Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 146
Delphi Complete Works of Polybius Page 146

by Polybius


  [1] ἐπεὶ δὲ κατεχρήσαντο μὲν ἀσεβῶς τοὺς αἰχμαλώτους, τροφῇ ταύτῃ χρώμενοι, κατεχρήσαντο δὲ τὰ δουλικὰ τῶν σωμάτων, ἐβοήθει δ᾽ ἐκ τοῦ Τύνητος οὐδείς, [2] τότε προδήλου τῆς αἰκίας διὰ τὴν περικάκησιν ἐκ τῶν πολλῶν τοῖς ἡγεμόσιν ὑπαρχούσης, ἔκριναν οἱ περὶ τὸν Αὐτάριτον καὶ Ζάρζαν καὶ Σπένδιον ἐγχειρίζειν ἑαυτοὺς τοῖς πολεμίοις καὶ διαλαλεῖν περὶ διαλύσεως Ἀμίλκᾳ. [3] πέμψαντες οὖν κήρυκα καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας ἧκον, ὄντες δέκα, πρὸς τοὺς Καρχηδονίους. [4] πρὸς οὓς Ἀμίλκας ὁμολογίας ἐποιήσατο τοιαύτας: ἐξεῖναι Καρχηδονίοις ἐκλέξασθαι τῶν πολεμίων οὓς ἂν αὐτοὶ βούλωνται δέκα: τοὺς δὲ λοιποὺς ἀφιέναι μετὰ χιτῶνος. [5] γενομένων δὲ τούτων εὐθέως Ἀμίλκας ἔφη τοὺς παρόντας ἐκλέγεσθαι κατὰ τὰς ὁμολογίας. τῶν μὲν οὖν περὶ τὸν Αὐτάριτον καὶ Σπένδιον καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἡγεμόνων τοῦτον τὸν τρόπον ἐκυρίευσαν οἱ Καρχηδόνιοι. [6] τῶν δὲ Λιβύων, ἐπεὶ τὴν σύλληψιν ᾔσθοντο τῶν ἡγεμόνων, νομισάντων αὑτοὺς παρεσπονδῆσθαι διὰ τὸ τὰς συνθήκας ἀγνοεῖν, καὶ διὰ ταύτην τὴν αἰτίαν ὁρμησάντων ἐπὶ τὰ ὅπλα, [7] περιστήσας αὐτοῖς Ἀμίλκας τά τε θηρία καὶ τὴν λοιπὴν δύναμιν ἅπαντας διέφθειρε, πλείους ὄντας τῶν τετρακισμυρίων, περὶ τὸν τόπον τὸν Πρίονα καλούμενον: ὃν συμβαίνει διὰ τὴν ὁμοιότητα τοῦ σχήματος πρὸς τὸ νῦν εἰρημένον ὄργανον ταύτης τετευχέναι τῆς προσηγορίας.

