by Polybius
[1] τῶν λαφύρων καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων. δεδογμένων δὲ τούτων, καὶ δέον τῇ κατὰ πόδας ἡμέρᾳ γενέσθαι τὴν αἵρεσιν καὶ τὴν παράληψιν τῆς ἀρχῆς, καθάπερ ἔθος ἐστὶν Αἰτωλοῖς, προσπλέουσιν τῆς νυκτὸς ἑκατὸν λέμβοι πρὸς τὴν Μεδιωνίαν κατὰ τοὺς ἔγγιστα τόπους τῆς πόλεως, ἐφ᾽ ὧν ἦσαν Ἰλλυριοὶ πεντακισχίλιοι. [2] καθορμισθέντες δὲ καὶ τῆς ἡμέρας ἐπιγενομένης ἐνεργὸν καὶ λαθραίαν ποιησάμενοι τὴν ἀπόβασιν καὶ χρησάμενοι τῇ παρ᾽ αὐτοῖς εἰθισμένῃ τάξει προῆγον κατὰ σπείρας ἐπὶ τὴν τῶν Αἰτωλῶν στρατοπεδείαν. [3] οἱ δ᾽ Αἰτωλοὶ συνέντες τὸ γινόμενον ἐπὶ μὲν τῷ παραδόξῳ καὶ τῇ τόλμῃ τῶν Ἰλλυριῶν ἦσαν ἐκπλαγεῖς: πεφρονηματισμένοι δ᾽ ἐκ πολλοῦ χρόνου καὶ καταπιστεύσαντες ταῖς ἰδίαις δυνάμεσιν κατὰ ποσὸν εὐθαρσῶς εἶχον. [4] τὸ μὲν οὖν πολὺ μέρος τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων αὐτοῦ πρὸ τῆς στρατοπεδείας ἐν τοῖς ἐπιπέδοις παρενέβαλλον, μέρει δέ τινι τῆς ἵππου καὶ τοῖς εὐζώνοις τοὺς ὑπερδεξίους καὶ πρὸ τοῦ χάρακος εὐφυῶς κειμένους τόπους προκατελάμβανον. [5] οἱ δ᾽ Ἰλλυριοὶ τοὺς μὲν ἐλαφροὺς ἐξ ἐφόδου προσπεσόντες τῷ τε πλήθει καὶ τῷ βάρει τῆς συντάξεως ἐξέωσαν, τοὺς δὲ μετὰ τούτων ἱππεῖς συγκινδυνεύοντας ἠνάγκασαν ἀποχωρῆσαι πρὸς τὰ βαρέα τῶν ὅπλων. [6] λοιπὸν ἐξ ὑπερδεξίου ποιούμενοι τὴν ἔφοδον ἐπὶ τοὺς ἐν τῷ πεδίῳ τεταγμένους ταχέως ἐτρέψαντο, συνεπιθεμένων τοῖς Αἰτωλοῖς ἅμα καὶ τῶν Μεδιωνίων ἐκ τῆς πόλεως. [7] καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, ἔτι δὲ πλείους αἰχμαλώτους ἔλαβον: τῶν δ᾽ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐγένοντο πάσης ἐγκρατεῖς. [8] οἱ μὲν οὖν Ἰλλυριοὶ πράξαντες τὸ συνταχθὲν ὑπὸ τοῦ βασιλέως καὶ διακομίσαντες τὴν ἀποσκευὴν καὶ τὴν ἄλλην ὠφέλειαν ἐπὶ τοὺς λέμβους εὐθέως ἀνήγοντο, ποιούμενοι τὸν
