Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 145
Delphi Complete Works of Polybius Page 145

by Polybius


  [1] οἱ δὲ Καρχηδόνιοι τοῦ δυστυχήματος αὐτοῖς ἀναγγελθέντος ποιεῖν μὲν οὐδὲν εἶχον, ἐσχετλίαζον δὲ καὶ περιπαθεῖς γινόμενοι τῇ συμφορᾷ πρὸς μὲν Ἀμίλκαν καὶ τὸν ἕτερον τῶν στρατηγῶν Ἄννωνα πρεσβευτὰς ἐξέπεμπον, δεόμενοι βοηθεῖν καὶ τιμωρεῖν τοῖς ἠτυχηκόσι. [2] πρὸς δὲ τοὺς ἠσεβηκότας κήρυκας ἐξαπέστελλον περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως. [3] οἱ δ᾽ οὔτ᾽ ἔδοσαν, προεῖπόν τε τοῖς παροῦσιν μήτε κήρυκα πέμπειν πρὸς σφᾶς μήτε πρεσβευτήν, ὡς τῆς αὐτῆς κολάσεως ὑπομενούσης τοὺς παραγενομένους ἧς νῦν Γέσκων τέτευχε. [4] πρὸς δὲ τὸ λοιπὸν ἐδογματοποίησαν καὶ παρῄνεσαν αὑτοῖς, ὃν μὲν ἂν λάβωσιν Καρχηδονίων, τιμωρησαμένους ἀποκτείνειν: ὃν δ᾽ ἂν τῶν συμμαχούντων αὐτοῖς, ἀποκόψαντας τὰς χεῖρας αὖθις εἰς Καρχηδόν᾽ ἀποπέμπειν. ὃ δὴ καὶ διετέλεσαν ἐπιμελῶς ποιοῦντες. [5] διόπερ εἰς ταῦτα βλέπων οὐκ ἄν τις εἰπεῖν ὀκνήσειεν ὡς οὐ μόνον τὰ σώματα τῶν ἀνθρώπων καί τινα τῶν ἐν αὐτοῖς γεννωμένων ἑλκῶν καὶ φυμάτων ἀποθηριοῦσθαι συμβαίνει καὶ τελέως ἀβοήθητα γίνεσθαι, πολὺ δὲ μάλιστα τὰς ψυχάς. [6] ἐπί τε γὰρ τῶν ἑλκῶν, ἐὰν μὲν θεραπείαν τοῖς τοιούτοις προσάγῃ τις, ὑπ᾽ αὐτῆς ἐνίοτε ταύτης ἐρεθιζόμενα θᾶττον ποιεῖται τὴν νομήν: ἐὰν δὲ πάλιν ἀφῇ, κατὰ τὴν ἐξ αὑτῶν φύσιν φθείροντα τὸ συνεχὲς οὐκ ἴσχει παῦλαν, ἕως ἂν ἀφανίσῃ τὸ ὑποκείμενον: [7] ταῖς τε ψυχαῖς παραπλησίως τοιαῦται πολλάκις ἐπιφύονται μελανίαι καὶ σηπεδόνες ὥστε μηδὲν ἀσεβέστερον ἀνθρώπου μηδ᾽ ὠμότερον ἀποτελεῖσθαι τῶν ζῴων. [8] οἷς ἐὰν μὲν συγγνώμην τινὰ προσάγῃς καὶ φιλανθρωπίαν, ἐπιβουλὴν καὶ παραλογισμὸν ἡγούμενοι τὸ συμβαῖνον ἀπιστότεροι καὶ δυσμενέστεροι γίνονται πρὸς τοὺς φιλανθρωποῦντας: [9] ἐὰν δ᾽ ἀντιτιμωρῇ, διαμιλλώμενοι τοῖς θυμοῖς οὐκ ἔστι τι τῶν ἀπειρημένων ἢ δεινῶν ὁποῖον οὐκ ἀναδέχονται, σὺν καλῷ τιθέμενοι τὴν τοιαύτην τόλμαν: τέλος δ᾽ ἀποθηριωθέντες ἐξέστησαν τῆς ἀνθρωπίνης φύσεως. [10] τῆς δὲ διαθέσεως ἀρχηγὸν μὲν καὶ μεγίστην μερίδα νομιστέον ἔθη μοχθηρὰ καὶ τροφὴν ἐκ παίδων κακήν, συνεργὰ δὲ καὶ πλείω, μέγιστα δὲ τῶν συνεργῶν τὰς ἀεὶ τῶν προεστώτων ὕβρεις καὶ πλεονεξίας. [11] ἃ δὴ τότε συνέβαινε καὶ περὶ μὲν τὸ σύστημα τῶν μισθοφόρων, ἔτι δὲ μᾶλλον περὶ τοὺς ἡγεμόνας αὐτῶν ὑπάρχειν.

  [1] Ἀμίλκας δὲ δυσχρηστούμενος τῇ τῶν πολεμίων ἀπονοίᾳ τὸν μὲν Ἄννωνα πρὸς ἑαυτὸν ἐκάλει, πεπεισμένος ἁθροισθέντων ὁμοῦ τῶν στρατοπέδων θᾶττον ἐπιθήσειν τέλος τοῖς ὅλοις. [2] τῶν δὲ πολεμίων οὕς ποτε κρατήσειε, τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ζωγρίᾳ πρὸς αὐτὸν εἰσαναχθέντας ὑπέβαλλε τοῖς θηρίοις, μίαν ὁρῶν λύσιν ταύτην, εἰ δυνηθείη τοὺς ἐχθροὺς ἄρδην ἀφανίσαι. [3] δοκούντων δὲ τῶν Καρχηδονίων ἐπικυδεστέρας ἐλπίδας ἔχειν ἤδη κατὰ τὸν πόλεμον, γίνεταί τις ὁλοσχερὴς καὶ παράδοξος περὶ αὐτοὺς παλίρροια τῶν πραγμάτων. [4] οἵ τε γὰρ στρατηγοὶ συνελθόντες ἐπὶ ταὐτὸ διεστασίασαν πρὸς σφᾶς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον τοὺς κατὰ τῶν ἐχθρῶν παραλείπειν καιρούς, ἀλλὰ καὶ κατὰ σφῶν αὐτῶν πολλὰς ἀφορμὰς διδόναι τοῖς ὑπεναντίοις διὰ τὴν πρὸς ἀλλήλους φιλονικίαν. [5] ἃ δὴ καὶ συνέντες οἱ Καρχηδόνιοι τῷ μὲν ἑνὶ τῶν στρατηγῶν ἀπαλλάττεσθαι προσέταξαν, τῷ δ᾽ ἑτέρῳ μένειν, ὃν ἂν αἱ δυνάμεις προκρίνωσιν. [6] ἅμα δὲ τούτοις καὶ τὰς παρακομιζομένας ἀγορὰς ἐκ τῶν παρ᾽ αὐτοῖς καλουμένων Ἐμπορίων, ἐφ᾽ αἷς εἶχον τὰς μεγίστας ἐλπίδας περί τε τῆς τροφῆς καὶ τῶν ἄλλων ἐπιτηδείων, διαφθαρῆναι συνέβη κατὰ θάλατταν ὁλοσχερῶς ὑπὸ χειμῶνος. [7] τὰ δὲ κατὰ τὴν Σαρδόνα, καθάπερ ἐπάνω προεῖπον, ἐτύγχανεν ἀπηλλοτριωμένα, μεγάλας αὐτοῖς αἰεί ποτε χρείας παρεχομένης τῆς νήσου ταύτης κατὰ τὰς περιστάσεις. [8] τὸ δὲ μέγιστον, ἡ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων ἀπέστη πόλις, αἵτινες ἐτύγχανον μόναι τῶν κατὰ τὴν Λιβύην οὐ μόνον τὸν ἐνεστῶτα πόλεμον ἀναδεδεγμέναι γενναίως, ἀλλὰ καὶ τοὺς κατ᾽ Ἀγαθοκλέα καιροὺς καὶ τὴν Ῥωμαίων ἔφοδον εὐγενῶς ὑπομεμενηκυῖαι καὶ συλλήβδην οὐδέποτε βεβουλευμέναι Καρχηδονίοις οὐδὲν ὑπεναντίον. [9] τότε δὲ χωρὶς