  [1] πράξας δὲ τὰ προδεδηλωμένα τοῖς μὲν Καρχηδονίοις αὖθις ἐλπίδα παρέστησε μεγάλην πρὸς τὸ βέλτιον, καίπερ ἀπεγνωκόσιν ἤδη τὴν σωτηρίαν: αὐτὸς δὲ μετὰ Ναραύα καὶ μετ᾽ Ἀννίβου τὴν χώραν ἐπῄει καὶ τὰς πόλεις. [2] προσχωρούντων δὲ καὶ μετατιθεμένων πρὸς αὐτοὺς τῶν Λιβύων διὰ τὸ γεγονὸς εὐτύχημα, ποιησάμενοι τὰς πλείστας πόλεις ὑφ᾽ ἑαυτοὺς ἧκον ἐπὶ τὸν Τύνητα καὶ πολιορκεῖν ἐνεχείρησαν τοὺς περὶ τὸν Μάθω. [3] κατὰ μὲν οὖν τὴν ἀπὸ Καρχηδόνος πλευρὰν προσεστρατοπέδευσεν Ἀννίβας, κατὰ δὲ τὴν ἀπέναντι ταύτης Ἀμίλκας. [4] μετὰ δὲ ταῦτα προσαγαγόντες πρὸς τὰ τείχη τοὺς περὶ τὸν Σπένδιον αἰχμαλώτους ἐσταύρωσαν ἐπιφανῶς. [5] οἱ δὲ περὶ τὸν Μάθω κατανοήσαντες τὸν Ἀννίβαν ῥᾳθύμως καὶ κατατεθαρρηκότως ἀναστρεφόμενον, ἐπιθέμενοι τῷ χάρακι πολλοὺς μὲν τῶν Καρχηδονίων ἀπέκτειναν, πάντας δ᾽ ἐξέβαλον ἐκ τῆς στρατοπεδείας, ἐκυρίευσαν δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ἔλαβον δὲ καὶ τὸν στρατηγὸν Ἀννίβαν ζωγρίᾳ. [6] τοῦτον μὲν οὖν παραχρῆμα πρὸς τὸν τοῦ Σπενδίου σταυρὸν ἀγαγόντες καὶ τιμωρησάμενοι πικρῶς ἐκεῖνον μὲν καθεῖλον, τοῦτον δ᾽ ἀνέθεσαν ζῶντα καὶ περικατέσφαξαν τριάκοντα τῶν Καρχηδονίων τοὺς ἐπιφανεστάτους περὶ τὸ τοῦ Σπενδίου σῶμα, [7] τῆς τύχης ὥσπερ ἐπίτηδες ἐκ παραθέσεως ἀμφοτέροις ἐναλλὰξ διδούσης ἀφορμὰς εἰς ὑπερβολὴν τῆς κατ᾽ ἀλλήλων τιμωρίας. [8] ὁ δὲ Βάρκας ὀψὲ μὲν συνῆκε τὴν ἐπίθεσιν τῶν ἐκ τῆς πόλεως διὰ τὴν ἀπόστασιν τῶν στρατοπέδων: οὐδὲ μὴν συνεὶς οὐδ᾽ οὕτως κατετάχει πρὸς τὴν βοήθειαν διὰ τὰς μεταξὺ δυσχωρίας. [9] διόπερ ἀναζεύξας ἀπὸ τοῦ Τύνητος καὶ παρελθὼν ἐπὶ τὸν Μακάραν ποταμὸν κατεστρατοπέδευσε πρὸς τῷ στόματι τοῦ ποταμοῦ καὶ τῇ θαλάττῃ.

  [1] οἱ δὲ Καρχηδόνιοι παραδόξου τῆς περιπετείας αὐτοῖς φανείσης δυσθύμως καὶ δυσελπίστως εἶχον πάλιν: ἄρτι γὰρ ἀναθαρροῦντες ταῖς ψυχαῖς παρὰ πόδας ἔπιπτον αὖθις ταῖς ἐλπίσιν. [2] οὐ μὴν ἀφίσταντο τοῦ ποιεῖν τὰ πρὸς τὴν σωτηρίαν. [3] διὸ καὶ τριάκοντα μὲν τῆς γερουσίας προχειρισάμενοι καὶ μετὰ τούτων τὸν πρότερον μὲν ἀπελθόντα στρατηγὸν Ἄννωνα, τότε δ᾽ ἐπαναγαγόντα, σὺν δὲ τούτοις τοὺς ὑπολοίπους τῶν ἐν ταῖς ἡλικίαις καθοπλίσαντες, οἷον ἐσχάτην τρέχοντες ταύτην, ἐξαπέστελλον πρὸς τὸν Βάρκαν, [4] ἐντειλάμενοι πολλὰ τοῖς τῆς γερουσίας κατὰ πάντα τρόπον διαλῦσαι τοὺς στρατηγοὺς ἐκ τῆς προγεγενημένης διαφορᾶς καὶ συμφρονεῖν σφᾶς ἀναγκάσαι, βλέψαντας εἰς τὰ παρόντα τῶν πραγμάτων. [5] ὧν πολλοὺς καὶ ποικίλους διαθεμένων λόγους, ἐπειδὴ συνήγαγον ὁμόσε τοὺς στρατηγούς, ἠναγκάσθησαν συγχωρεῖν καὶ πείθεσθαι τοῖς λεγομένοις οἱ περὶ τὸν Ἄννωνα καὶ τὸν Βάρκαν, [6] καὶ τὸ λοιπὸν ἤδη συμφρονήσαντες μιᾷ γνώμῃ πάντα κατὰ νοῦν ἔπραττον τοῖς Καρχηδονίοις, [7] ὥστε τοὺς περὶ τὸν Μάθω δυσχρηστουμένους ἐν τοῖς κατὰ μέρος κινδύνοις — πολλοὺς γὰρ ἐποιήσαντο περί τε τὴν Λέπτιν προσαγορευομένην καί τινας τῶν ἄλλων πόλεων — τέλος ἐπὶ τὸ διὰ μάχης κρίνειν ὁρμῆσαι τὰ πράγματα, προθύμως ἐχόντων πρὸς τοῦτο τὸ μέρος καὶ τῶν Καρχηδονίων. [8] διόπερ ἀμφότεροι τοῦτο προθέμενοι παρεκάλουν μὲν πάντας τοὺς συμμάχους πρὸς τὸν κίνδυνον, συνῆγον δὲ τὰς φρουρὰς ἐκ τῶν πόλεων, ὡς ἂν μέλλοντες ἐκκυβεύειν ὑπὲρ τῶν ὅλων. [9] ἐπειδὴ δ᾽ ἑκατέροις ἦν τὰ πρὸς τὴν ἐπιβολὴν ἕτοιμα, παραταξάμενοι συνέβαλλον ἀλλήλοις ἐξ ὁμολόγου. [10] γενομένου δὲ τοῦ νικήματος κατὰ τοὺς Καρχηδονίους, οἱ μὲν πλεῖστοι τῶν Λιβύων ἐν αὐτῷ τῷ κινδύνῳ διεφθάρησαν, οἱ δὲ πρός τινα πόλιν συμφυγόντες μετ᾽ οὐ πολὺ παρέδοσαν ἑαυτούς, ὁ δὲ Μάθως ὑποχείριος ἐγένετο τοῖς ἐχθροῖς ζωγρίᾳ.