[1] πλοῦν εἰς τὴν οἰκείαν. οἱ δὲ Μεδιώνιοι τετευχότες ἀνελπίστου σωτηρίας, ἁθροισθέντες εἰς τὴν ἐκκλησίαν ἐβουλεύοντο περί τε τῶν ἄλλων καὶ περὶ τῆς τῶν ὅπλων ἐπιγραφῆς. [2] ἔδοξεν οὖν αὐτοῖς κοινὴν ποιήσειν τὴν ἐπιγραφὴν ἀπό τε τοῦ τὴν ἀρχὴν τῶν Αἰτωλῶν ἔχοντος καὶ τῶν εἰς τὸ μέλλον προπορευομένων κατὰ τὸ τῶν Αἰτωλῶν δόγμα, [3] τῆς τύχης ὥσπερ ἐπίτηδες καὶ τοῖς ἄλλοις ἀνθρώποις ἐπὶ τῶν ἐκείνοις συμβαινόντων ἐνδεικνυμένης τὴν αὑτῆς δύναμιν. [4] ἃ γὰρ ὑπὸ τῶν ἐχθρῶν αὐτοὶ προσεδόκων ὅσον ἤδη πείσεσθαι, ταῦτα πράττειν αὐτοῖς ἐκείνοις παρέδωκεν ἐν πάνυ βραχεῖ χρόνῳ κατὰ τῶν πολεμίων. [5] Αἰτωλοὶ δὲ τῇ παραδόξῳ χρησάμενοι συμφορᾷ πάντας ἐδίδαξαν μηδέποτε βουλεύεσθαι περὶ τοῦ μέλλοντος ὡς ἤδη γεγονότος, μηδὲ προκατελπίζειν βεβαιουμένους ὑπὲρ ὧν ἀκμὴν ἐνδεχόμενόν ἐστιν ἄλλως γενέσθαι, νέμειν δὲ μερίδα τῷ παραδόξῳ πανταχῇ μὲν ἀνθρώπους ὄντας, μάλιστα δ᾽ ἐν τοῖς πολεμικοῖς.
[1] ὁ δὲ βασιλεὺς Ἄγρων, [6] ἐπεὶ κατέπλευσαν οἱ λέμβοι, διακούσας τῶν ἡγεμόνων τὰ κατὰ τὸν κίνδυνον καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ δοκεῖν Αἰτωλοὺς τοὺς μέγιστον ἔχοντας τὸ φρόνημα νενικηκέναι, πρὸς μέθας καί τινας τοιαύτας ἄλλας εὐωχίας τραπεὶς ἐνέπεσεν εἰς πλευρῖτιν: ἐκ δὲ ταύτης ἐν ὀλίγαις ἡμέραις μετήλλαξε τὸν βίον. [7] τὴν δὲ βασιλείαν ἡ γυνὴ Τεύτα διαδεξαμένη τὸν κατὰ μέρος χειρισμὸν τῶν πραγμάτων ἐποιεῖτο διὰ τῆς τῶν φίλων πίστεως. [8] χρωμένη δὲ λογισμοῖς γυναικείοις καὶ πρὸς αὐτὸ τὸ γεγονὸς εὐτύχημα μόνον ἀποβλέπουσα, τῶν δ᾽ ἐκτὸς οὐδὲν περισκεπτομένη πρῶτον μὲν συνεχώρησε τοῖς κατ᾽ ἰδίαν πλέουσι λῄζεσθαι τοὺς ἐντυγχάνοντας, [9] δεύτερον δ᾽ ἁθροίσασα στόλον καὶ δύναμιν οὐκ ἐλάττω τῆς πρότερον ἐξέπεμψε, πᾶσαν παραλίαν ἀποδείξασα πολεμίαν τοῖς ἡγουμένοις. οἱ δ᾽ ἐξαποσταλέντες τὴν μὲν πρώτην ἐπιβολὴν ἔσχον ἐπὶ τὴν Ἠλείαν καὶ τὴν Μεσσηνίαν: ταύτας γὰρ ἀεὶ τὰς χώρας Ἰλλυριοὶ πορθοῦντες διετέλουν. [2] διὰ γὰρ τὸ μῆκος τῆς παραλίας καὶ διὰ τὸ μεσογαίους εἶναι τὰς δυναστευούσας ἐν αὐταῖς πόλεις μακραὶ καὶ βραδεῖαι λίαν ἐγίνοντο τοῖς προειρημένοις αἱ παραβοήθειαι πρὸς τὰς ἀποβάσεις τῶν Ἰλλυριῶν: ὅθεν ἀδεῶς ἐπέτρεχον καὶ κατέσυρον ἀεὶ ταύτας τὰς χώρας. [3] οὐ μὴν ἀλλὰ τότε γενόμενοι τῆς Ἠπείρου κατὰ Φοινίκην προσέσχον ἐπισιτισμοῦ χάριν. [4] συμμίξαντες δὲ τῶν Γαλατῶν τισιν, οἳ μισθοφοροῦντες παρὰ τοῖς Ἠπειρώταις διέτριβον ἐν τῇ Φοινίκῃ, τὸ πλῆθος ὄντες εἰς ὀκτακοσίους, καὶ κοινολογηθέντες τούτοις περὶ προδοσίας τῆς πόλεως ἐξέβησαν, συγκαταθεμένων σφίσι τῶν προειρημένων, καὶ τῆς πόλεως ἐξ ἐφόδου καὶ τῶν ἐν αὐτῇ κύριοι κατέστησαν, συνεργησάντων ἔσωθεν αὐτοῖς τῶν Γαλατῶν. [5] οἱ δ᾽ Ἠπειρῶται πυθόμενοι τὸ γεγονὸς ἐβοήθουν πανδημεὶ μετὰ σπουδῆς. παραγενόμενοι δὲ πρὸς τὴν Φοινίκην καὶ προβαλόμενοι τὸν παρὰ τῇ πόλει ῥέοντα ποταμὸν ἐστρατοπέδευσαν, τῆς ἐπ᾽ αὐτῷ γεφύρας ἀνασπάσαντες τὰς σανίδας ἀσφαλείας χάριν. [6] προσαγγελθέντος δ᾽ αὐτοῖς Σκερδιλαΐδαν ἔχοντα πεντακισχιλίους Ἰλλυριοὺς παραγίνεσθαι κατὰ γῆν διὰ τῶν παρ᾽ Ἀντιγόνειαν στενῶν, μερίσαντες αὑτῶν τινας ἐξαπέστειλαν παραφυλάξοντας τὴν Ἀντιγόνειαν: αὐτοὶ δὲ τά τε λοιπὰ ῥᾳθύμως διῆγον, ἀπολαύοντες τῶν ἐκ τῆς χώρας ἀνέδην, τῶν
τε κατὰ τὰς φυλακὰς καὶ προκοιτίας ὠλιγώρουν. [7] οἱ δ᾽ Ἰλλυριοὶ συνέντες τὸν μερισμὸν αὐτῶν καὶ τὴν λοιπὴν ῥᾳθυμίαν ἐκπορεύονται νυκτός: καὶ τῇ γεφύρᾳ σανίδας ἐπιβαλόντες τόν τε ποταμὸν ἀσφαλῶς διέβησαν καὶ λαβόντες ὀχυρὸν τόπον ἔμειναν τὸ λοιπὸν μέρος τῆς νυκτός. [8] ἐπιγενομένης δὲ τῆς ἡμέρας, καὶ παραταξαμένων ἀμφοτέρων πρὸ τῆς πόλεως, συνέβη λειφθῆναι τοὺς Ἠπειρώτας, καὶ πολλοὺς μὲν αὐτῶν πεσεῖν, ἔτι δὲ πλείους ἁλῶναι, τοὺς δὲ λοιποὺς διαφυγεῖν ὡς ἐπ᾽ Ἀτιντάνων.