τῆς ἀλόγου πρὸς τοὺς Λίβυας ἀποστάσεως καὶ διὰ τῆς μεταθέσεως εὐθέως τούτοις μὲν τὴν μεγίστην οἰκειότητα καὶ πίστιν ἐναπεδείξαντο, πρὸς δὲ τοὺς Καρχηδονίους ἀπαραίτητον ὀργὴν ἐνεστήσαντο καὶ μῖσος. [10] τοὺς μὲν γὰρ παραβεβοηθηκότας αὐτοῖς παρ᾽ ἐκείνων, ὄντας εἰς πεντακοσίους, καὶ τὸν ἡγεμόνα τούτων ἀποκτείναντες ἅπαντας ἔρριψαν κατὰ τοῦ τείχους, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Λίβυσι: τοῖς γε μὴν Καρχηδονίοις οὐδὲ θάψαι συνεχώρησαν τοὺς ἠτυχηκότας αἰτουμένοις. [11] τούτων δὲ συμβαινόντων οἱ μὲν περὶ τὸν Μάθω καὶ Σπένδιον ἐπαρθέντες τοῖς συμβεβηκόσιν πολιορκεῖν ἐνεχείρησαν αὐτὴν τὴν Καρχηδόνα. [12] Βάρκας δὲ παραλαβὼν Ἀννίβαν τὸν στρατηγόν: τοῦτον γὰρ ἐξαπέστειλαν οἱ πολῖται πρὸς τὰς δυνάμεις, ἐπεὶ τὸν Ἄννωνα τὸ στρατόπεδον ἔκρινε δεῖν ἀπαλλάττεσθαι κατὰ τὴν ὑπὸ τῶν Καρχηδονίων αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν περὶ τὰς γενομένας τῶν στρατηγῶν στάσεις πρὸς ἀλλήλους: [13] διόπερ Ἀμίλκας ἔχων τοῦτόν τε καὶ Ναραύαν
ἐπῄει τὴν χώραν, διακλείων τὰς χορηγίας τοῖς περὶ τὸν Μάθω καὶ Σπένδιον, μεγίστην αὐτῷ παρεχομένου χρείαν περί τε ταῦτα καὶ τἄλλα Ναραύα τοῦ Νομάδος. [14]

  [1] τὰ μὲν οὖν περὶ τὰς ὑπαίθρους δυνάμεις ἐν τούτοις ἦν. οἱ δὲ Καρχηδόνιοι περικλειόμενοι πανταχόθεν ἠναγκάζοντο καταφεύγειν ἐπὶ τὰς συμμαχίδων πόλεων [2] ἐλπίδας. Ἱέρων δ᾽ ἀεὶ μέν ποτε κατὰ τὸν ἐνεστῶτα πόλεμον μεγάλην ἐποιεῖτο σπουδὴν εἰς πᾶν τὸ παρακαλούμενον ὑπ᾽ αὐτῶν, [3] τότε δὲ καὶ μᾶλλον ἐφιλοτιμεῖτο, πεπεισμένος συμφέρειν ἑαυτῷ καὶ πρὸς τὴν ἐν Σικελίᾳ δυναστείαν καὶ πρὸς τὴν Ῥωμαίων φιλίαν τὸ σῴζεσθαι Καρχηδονίους, ἵνα μὴ παντάπασιν ἐξῇ τὸ προτεθὲν ἀκονιτὶ συντελεῖσθαι τοῖς ἰσχύουσι, πάνυ φρονίμως καὶ νουνεχῶς λογιζόμενος. [4] οὐδέποτε γὰρ χρὴ τὰ τοιαῦτα