Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 158
Delphi Complete Works of Polybius Page 158

by Polybius


  [1] τὸ δὲ συνεχὲς τούτῳ τίς οὐκ ἂν ἔτι μᾶλλον θαυμάσειε; ταῦτα γὰρ ἀποφαινόμενος λέγει πρὸ τῆς παρατάξεως δέχ᾽ ἡμέραις μάλιστα τὸν παρὰ Πτολεμαίου πρεσβευτὴν ἐλθεῖν ἀγγέλλοντα πρὸς τὸν Κλεομένη διότι Πτολεμαῖος τὸ μὲν χορηγεῖν ἀπολέγει, διαλύεσθαι δὲ παρακαλεῖ πρὸς τὸν Ἀντίγονον. [2] τὸν δ᾽ ἀκούσαντά φησι κρῖναι διότι δεῖ τὴν ταχίστην ἐκκυβεύειν τοῖς ὅλοις πρὸ τοῦ συνεῖναι τὰ προσπεπτωκότα τὰς δυνάμεις, διὰ τὸ μηδεμίαν ὑπάρχειν ἐν τοῖς ἰδίοις πράγμασιν ἐλπίδα τοῦ δύνασθαι μισθοδοτεῖν. [3] ἀλλ᾽ εἴπερ ἑξακισχιλίων ἐγκρατὴς ἐγεγόνει ταλάντων κατὰ τοὺς αὐτοὺς καιρούς, τὸν Πτολεμαῖον αὐτὸν ἠδύνατο ταῖς χορηγίαις ὑπερθέσθαι. [4] πρὸς δὲ τὸν Ἀντίγονον, εἰ μόνον τριακοσίων ὑπῆρχε κύριος, καὶ λίαν ἱκανὸς ἦν ἀσφαλῶς ὑπομένων τρίβειν τὸν πόλεμον. [5] τὸ δ᾽ ἅμα μὲν πάσας ἀποφαίνειν τῷ Κλεομένει τὰς ἐλπίδας ἐν Πτολεμαίῳ διὰ τὰς χορηγίας, ἅμα δὲ τοσούτων χρημάτων αὐτὸν φάναι κύριον γεγονέναι κατὰ τοὺς αὐτοὺς καιρούς, πῶς οὐ τῆς μεγίστης ἀλογίας, ἔτι δ᾽ ἀσκεψίας ἐστὶ σημεῖον; [6] πολλὰ δὲ καὶ ἕτερα τῷ συγγραφεῖ τοιαῦτα καὶ κατὰ τοὺς ὑποκειμένους καιροὺς καὶ παρ᾽ ὅλην τὴν πραγματείαν κατατέτακται, περὶ ὧν ἀρκεῖν ὑπολαμβάνω κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ τὰ νῦν εἰρημένα.

  [1] μετὰ δὲ τὴν τῆς Μεγάλης πόλεως ἅλωσιν Ἀντιγόνου παραχειμάζοντος ἐν τῇ τῶν Ἀργείων πόλει, συναγαγὼν Κλεομένης ἅμα τῷ τὴν ἐαρινὴν ὥραν ἐνίστασθαι καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς, ἐξαγαγὼν τὴν στρατιὰν ἐνέβαλεν εἰς τὴν τῶν Ἀργείων χώραν, [2] ὡς μὲν τοῖς πολλοῖς ἐδόκει, παραβόλως καὶ τολμηρῶς διὰ τὴν ὀχυρότητα τῶν κατὰ τὰς εἰσόδους τόπων, ὡς δὲ τοῖς ὀρθῶς λογιζομένοις, ἀσφαλῶς καὶ νουνεχῶς. [3] ὁρῶν γὰρ τὸν Ἀντίγονον διαφεικότα τὰς δυνάμεις, ᾔδει σαφῶς ὡς πρῶτον μὲν τὴν εἰσβολὴν ἀκινδύνως ποιήσεται, δεύτερον ἔτι τῆς χώρας καταφθειρομένης ἕως τῶν τειχῶν ἀνάγκη τοὺς Ἀργείους θεωροῦντας τὸ γινόμενον ἀσχάλλειν καὶ καταμέμφεσθαι τὸν Ἀντίγονον. [4] εἰ μὲν οὖν συμβαίη μὴ δυνάμενον αὐτὸν ὑποφέρειν τὸν ἐπιρραπισμὸν τῶν ὄχλων ἐξελθεῖν καὶ διακινδυνεῦσαι τοῖς παροῦσιν, πρόδηλον ἐκ τῶν κατὰ λόγον ἦν αὐτῷ διότι νικήσει ῥᾳδίως. [5] εἰ δ᾽ ἐμμείνας τοῖς λογισμοῖς ἀφησυχάζοι, καταπληξάμενος τοὺς ὑπεναντίους καὶ ταῖς ἰδίαις δυνάμεσι θάρσος ἐνεργασάμενος ἀσφαλῶς ὑπέλαβε ποιήσασθαι τὴν ἀναχώρησιν εἰς τὴν οἰκείαν. ὃ καὶ συνέβη γενέσθαι. [6] τῆς γὰρ χώρας δῃουμένης οἱ μὲν ὄχλοι συστρεφόμενοι τὸν Ἀντίγονον ἐλοιδόρουν. ὁ δὲ καὶ λίαν ἡγεμονικῶς καὶ βασιλικῶς οὐδὲν περὶ πλείονος ποιούμενος τοῦ κατὰ λόγον χρήσασθαι τοῖς [7] πράγμασιν ἦγε τὴν ἡσυχίαν. ὁ δὲ Κλεομένης κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καταφθείρας μὲν τὴν χώραν, καταπληξάμενος δὲ τοὺς ὑπεναντίους, εὐθαρσεῖς δὲ πεποιηκὼς τὰς ἑαυτοῦ δυνάμεις πρὸς τὸν ἐπιφερόμενον κίνδυνον ἀσφαλῶς εἰς τὴν οἰκείαν ἐπανῆλθεν.