  [1] τὰ μὲν οὖν ἄλλα μέρη τῆς Λιβύ
ης μετὰ τὴν μάχην εὐθέως ὑπήκουσε τοῖς Καρχηδονίοις: [2] ἡ δὲ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων πόλις ἔμενον, οὐδεμίαν ἀφορμὴν ἔχουσαι πρὸς διάλυσιν διὰ τὸ μὴ καταλείπεσθαι σφίσι τόπον ἐλέους μηδὲ συγγνώμης κατὰ τὰς πρώτας ἐπιβολάς. [3] οὕτως καὶ κατὰ ταύτας τὰς ἁμαρτίας μεγάλην ἔχει διαφορὰν ἡ μετριότης καὶ τὸ μηδὲν ἀνήκεστον ἐπιτηδεύειν ἑκουσίως. [4] οὐ μὴν ἀλλὰ παραστρατοπεδεύσαντες ᾗ μὲν Ἄννων ᾗ δὲ Βάρκας ταχέως ἠνάγκασαν αὐτοὺς ὁμολογίας ποιήσασθαι καὶ διαλύσεις εὐδοκουμένας Καρχηδονίοις. [5]

  [1] ὁ μὲν οὖν Λιβυκὸς πόλεμος εἰς τοιαύτην ἀγαγὼν περίστασιν Καρχηδονίους τοιοῦτον ἔσχε τὸ τέλος ὥστε μὴ μόνον κυριεῦσαι πάλιν τῆς Λιβύης τοὺς Καρχηδονίους, ἀλλὰ καὶ τοὺς αἰτίους τῆς ἀποστάσεως τιμωρήσασθαι καταξίως: [6] τὸ γὰρ πέρας, ἀγαγόντες οἱ νέοι τὸν θρίαμβον διὰ τῆς πόλεως πᾶσαν αἰκίαν ἐναπεδείξαντο τοῖς περὶ τὸν Μάθω. [7] τρία μὲν οὖν ἔτη καὶ τέτταράς που μῆνας ἐπολέμησαν οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους πόλεμον, ὧν ἡμεῖς ἴσμεν ἀκοῇ μαθόντες, πολύ τι τοὺς ἄλλους ὠμότητι καὶ παρανομίᾳ διενηνοχότα. [8] Ῥωμαῖοι δὲ κατὰ τὸν καιρὸν τοῦτον ὑπὸ τῶν ἐκ τῆς Σαρδόνος αὐτομολησάντων μισθοφόρων πρὸς σφᾶς ἐκκληθέντες ἐπεβάλοντο πλεῖν ἐπὶ τὴν προειρημένην νῆσον. τῶν δὲ Καρχηδονίων ἀγανακτούντων, [9] ὡς αὐτοῖς καθηκούσης μᾶλλον τῆς τῶν Σαρδῴων δυναστείας, καὶ παρασκευαζομένων μεταπορεύεσθαι τοὺς ἀποστήσαντας αὐτῶν τὴν νῆσον, [10] λαβόμενοι τῆς ἀφορμῆς ταύτης οἱ Ῥωμαῖοι πόλεμον ἐψηφίσαντο πρὸς τοὺς Καρχηδονίους, φάσκοντες αὐτοὺς οὐκ ἐπὶ Σαρδονίους, ἀλλ᾽ ἐπὶ σφᾶς ποιεῖσθαι τὴν παρασκευήν. [11] οἱ δὲ παραδόξως διαπεφευγότες τὸν προειρημένον πόλεμον, κατὰ πάντα τρόπον ἀφυῶς διακείμενοι κατὰ τὸ παρὸν πρὸς τὸ πάλιν ἀναλαμβάνειν τὴν πρὸς Ῥωμαίους ἀπέχθειαν, [12] εἴξαντες τοῖς καιροῖς οὐ μόνον ἀπέστησαν τῆς Σαρδόνος, ἀλλὰ καὶ χίλια τάλαντα καὶ διακόσια προσέθηκαν τοῖς Ῥωμαίοις ἐφ᾽ ᾧ μὴ κατὰ τὸ παρὸν ἀναδέξασθαι τὸν πόλεμον. ταῦτα μὲν οὕτως ἐπράχθη.

  BOOK 2

  [1] ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ διεσαφήσαμεν πότε Ῥωμαῖοι συστησάμενοι τὰ κατὰ τὴν Ἰταλίαν τοῖς ἐκτὸς ἐγχειρεῖν ἤρξαντο πράγμασιν, ἐπὶ δὲ τούτοις πῶς εἰς Σικελίαν διέβησαν καὶ δι᾽ ἃς αἰτίας τὸν περὶ τῆς προειρημένης νήσου συνεστήσαντο πόλεμον πρὸς Καρχηδονίους, [2] μετὰ δὲ ταῦτα πότε πρῶτον συνίστασθαι ναυτικὰς ἤρξαντο δυνάμεις, καὶ τὰ συμβάντα κατὰ τὸν πόλεμον ἑκατέροις ἕως τοῦ τέλους, ἐν ᾧ Καρχηδόνιοι μὲν ἐξεχώρησαν πάσης Σικελίας, Ῥωμαῖοι δ᾽ ἐπεκράτησαν τῆς ὅλης νήσου πλὴν τῶν ὑφ᾽ Ἱέρωνι ταττομένων μερῶν. [3] ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς στασιάσαντες οἱ μισθοφόροι πρὸς τοὺς Καρχηδονίους τὸν προσαγορευθέντα Λιβυκὸν πόλεμον ἐξέκαυσαν, καὶ τὰ συμβάντα κατὰ τοῦτον ἀσεβήματα μέχρι τίνος προύβη, καὶ τίνα διέξοδον ἔλαβεν τὰ παράλογα τῶν ἔργων ἕως τοῦ τέλους καὶ τῆς Καρχηδονίων ἐπικρατείας. [4] νυνὶ δὲ τὰ συνεχῆ τούτοις πειρασόμεθα δηλοῦν, κεφαλαιωδῶς ἑκάστων ἐπιψαύοντες κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. [5]

