ᾽

  ὅμως Λακωνικὸν πνέων

  ᾤχετο θὤπλα παραδοὺς ἐμοί,

  σμικρὸν ἔχων πάνυ τριβώνιον,

  πινῶν ῥυπῶν ἀπαράτιλτος,

  280 ἓξ ἐτῶν ἄλουτος. Χορὸς γερόντων

  οὕτως ἐπολιόρκησ᾽ ἐγὼ τὸν ἄνδρ᾽ ἐκεῖνον ὠμῶς

  ἐφ᾽ ἑπτακαίδεκ᾽ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.

  τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς

  ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;

  285 μή νυν ἔτ᾽ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη. Χορὸς γερόντων

  ἀλλ᾽ αὐτὸ γάρ μοι τῆς ὁδοῦ

  λοιπόν ἐστι χωρίον

  τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω:

  χὤπως ποτ᾽ ἐξαμπρεύσομεν

  290 τοῦτ᾽ ἄνευ κανθηλίου.

  ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον:

  ἀλλ᾽ ὅμως βαδιστέον,

  καὶ τὸ πῦρ φυσητέον,

  μή μ᾽ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.

  φῦ φῦ.

  295 ἰοὺ ἰοὺ τοῦ καπνοῦ. Χορὸς γερόντων

  ὡς δεινὸν ὦναξ Ἡράκλεις

  προσπεσόν μ᾽ ἐκ τῆς χύτρας

  ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει:

  κἄστιν γε Λήμνιον τὸ πῦρ

  300 τοῦτο πάσῃ μηχανῇ.

  οὐ γὰρ ἄν ποθ᾽ ὧδ᾽ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.

  σπεῦδε πρόσθεν ἐς πόλιν

  καὶ βοήθει τῇ θεῷ.

  ἢ πότ᾽ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν;

  φῦ φῦ.

  305 ἰοὺ ἰοὺ τοῦ καπνοῦ. Χορὸς γερόντων

  τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.

  οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,

  τῆς ἀμπέλου δ᾽ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες

  ἅψαντες εἶτ᾽ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;

  310 κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,

  ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.

  θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ.

  τίς ξυλλάβοιτ᾽ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;

  ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.

  315 σὸν δ᾽ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακ᾽ ἐξεγείρειν,

  τὴν λαμπάδ᾽ ἡμμένην ὅπως πρώτιστ᾽ ἐμοὶ προσοίσεις.

  δέσποινα Νίκη ξυγγενοῦ τῶν τ᾽ ἐν πόλει γυναικῶν

  τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.

  Χορὸς Γυναικῶν

  λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες

  320 ὥσπερ πυρὸς καομένου: σπευστέον ἐστὶ θᾶττον.

  Χορὸς Γυναικῶν

  πέτου πέτου Νικοδίκη,

  πρὶν ἐμπεπρῆσθαι Καλύκην

  τε καὶ Κρίτυλλαν περιφυσήτω

  †ὑπό τε νόμων † ἀργαλέων

  325 ὑπό τε γερόντων ὀλέθρων.

  ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ.

  νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία

  μόλις ἀπὸ κρήνης ὑπ᾽ ὄχλου καὶ θορύβου καὶ πατάγου

  χυτρείου,

  330 δούλαισιν ὠστιζομένη

  *

  στιγματίαις θ᾽, ἁρπαλέως

  ἀραμένη ταῖσιν ἐμαῖς

  δημότισιν καομέναις

  φέρουσ᾽ ὕδωρ βοηθῶ. Χορὸς Γυναικῶν

  ἤκουσα γὰρ τυφογέροντας

  ἄνδρας ἔρρειν, στελέχη

  φέροντας ὥσπερ βαλανεύσοντας

  ἐς πόλιν ὡς τριτάλαντον βάρος,

  δεινότατ᾽ ἀπειλοῦντας ἐπῶν

  340 ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν:

  ἃς ὦ θεὰ μή ποτ᾽ ἐγὼ πιμπραμένας ἴδοιμι,

  ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ

  πολίτας,

  ἐφ᾽ οἷσπερ ὦ χρυσολόφα

  345 πολιοῦχε σὰς ἔσχον ἕδρας.

  καί σε καλῶ ξύμμαχον ὦ

  Τριτογένει᾽, εἴ τις ἐκείνας

  ὑποπίμπρησιν ἀνήρ,

  φέρειν ὕδωρ μεθ᾽ ἡμῶν. Χορὸς Γυναικῶν

  350 ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι:

  οὐ γάρ ποτ᾽ ἂν χρηστοί γ᾽ ἔδρων οὐδ᾽ εὐσεβεῖς τάδ᾽ ἄνδρες.

  Χορὸς γερόντων

  τουτὶ τὸ πρᾶγμ᾽ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει:

  ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.

  Χορὸς Γυναικῶν

  τί βδύλλεθ᾽ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;

  355 καὶ μὴν μέρος γ᾽ ἡμῶν ὁρᾶτ᾽ οὔπω τὸ μυριοστόν.

  Χορὸς γερόντων

  ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;

  οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ᾽ ἐχρῆν τιν᾽ αὐταῖς;

  Χορὸς Γυναικῶν

  θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ᾽, ὅπως ἂν

  ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μ᾽ ἐμποδίζῃ.

  Χορὸς γερόντων

  360 εἰ νὴ Δί᾽ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς

  ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν ε�
�χον.

  Χορὸς Γυναικῶν

  καὶ μὴν ἰδοὺ παταξάτω τις: στᾶσ᾽ ἐγὼ παρέξω,

  κοὐ μή ποτ᾽ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.

  Χορὸς γερόντων

  εἰ μὴ σιωπήσει, θενών σου ‘κκοκκιῶ τὸ γῆρας.

  Χορὸς Γυναικῶν

  365 ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.

  Χορὸς γερόντων

  τί δ᾽ ἢν σποδῶ τοῖς κονδύλοις; τί μ᾽ ἐργάσει τὸ δεινόν;

  Χορὸς Γυναικῶν

  βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ᾽ ἐξαμήσω.

  Χορὸς γερόντων

  οὐκ ἔστ᾽ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής:

  οὐδὲν γὰρ οὕτω θρέμμ᾽ ἀναιδές ἐστιν ὡς γυναῖκες.

  Χορὸς Γυναικῶν

  370 αἰρώμεθ᾽ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη.

  Χορὸς γερόντων

  τί δ᾽ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρ᾽ ὕδωρ ἔχουσ᾽ ἀφίκου;

  Χορὸς Γυναικῶν

  τί δαὶ σὺ πῦρ ὦ τύμβ᾽ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;

  Χορὸς γερόντων

  ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.

  Χορὸς Γυναικῶν

  ἐγὼ δέ γ᾽ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.

  Χορὸς γερόντων

  375 τοὐμὸν σὺ πῦρ κατασβέσεις;

  Χορὸς Γυναικῶν

  τοὔργον τάχ᾽ αὐτὸ δείξει.

  Χορὸς γερόντων

  οὐκ οἶδά σ᾽ εἰ τῇδ᾽ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.

  Χορὸς Γυναικῶν

  εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γ᾽ ἐγὼ παρέξω.

  Χορὸς γερόντων

  ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;

  Χορὸς Γυναικῶν

  καὶ ταῦτα νυμφικόν γε.

  Χορὸς γερόντων

  ἤκουσας αὐτῆς τοῦ θράσους;

  Χορὸς Γυναικῶν

  ἐλευθέρα γάρ εἰμι.

  Χορὸς γερόντων

  380 σχήσω σ᾽ ἐγὼ τῆς νῦν βοῆς.

 

‹ Prev