  [1] τοῦ δὲ θέρους ἐνισταμένου, καὶ συνελθόντων τῶν Μακεδόνων καὶ τῶν Ἀχαιῶν ἐκ τῆς χειμασίας, ἀναλαβὼν τὴν στρατιὰν Ἀντίγονος προῆγε μετὰ τῶν συμμάχων εἰς τὴν Λακωνικήν, [2] ἔχων Μακεδόνας μὲν τοὺς εἰς τὴν φάλαγγα μυρίους, πελταστὰς δὲ τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, Ἀγριᾶνας δὲ σὺν τούτοις χιλίους καὶ Γαλάτας ἄλλους τοσούτους, μισθοφόρους δὲ τοὺς πάντας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, [3] Ἀχαιῶν δ᾽ ἐπιλέκτους πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, καὶ Μεγαλοπολίτας χιλίους εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους, ὧν ἡγεῖτο Κερκιδᾶς Μεγαλοπολίτης, τῶν δὲ συμμάχων Βοιωτῶν μὲν πεζοὺς δισχιλίους, [4] ἱππεῖς δὲ διακοσίους, Ἠπειρωτῶν πεζοὺς χιλίους, ἱππεῖς πεντήκοντα, Ἀκαρνάνων ἄλλους τοσούτους, Ἰλλυριῶν χιλίους ἑξακοσίους, ἐφ᾽ ὧν ἦν Δημήτριος ὁ Φάριος, [5] ὥστ᾽ εἶναι πᾶσαν τὴν δύναμιν πεζοὺς μὲν εἰς δισμυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ χιλίους καὶ διακοσίους. [6] ὁ δὲ Κλεομένης προσδοκῶν τὴν ἔφοδον τὰς μὲν ἄλλας τὰς εἰς τὴν χώραν εἰσβολὰς ἠσφαλίσατο φυλακαῖς καὶ τάφροις καὶ δένδρων ἐκκοπαῖς, [7] αὐτὸς δὲ κατὰ τὴν Σελλασίαν καλουμένην μετὰ τῆς δυνάμεως ἐστρατοπέδευε, τῆς πάσης ὑπαρχούσης αὐτῷ στρατιᾶς εἰς δύο μυριάδας, στοχαζόμενος ἐκ τῶν κατὰ λόγον ταύτῃ ποιήσασθαι τοὺς ὑπεναντίους τὴν εἰσβολήν: ὃ καὶ συνεκύρησε. [8] δύο δὲ λόφων ἐπ᾽ αὐτῆς τῆς εἰσόδου κειμένων, ὧν τὸν μὲν Εὔαν, τὸν δ᾽ ἕτερον Ὄλυμπον καλεῖσθαι συμβαίνει, [9] τῆς δ᾽ ὁδοῦ μεταξὺ τούτων παρὰ τὸν Οἰνοῦντα ποταμὸν φερούσης εἰς τὴν Σπάρτην, ὁ μὲν Κλεομένης τῶν προειρημένων λόφων συνάμφω τάφρον καὶ χάρακα προβαλόμενος ἐπὶ μὲν τὸν Εὔαν ἔταξε τοὺς περιοίκους καὶ συμμάχους, ἐφ᾽ ὧν ἐπέστησε τὸν ἀδελφὸν Εὐκλείδαν, αὐτὸς δὲ τὸν Ὄλυμπον κατεῖχε μετὰ Λακεδαιμονίων καὶ τῶν μισθοφόρων. [10] ἐν δὲ τοῖς ἐπιπέδοις παρὰ τὸν ποταμὸν ἐφ᾽ ἑκάτερα τῆς ὁδοῦ τοὺς ἱππεῖς μετὰ μέρους τινὸς τῶν μισθοφόρων παρενέβαλεν. [11] Ἀντίγονος δὲ παραγενόμενος καὶ συνθεωρήσας τήν τε τῶν τόπων ὀχυρότητα καὶ τὸν Κλεομένη πᾶσι τοῖς οἰκείοις μέρεσι τῆς δυνάμεως οὕτως εὐστόχως προκατειληφό
τα τὰς εὐκαιρίας ὥστε παραπλήσιον εἶναι τὸ σύμπαν σχῆμα τῆς στρατοπεδείας τῆς τῶν ἀγαθῶν ὁπλομάχων προβολῆς: [12] οὐδὲν γὰρ ἀπέλειπε τῶν πρὸς ἐπίθεσιν ἅμα καὶ φυλακήν, ἀλλ᾽ ἦν ὁμοῦ παράταξις ἐνεργὸς καὶ παρεμβολὴ δυσπρόσοδος: [13] διὸ καὶ τὸ μὲν ἐξ ἐφόδου καταπειράζειν καὶ συμπλέκεσθαι