  [1] Καρχηδόνιοι γὰρ ὡς θᾶττον κατεστήσαντο τὰ κατὰ τὴν Λιβύην, εὐθέως Ἀμίλκαν ἐξαπέστελλον, δυνάμεις συστήσαντες, εἰς τοὺς κατὰ τὴν Ἰβηρίαν τόπους. [6] ὁ δ᾽ ἀναλαβὼν τὰ στρατόπεδα καὶ τὸν υἱὸν Ἀννίβαν, ὄντα τότε κατὰ τὴν ἡλικίαν ἐτῶν ἐννέα, καὶ διαβὰς κατὰ τὰς Ἡρακλέους στήλας ἀνεκτᾶτο τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα τοῖς Καρχηδονίοις. [7] διατρίψας δ᾽ ἐν τοῖς τόποις τούτοις ἔτη σχεδὸν ἐννέα καὶ πολλοὺς μὲν πολέμῳ, πολλοὺς δὲ πειθοῖ ποιήσας Ἰβήρων ὑπηκόους Καρχηδόνι κατέστρεψε τὸν βίον ἀξίως τῶν προγεγενημένων πράξεων. [8] πρὸς γὰρ τοὺς ἀνδρωδεστάτους καὶ μεγίστην δύναμιν ἔχοντας παραταττόμενος καὶ χρώμενος τολμηρῶς καὶ παραβόλως ἑαυτῷ κατὰ τὸν τοῦ κινδύνου καιρὸν ἐρρωμένως τὸν βίον μετήλλαξεν. [9] τὴν δὲ στρατηγίαν οἱ Καρχηδόνιοι παρέδοσαν Ἀσδρούβᾳ, τῷ ‘κείνου κηδεστῇ καὶ τριηράρχῳ. κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης ἐπεβάλοντο ποιεῖσθαι μετὰ δυνάμεως. ἅπερ οὐ παρέργως, [2] ἀλλὰ μετ᾽ ἐπιστάσεως θεωρητέον τοῖς βουλομένοις ἀληθινῶς τήν τε πρόθεσιν τὴν ἡμετέραν συνθεάσασθαι καὶ τὴν αὔξησιν καὶ κατασκευὴν τῆς Ῥωμαίων δυναστείας. [3] ἔγνωσαν δὲ διαβαίνειν διά τινας τοιαύτας αἰτίας. [4] Ἄγρων ὁ τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύναμιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς. [5] οὗτος ὑπὸ Δημητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπ᾽ Αἰτωλῶν πολιορκουμένοις. [6] Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι πεῖσαι Μεδιωνίους μετέχειν σφίσι τῆς αὐτῆς πολιτείας, ἐπεβάλοντο κατὰ κράτος ἑλεῖν αὐτούς. [7] στρατεύσαντες οὖν πανδημεὶ καὶ περιστρατοπεδεύσαντες αὐτῶν τὴν πόλιν κατὰ τὸ συνεχὲς ἐπολιόρκουν, πᾶσαν βίαν προσφέροντες καὶ μηχανήν. [8] συνάψαντος δὲ τοῦ χρόνου τῶν ἀρχαιρεσίων, καὶ δέον στρατηγὸν ἕτερον αἱρεῖσθαι, καὶ τῶν πολιορκουμένων ἤδη κακῶς διακειμένων καὶ δοκούντων ἀν᾽ ἑ
κάστην ἡμέραν ἐνδώσειν ἑαυτούς, ὁ προϋπάρχων στρατηγὸς προσφέρει λόγον τοῖς Αἰτωλοῖς φάσκων, [9] ἐπειδὴ τὰς κακοπαθείας καὶ τοὺς κινδύνους αὐτὸς ἀναδέδεκται τοὺς κατὰ τὴν πολιορκίαν, δίκαιον εἶναι καὶ τὴν οἰκονομίαν τῶν λαφύρων, ἐπὰν κρατήσωσι, καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων ἑαυτῷ συγχωρεῖσθαι. τινῶν δέ, [10] καὶ μάλιστα τῶν προϊόντων πρὸς τὴν ἀρχήν, ἀμφισβητούντων πρὸς τὰ λεγόμενα καὶ παρακαλούντων τὰ πλήθη μὴ προδιαλαμβάνειν, ἀλλ᾽ ἀκέραιον ἐᾶν, ᾧ ποτ᾽ ἂν ἡ τύχη βουληθῇ περιθεῖναι τοῦτον τὸν στέφανον, [11] ἔδοξε τοῖς Αἰτωλοῖς, ὃς ἂν ἐπικατασταθεὶς στρατηγὸς κρατήσῃ τῆς πόλεως, κοινὴν ποιεῖν τῷ προϋπάρχοντι καὶ τὴν οἰκονομίαν

 

‹ Prev