παρορᾶν οὐδὲ τηλικαύτην οὐδενὶ συγκατασκευάζειν δυναστείαν, πρὸς ἣν οὐδὲ περὶ τῶν ὁμολογουμένων ἐξέσται δικαίων ἀμφισβητεῖν. [5] οὐ μὴν ἀλλὰ καὶ Ῥωμαῖοι τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια προθυμίας οὐδὲν ἀπέλειπον. [6] ἐν ἀρχαῖς μὲν γὰρ ἐγένετό τις ἀμφισβήτησις ἐξ ἀμφοῖν διά τινας τοιαύτας αἰτίας. [7] τῶν Καρχηδονίων τοὺς πλέοντας ἐξ Ἰταλίας εἰς Λιβύην καὶ χορηγοῦντας τοῖς πολεμίοις καταγόντων ὡς αὑτούς, καὶ σχεδὸν ἁθροισθέντων τούτων εἰς τὴν φυλακὴν εἰς τοὺς πεντακοσίους, ἠγανάκτησαν οἱ Ῥωμαῖοι. [8] μετὰ δὲ ταῦτα διαπρεσβευσάμενοι καὶ κομισάμενοι διὰ λόγου πάντας ἐπὶ τοσοῦτον εὐδόκησαν ὥστε παραχρῆμα τοῖς Καρχηδονίοις ἀντιδωρήσασθαι τοὺς ὑπολειπομένους παρ᾽ αὐτοῖς αἰχμαλώτους ἐκ τοῦ περὶ Σικελίαν πολέμου. [9] ἀπὸ δὲ τούτου τοῦ καιροῦ πρὸς ἕκαστα τῶν παρακαλουμένων ἑτοίμως καὶ φιλανθρώπως ὑπήκουον. [10] διὸ καὶ πρὸς μὲν τοὺς Καρχηδονίους ἐπέτρεψαν τοῖς ἐμπόροις ἐξαγαγεῖν αἰεὶ τὸ κατεπεῖγον, πρὸς δὲ τοὺς πολεμίους ἐκώλυσαν. [11] μετὰ δὲ ταῦτα τῶν μὲν ἐν τῇ Σαρδόνι μισθοφόρων, καθ᾽ ὃν καιρὸν ἀπὸ τῶν Καρχηδονίων ἀπέστησαν, ἐπισπωμένων αὐτοὺς ἐπὶ τὴν νῆσον οὐχ ὑπήκουσαν: τῶν δ᾽ Ἰτυκαίων ἐγχειριζόντων σφᾶς, οὐ προσεδέξαντο, τηροῦντες τὰ κατὰ τὰς συνθήκας δίκαια. [12]

  [1] Καρχηδόνιοι μὲν οὖν τῆς παρὰ τῶν προειρημένων φίλων τυγχάνοντες ἐπικουρίας ὑπέμενον τὴν πολιορκίαν. τοῖς δὲ περὶ τὸν Μάθω καὶ Σπένδιον οὐχ ἧττον πολιορκεῖσθαι συνέβαινεν ἢ πολιορκεῖν. [2] εἰς τοιαύτην γὰρ αὐτοὺς οἱ περὶ τὸν Ἀμίλκαν ἔνδειαν καθίστασαν τῶν ἐπιτηδείων ὥστ᾽ ἀναγκασθῆναι τέλος αὐτοὺς διαλῦσαι τὴν πολιορκίαν. [3] μετὰ δέ τινα χρόνον ἁθροίσαντες τῶν τε μισθοφόρων τοὺς ἀρίστους καὶ Λιβύων, τοὺς ἅπαντας εἰς πεντακισμυρίους, μεθ᾽ ὧν ἦν καὶ Ζάρζας ὁ Λίβυς ἔχων τοὺς ὑφ᾽ αὑτὸν ταττομένους, ὥρμησαν αὖθις ἀντιπαράγειν ἐν τοῖς ὑπαίθροις καὶ τηρεῖν τοὺς περὶ τὸν Ἀμίλκαν. [4] τῶν μὲν οὖν πεδινῶν τόπων ἀπείχοντο, καταπεπληγμένοι τὰ θηρία καὶ τοὺς περὶ τὸν Ναραύαν ἱππεῖς, τοὺς δ᾽ ὀρεινοὺς καὶ στενοὺς ἐπειρῶντο προκαταλαμβάνειν. [5] ἐν οἷς καιροῖς συνέβη ταῖς μὲν ἐπιβολαῖς καὶ τόλμαις μηδὲν αὐτοὺς λείπεσθαι τῶν ὑπεναντίων, διὰ δὲ τὴν ἀπειρίαν πολλάκις ἐλαττοῦσθαι. [6] τότε γὰρ ἦν, ὡς ἔοικε, συνιδεῖν ἐπ᾽ αὐτῆς τῆς ἀληθείας πηλίκην ἔχει διαφορὰν ἐμπειρία μεθοδικὴ καὶ στρατηγικὴ δύναμις ἀπειρίας καὶ τριβῆς ἀλόγου καὶ στρατιωτικῆς. [7] πολλοὺς μὲν γὰρ αὐτῶν ἐν ταῖς κατὰ μέρος χρείαις ἀποτεμνόμενος καὶ συγκλείων ὥσπερ ἀγαθὸς πεττευτὴς ἀμαχεὶ διέφθειρε, [8] πολλοὺς δ᾽ ἐν τοῖς ὁλοσχερέσι κινδύνοις τοὺς μὲν εἰς ἐνέδρας ἀνυπονοήτους ἐπαγόμενος ἀνῄρει, τοῖς δ᾽ ἀνελπίστως καὶ παραδόξως ποτὲ μὲν μεθ᾽ ἡμέραν ποτὲ δὲ νύκτωρ ἐπιφαινόμενος ἐξέπληττεν: ὧν ὅσους λάβοι ζωγρίᾳ, πάντας παρέβαλλε τοῖς θηρίοις. [9] τέλος δ᾽ ἐπιστρατοπεδεύσας αὐτοῖς ἀνυπονοήτως ἐν τόποις ἀφυέσι μὲν πρὸς τὴν ἐκείνων χρείαν εὐφυέσι δὲ πρὸς τὴν ἑαυτοῦ δύναμιν εἰς τοῦτ᾽ ἤγαγε περιστάσεως ὥστε μήτε διακινδυνεύειν τολμῶντας μήτ᾽ ἀποδρᾶναι δυναμένους διὰ τὸ τάφρῳ καὶ χάρακι περιειλῆφθαι πανταχόθεν τέλος ὑπὸ τῆς λιμοῦ συναγομένους ἐσθίειν ἀλλήλων ἀναγκασθῆναι, [10] τοῦ δαιμονίου τὴν οἰκείαν ἀμοιβὴν αὐτοῖς ἐπιφέροντος τῇ πρὸς τοὺς πέλας ἀσεβείᾳ καὶ παρανομίᾳ. [11] πρὸς μὲν γὰρ τὸν κίνδυνον οὐκ ἐτόλμων ἐξιέναι, προδήλου τῆς ἥττης καὶ τῆς τιμωρίας τοῖς ἁλισκομένοις ὑπαρχούσης, περὶ δὲ διαλύσεως οὐδ᾽ ὑπενόουν ποιεῖσθαι μνήμην, συνειδότες σφίσι τὰ πεπραγμένα. [12] προσανέχοντες δ᾽ ἀεὶ ταῖς ἐκ τοῦ Τύνητος βοηθείαις διὰ τὰς τῶν ἡγουμένων ἐπαγγελίας πᾶν ὑπέμενον ποιεῖν κατὰ σφῶν αὐτῶν.

 

‹ Prev