  [1] προχείρως ἀπέγνω, στρατοπεδεύσας δ᾽ ἐν βραχεῖ διαστήματι καὶ λαβὼν πρόβλημα τὸν Γοργύλον καλούμενον ποταμόν, τινὰς μὲν ἡμέρας ἐπιμένων συνεθεώρει τάς τε τῶν τόπων ἰδιότητας καὶ τὰς τῶν δυνάμεων διαφοράς, [2] ἅμα δὲ καὶ προδεικνύων τινὰς ἐπιβολὰς πρὸς τὸ μέλλον ἐξεκαλεῖτο τὰς τῶν ὑπεναντίων ἐπινοίας. [3] οὐ δυνάμενος δὲ λαβεῖν οὐδὲν ἀργὸν οὐδ᾽ ἔξοπλον διὰ τὸ πρὸς πᾶν ἑτοίμως ἀντικινεῖσθαι τὸν Κλεομένη, [4] τῆς μὲν τοιαύτης ἐπινοίας ἀπέστη, τέλος δ᾽ ἐξ ὁμολόγου διὰ μάχης ἀμφότεροι προέθεντο κρίνειν τὰς πράξεις: πάνυ γὰρ εὐφυεῖς καὶ παραπλησίους ἡγεμόνας ἡ τύχη συνέβαλε τούτους τοὺς ἄνδρας. [5] πρὸς μὲν οὖν τοὺς κατὰ τὸν Εὔαν ὁ βασιλεὺς ἀντέταξε τῶν τε Μακεδόνων τοὺς χαλκάσπιδας καὶ τοὺς Ἰλλυριούς, κατὰ σπείρας ἐναλλὰξ τεταγμένους, Ἀλέξανδρον τὸν Ἀκμήτου καὶ Δημήτριον τὸν Φάριον ἐπιστήσας. [6] ἐπὶ δὲ τούτοις τοὺς Ἀκαρνᾶνας καὶ Ἠπειρώτας ἐπέβαλε: τούτων δὲ κατόπιν ἦσαν δισχίλιοι τῶν Ἀχαιῶν, ἐφεδρείας λαμβάνοντες τάξιν. [7] τοὺς δ᾽ ἱππεῖς περὶ τὸν Οἰνοῦντα ποταμὸν ἀντέθηκε τῷ τῶν πολεμίων ἱππικῷ, συστήσας αὐτοῖς Ἀλέξανδρον ἡγεμόνα καὶ συμπαραθεὶς πεζοὺς τῶν Ἀχαϊκῶν χιλίους καὶ Μεγαλοπολίτας τοὺς ἴσους. [8] αὐτὸς δὲ τοὺς μισθοφόρους ἔχων καὶ τοὺς Μακεδόνας κατὰ τὸν Ὄλυμπον πρὸς τοὺς περὶ τὸν Κλεομένη διέγνω ποιεῖσθαι τὴν μάχην. [9] προτάξας οὖν τοὺς μισθοφόρους ἐπέστησε διφαλαγγίαν ἐπάλληλον τῶν Μακεδόνων: ἐποίει δὲ τοῦτο διὰ τὴν στενότητα τῶν τόπων. [10] σύνθημα δ᾽ ἦν τοῖς μὲν Ἰλλυριοῖς τότε ποιεῖσθαι τὴν ἀρχὴν τῆς πρὸς τὸν λόφον προσβολῆς, ὅταν ἴδωσιν ἀρθεῖσαν ἀπὸ τῶν κατὰ τὸν Ὄλυμπον τόπων σινδόνα — προσηρτημένοι γὰρ ἦσαν οὗτοι νυκτὸς ἐν τῷ Γοργύλῳ ποταμῷ πρὸς αὐτῇ τῇ τοῦ λόφου ῥίζῃ — [11] τοῖς δὲ Μεγαλοπολίταις καὶ τοῖς ἱππεῦσι παραπλησίως, ἐπειδὰν φοινικὶς ἐξαρθῇ παρὰ τοῦ βασιλέως.