[1] οὗτοι μὲν οὖν τοιούτοις περιπεσόντες ἀτυχήμασι καὶ πάσας ἀπολέσαντες τὰς ἐν αὑτοῖς ἐλπίδας ἐπρέσβευον πρὸς τοὺς Αἰτωλοὺς καὶ τὸ τῶν Ἀχαιῶν ἔθνος, δεόμενοι μεθ᾽ ἱκετηρίας σφίσι βοηθεῖν. [2] οἱ δὲ κατελεήσαντες τὰς συμφορὰς αὐτῶν ὑπήκουσαν καὶ μετὰ ταῦτα παραβοηθοῦντες ἧκον εἰς Ἑλίκρανον. [3] οἱ δὲ τὴν Φοινίκην κατασχόντες τὸ μὲν πρῶτον, παραγενόμενοι μετὰ Σκερδιλαΐδου πρὸς τὸ χωρίον, παρεστρατοπέδευσαν τοῖς βεβοηθηκόσι, βουλόμενοι συμβαλεῖν. [4] δυσχρηστούμενοι δὲ διὰ τὰς δυσχωρίας τῶν τόπων, ἅμα δὲ καὶ προσπεσόντων παρὰ τῆς Τεύτας γραμμάτων, δι᾽ ὧν ᾤετο δεῖν αὐτοὺς τὴν ταχίστην εἰς οἶκον ἀναχωρεῖν διὰ τὸ τινὰς τῶν Ἰλλυριῶν ἀφεστηκέναι πρὸς τοὺς Δαρδανεῖς, [5] οὕτω λεηλατήσαντες τὴν Ἤπειρον ἀνοχὰς ἐποιήσαντο πρὸς τοὺς Ἠπειρώτας. [6] ἐν αἷς τὰ μὲν ἐλεύθερα σώματα καὶ τὴν πόλιν ἀπολυτρώσαντες αὐτοῖς, τὰ δὲ δουλικὰ καὶ τὴν λοιπὴν σκευὴν ἀναλαβόντες εἰς τοὺς λέμβους, οἱ μὲν ἀπέπλευσαν, οἱ δὲ περὶ τὸν Σκερδιλαΐδαν πεζῇ πάλιν ἀνεχώρησαν διὰ τῶν παρὰ τὴν Ἀντιγόνειαν στενῶν, [7] οὐ μικρὰν οὐδὲ τὴν τυχοῦσαν κατάπληξιν καὶ φόβον ἐνεργασάμενοι τοῖς τὰς παραλίας οἰκοῦσι τῶν Ἑλλήνων. [8] ἕκαστοι γὰρ θεωροῦντες τὴν ὀχυρωτάτην ἅμα καὶ δυνατωτάτην πόλιν τῶν ἐν Ἠπείρῳ παραλόγως οὕτως ἐξηνδραποδισμένην οὐκέτι περὶ τῶν ἀπὸ τῆς χώρας ἠγωνίων, καθάπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἀλλὰ περὶ σφῶν αὐτῶν καὶ τῶν πόλεων. [9]
[1] οἱ δ᾽ Ἠπειρῶται παραδόξως διασεσωσμένοι τοσοῦτον ἀπεῖχον τοῦ πειράζειν ἀμύνεσθαι τοὺς ἠδικηκότας ἢ χάριν ἀποδιδόναι τοῖς βοηθήσασιν ὥστε τοὐναντίον διαπρεσβευσάμενοι πρὸς τὴν Τεύταν συμμαχίαν ἔθεντο μετ᾽ Ἀκαρνάνων πρὸς τοὺς Ἰλλυριούς, [10] καθ᾽ ἣν ἐκείνοις μὲν κατὰ τοὺς ἑξῆς καιροὺς συνήργουν, τοῖς δ᾽ Ἀχαιοῖς καὶ τοῖς Αἰτωλοῖς ἀντέπραττον. [11] ἐξ ὧν ἐγένοντο καταφανεῖς ἀκρίτως μὲν κεχρημένοι τότε τοῖς εὐεργέταις, ἀφρόνως δ᾽ ἐξ ἀρχῆς βεβουλευμένοι περὶ τῶν καθ᾽ αὑτοὺς πραγ μάτων. τὸ μὲν γὰρ ἀνθρώπους ὄντας παραλόγως περιπεσεῖν τινι τῶν δεινῶν οὐ τῶν παθόντων, τῆς τύχης δὲ καὶ τῶν πραξάντων ἐστὶν ἔγκλημα, [2] τὸ δ᾽ ἀκρίτως καὶ προφανῶς περιβαλεῖν αὑτοὺς ταῖς μεγίσταις συμφοραῖς ὁμολογούμενόν ἐστι τῶν πασχόντων ἁμάρτημα. [3] διὸ καὶ τοῖς μὲν ἐκ τύχης πταίουσιν ἔλεος ἕπεται μετὰ συγγνώμης καὶ ἐπικουρία, τοῖς δὲ διὰ τὴν αὑτῶν ἀβουλίαν ὄνειδος καὶ ἐπιτίμησις συνεξακολουθεῖ παρὰ τοῖς εὖ φρονοῦσιν. [4] ἃ δὴ καὶ τότε παρὰ τῶν Ἑλλήνων εἰκότως ἂν τοῖς Ἠπειρώταις ἀπηντήθη. [5] πρῶτον γὰρ τίς οὐκ ἂν τὴν κοινὴν περὶ Γαλατῶν φήμην ὑπιδόμενος εὐλαβηθείη τούτοις ἐγχειρίσαι πόλιν εὐδαίμονα καὶ πολλὰς ἀφορμὰς ἔχουσαν εἰς παρασπόνδησιν; [6] δεύτερον τίς οὐκ ἂν ἐφυλάξατο τὴν αὐτοῦ τοῦ συστήματος ἐκείνου προαίρεσιν; οἵ γε τὴν μὲν ἀρχὴν ἐξέπεσον ἐκ τῆς ἰδίας, συνδραμόντων ἐπ᾽ αὐτοὺς τῶν ὁμοεθνῶν διὰ τὸ παρασπονδῆσαι τοὺς αὑτῶν οἰκείους καὶ συγγενεῖς: [7] ὑποδεξαμένων γε μὴν αὐτοὺς Καρχηδονίων διὰ τὸ κατεπείγεσθαι πολέμῳ, τὸ μὲν πρῶτον γενομένης τινὸς ἀντιρρήσεως τοῖς στρατιώταις πρὸς τοὺς στρατηγοὺς ὑπὲρ ὀψωνίων ἐξ αὐτῆς ἐπεβάλοντο διαρπάζειν τὴν τῶν Ἀκραγαντίνων πόλιν, φυλακῆς χάριν εἰσαχθέντες εἰς αὐτήν, ὄντες τότε πλείους τῶν τρισχιλίων: [8] μετὰ δὲ ταῦτα παρεισαγαγόντων αὐτοὺς πάλιν εἰς Ἔρυκα τῆς αὐτῆς χρείας ἕνεκεν, πολιορκούντων τὴν πόλιν Ῥωμαίων, ἐπεχείρησαν μὲν καὶ τὴν πόλιν καὶ τοὺς συμπολιορκουμένους προδοῦναι: [9] τῆς δὲ πράξεως ταύτης ἀποτυχόντες ηὐτομόλησαν πρὸς τοὺς πολεμίους: παρ᾽ οἷς πιστευθέντες πάλιν ἐσύλησαν τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυκίνης ἱερόν. [10] διὸ σαφῶς ἐπεγνωκότες Ῥωμαῖοι τὴν ἀσέβειαν αὐτῶν ἅμα τῷ διαλύσασθαι τὸν πρὸς Καρχηδονίους πόλεμον οὐδὲν ἐποιήσαντο προυργιαίτερον τοῦ παροπλίσαντας αὐτοὺς ἐμβαλεῖν εἰς πλοῖα καὶ τῆς Ἰταλίας πάσης ἐξορίστους καταστῆσαι. [11] οὓς Ἠπειρῶται τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακας ποιησάμενοι καὶ τὴν εὐδαιμονεστάτην πόλιν ἐγχειρίσαντες, πῶς οὐκ ἂν εἰκότως φανείησαν αὐτοὶ τῶν συμπτωμάτων αὑτοῖς αἴτιοι γεγονότες; [12]
[1] περὶ μὲν οὖν τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ περὶ τοῦ μηδέποτε δεῖν τοὺς εὖ φρονοῦντας ἰσχυροτέραν εἰσάγεσθαι φυλακὴν ἄλλως τε καὶ βαρβάρων, ἐπὶ τοσοῦτον ἔκρινον ποιήσασθαι μνήμην. οἱ δ᾽ Ἰλλυριοὶ καὶ κατὰ τοὺς ἀνωτέρω μὲν χρόνους συνεχῶς ἠδίκουν τοὺς πλοϊζομένους ἀπ᾽ Ἰταλίας: [2] καθ᾽ οὓς δὲ καιροὺς περὶ τὴν Φοινίκην διέτριβον, καὶ πλείους ἀπὸ τοῦ στόλου χωριζόμενοι πολλοὺς τῶν Ἰταλικῶν ἐμπόρων ἔσθ᾽ οὓ