  [1] ἐπειδὴ δ᾽ ὁ μὲν καιρὸς ἧκε τῆς χρείας, τὸ δὲ σύνθημα τοῖς Ἰλλυριοῖς ἀπεδόθη, παρήγγειλαν δὲ ποιεῖν τὸ δέον οἷς ἦν ἐπιμελές, πάντες εὐθέως ἀναδείξαντες αὑτοὺς κατήρχοντο τῆς πρὸς τὸν βουνὸν προσβολῆς. [2] οἱ δὲ μετὰ τῶν Κλεομένους ἱππέων ἐξ ἀρχῆς ταχθέντες εὔζωνοι, θεωροῦντες τὰς σπείρας τῶν Ἀχαιῶν ἐρήμους ἐκ τῶν κατόπιν οὔσας, κατ᾽ οὐρὰν προσπίπτοντες εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς πρὸς τὸν λόφον βιαζομένους, [3] ὡς ἂν τῶν μὲν περὶ τὸν Εὐκλείδαν ἐξ ὑπερδεξίου κατὰ πρόσωπον αὐτοῖς ἐφεστώτων, τῶν δὲ μισθοφόρων κατόπιν ἐπικειμένων καὶ προσφερόντων τὰς χεῖρας ἐρρωμένως. ἐν ᾧ καιρῷ συννοήσας τὸ γινόμενον, [4] ἅμα δὲ προορώμενος τὸ μέλλον Φιλοποίμην ὁ Μεγαλοπολίτης τὸ μὲν πρῶτον ὑποδεικνύειν ἐπεβάλλετο τοῖς προεστῶσι τὸ συμβησόμενον: [5] οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸ μήτ᾽ ἐφ᾽ ἡγεμονίας τετάχθαι μηδεπώποτε κομιδῇ τε νέον ὑπάρχειν αὐτόν, παρακαλέσας τοὺς ἑαυτοῦ πολίτας ἐνέβαλε τοῖς πολεμίοις τολμηρῶς. [6] οὗ γενομένου ταχέως οἱ προσκείμενοι μισθοφόροι κατ᾽ οὐρὰν τοῖς προσβαίνουσιν, ἀκούσαντες τῆς κραυγῆς καὶ συνιδόντες τὴν τῶν ἱππέων συμπλοκήν, ἀφέμενοι τῶν προκειμένων ἀνέτρεχον εἰς τὰς ἐξ ἀρχῆς τάξεις καὶ προσεβοήθουν τοῖς παρ᾽ αὑτῶν ἱππεῦσι. [7] τούτου δὲ συμβάντος ἀπερίσπαστον γενόμενον τό τε τῶν Ἰλλυριῶν καὶ Μακεδόνων καὶ τῶν ἅμα τούτοις προσβαινόντων πλῆθος ἐκθύμως ὥρμησε καὶ τεθαρρηκότως ἐπὶ τοὺς ὑπεναντίους. [8] ἐξ οὗ καὶ μετὰ ταῦτα φανερὸν ἐγενήθη διότι τοῦ κατὰ τὸν Εὐκλείδαν προτερήματος αἴτιος ἐγίνετο Φιλοποίμην.

  [1] ὅθεν καὶ τὸν Ἀντίγονόν φασι μετὰ ταῦτα καταπειράζοντα πυνθάνεσθαι τοῦ ταχθέντος ἐπὶ τῶν ἱππέων Ἀλεξάνδρου διὰ τί πρὸ τοῦ παραδοθῆναι τὸ σύνθημα τοῦ κινδύνου κατάρξαιτο. [2] τοῦ δ᾽ ἀρνουμένου, φάσκοντος δὲ μειράκιόν τι Μεγαλοπολιτικὸν προεγχειρῆσαι παρὰ τὴν ἑαυτοῦ γνώμην, εἰπεῖν διότι τὸ μὲν μειράκιον ἡγεμόνος ἔργον ἀγαθοῦ ποιήσαι, συνθεασάμενον τὸν καιρόν, ἐκεῖνος δ᾽ ἡγεμὼν ὑπάρχων μειρακίου τοῦ τυχόντος. [3] οὐ μὴν ἀλλ᾽ οἵ γε περὶ τὸν Εὐκλείδαν ὁρῶντες προσβαινούσας τὰς σπείρας, ἀφέμενοι τοῦ χρῆσθαι ταῖς τῶν τόπων εὐκαιρίαις — [4] τοῦτο δ᾽ ἦν ἐκ πολλοῦ συναντῶντας καὶ προσπίπτοντας τοῖς πολεμίοις τὰ μὲν ἐκείνων στίφη συνταράττειν καὶ διαλύειν, αὐτοὺς δ᾽ ὑποχωρεῖν ἐπὶ πόδα καὶ μεθίστασθαι πρὸς τοὺς ὑπερδεξίους ἀεὶ τόπους ἀσφαλῶς: [5] οὕτω γὰρ ἂν προλυμηνάμενοι καὶ συγχέαντες τὸ τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως ἰδίωμα τῶν ὑπεναντίων ῥᾳδίως αὐτοὺς ἐτρέψαντο διὰ τὴν τῶν τόπων εὐφυΐαν — [6] τούτων μὲν οὐδὲν ἐποίησαν, καθάπερ δ᾽ ἐξ ἑτοίμου σφίσι τῆς νίκης ὑπαρχούσης τοὐναντίον ἔπραξαν. [7] κατὰ γὰρ τὴν ἐξ ἀρχῆς στάσιν ἔμενον ἐπὶ τῶν ἄκρων, ὡς ἀνωτάτω σπεύδοντες λαβεῖν τοὺς ὑπεναντίους εἰς τὸ τὴν φυγὴν ἐπὶ πολὺ καταφερῆ καὶ κρημνώδη γενέσθαι �
�οῖς πολεμίοις. [8] συνέβη δ᾽, ὅπερ εἰκὸς ἦν, τοὐναντίον: οὐ γὰρ ἀπολιπόντες αὑτοῖς ἀναχώρησιν, προσδεξάμενοι δ᾽ ἀκεραίους ἅμα καὶ συνεστώσας τὰς σπείρας, εἰς τοῦτο δυσχρηστίας ἦλθον ὥστε δι᾽ αὐτῆς τῆς τοῦ λόφου κορυφῆς διαμάχεσθαι πρὸς τοὺς βιαζομένους. [9] λοιπὸν ὅσον ἐκ ποδὸς ἐπιέσθησαν τῷ βάρει τοῦ καθοπλισμοῦ καὶ τῆς συντάξεως, εὐθέως οἱ μὲν Ἰλλυριοὶ τὴν κατάστασιν ἐλάμβανον, οἱ δὲ περὶ τὸν Εὐκλείδαν τὴν ὑπὸ πόδα διὰ τὸ μὴ καταλείπεσθαι τόπον εἰς ἀναχώρησιν καὶ μετάστασιν ἑαυτοῖς. [10] ἐξ οὗ ταχέως συνέβη τραπέντας αὐτοὺς ὀλεθρίῳ χρήσασθαι φυγῇ, κρημνώδη καὶ δύσβατον ἐχόντων ἐπὶ πολὺ τὴν ἀναχώρησιν τῶν τόπων.

 

‹ Prev