ς μὲν ἐσύλησαν, οὓς δ᾽ ἀπέσφαξαν, οὐκ ὀλίγους δὲ καὶ ζωγρίᾳ τῶν ἁλισκομένων ἀνῆγον. [3] οἱ δὲ Ῥωμαῖοι παρακούοντες τὸν πρὸ τοῦ χρόνον τῶν ἐγκαλούντων τοῖς Ἰλλυριοῖς, τότε καὶ πλειόνων ἐπελθόντων ἐπὶ τὴν σύγκλητον, κατέστησαν πρεσβευτὰς εἰς τὴν Ἰλλυρίδα τοὺς ἐπίσκεψιν ποιησομένους περὶ τῶν προειρημένων Γάϊον καὶ Λεύκιον Κορογκανίους. [4] ἡ δὲ Τεύτα, καταπλευσάντων πρὸς αὐτὴν τῶν ἐκ τῆς Ἠπείρου λέμβων, καταπλαγεῖσα τὸ πλῆθος καὶ τὸ κάλλος τῆς ἀγομένης κατασκευῆς — πολὺ γὰρ ἡ Φοινίκη διέφερε τότε τῶν κατὰ τὴν Ἤπειρον πόλεων εὐδαιμονίᾳ — διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῶν Ἑλλήνων ἀδικίαν. [5] οὐ μὴν ἀλλὰ τότε μὲν ἐπέσχεν διὰ τὰς ἐγχωρίους ταραχάς, καταστησαμένη δὲ ταχέως τὰ κατὰ τοὺς ἀποστάντας Ἰλλυριοὺς ἐπολιόρκει τὴν Ἴσσαν διὰ τὸ ταύτην ἔτι μόνην ἀπειθεῖν αὐτῇ. [6] κατὰ δὲ τὸν καιρὸν τοῦτον κατέπλευσαν οἱ τῶν Ῥωμαίων πρέσβεις: καὶ δοθέντος αὐτοῖς καιροῦ πρὸς ἔντευξιν διελέγοντο περὶ τῶν εἰς αὐτοὺς γεγονότων ἀδικημάτων. [7] ἡ δὲ Τεύτα καθόλου μὲν παρ᾽ ὅλην τὴν κοινολογίαν ἀγερώχως καὶ λίαν ὑπερηφάνως αὐτῶν διήκουεν. [8] καταπαυσάντων δὲ τὸν λόγον, κοινῇ μὲν ἔφη πειρᾶσθαι φροντίζειν ἵνα μηδὲν ἀδίκημα γίνηται Ῥωμαίοις ἐξ Ἰλλυριῶν: ἰδίᾳ γε μὴν οὐ νόμιμον εἶναι τοῖς βασιλεῦσι κωλύειν Ἰλλυριοῖς τὰς κατὰ θάλατταν ὠφελείας. [9] ὁ δὲ νεώτερος τῶν πρεσβευτῶν δυσχεράνας ἐπὶ τοῖς εἰρημένοις ἐχρήσατο παρρησίᾳ καθηκούσῃ μέν, οὐδαμῶς δὲ πρὸς καιρόν. εἶπεν γὰρ ὅτι Ῥωμαίοις μέν, [10] ὦ Τεύτα, κάλλιστον ἔθος ἐστὶ τὰ κατ᾽ ἰδίαν ἀδικήματα κοινῇ μεταπορεύεσθαι καὶ βοηθεῖν τοῖς ἀδικουμένοις: [11] πειρασόμεθα δὴ θεοῦ βουλομένου σφόδρα καὶ ταχέως ἀναγκάσαι σε τὰ βασιλικὰ νόμιμα διορθώσασθαι πρὸς Ἰλλυριούς. [12] ἡ δὲ γυναικοθύμως καὶ ἀλογίστως δεξαμένη τὴν παρρησίαν ἐπὶ τοσοῦτον ἐξωργίσθη πρὸς τὸ ῥηθὲν ὡς ὀλιγωρήσασα τῶν παρ᾽ ἀνθρώποις ὡρισμένων δικαίων ἀποπλέουσιν αὐτοῖς ἐπαποστεῖλαί τινας τὸν παρρησιασάμενον τῶν πρέσβεων ἀποκτεῖναι. [13] προσπεσόντος δὲ τοῦ γεγονότος εἰς τὴν Ῥώμην, διοργισθέντες ἐπὶ τῇ παρανομίᾳ τῆς γυναικὸς εὐθέως περὶ παρασκευὴν ἐγίνοντο καὶ στρατόπεδα κατέγραφον καὶ στόλον συνήθροιζον.