by Polybius
[1] ἅμα δὲ τούτοις ὁ περὶ τοὺς ἱππεῖς συνετελεῖτο κίνδυνος, ἐκπρεπῆ ποιουμένων τὴν χρείαν τῶν Ἀχαϊκῶν ἱππέων ἁπάντων, μάλιστα δὲ Φιλοποίμενος, διὰ τὸ περὶ τῆς αὐτῶν ἐλευθερίας συνεστάναι τὸν ὅλον ἀγῶνα. [2] καθ᾽ ὃν καιρὸν τῷ προειρημένῳ συνέβη τὸν μὲν ἵππον πεσεῖν πληγέντα καιρίως, αὐτὸν δὲ πεζομαχοῦντα περιπεσεῖν τραύματι βιαίῳ δι᾽ ἀμφοῖν τοῖν μηροῖν. [3] οἱ δὲ βασιλεῖς κατὰ τὸν Ὄλυμπον τὸ μὲν πρῶτον ἐποιοῦντο διὰ τῶν εὐζώνων καὶ μισθοφόρων τὴν συμπλοκήν, παρ᾽ ἑκατέροις σχεδὸν ὑπαρχόντων τούτων εἰς πεντακισχιλίους. [4] ὧν ποτὲ μὲν κατὰ μέρη, ποτὲ δ᾽ ὁλοσχερῶς συμπιπτόντων, διαφέρουσαν συνέβαινε γίνεσθαι τὴν ἐξ ἀμφοῖν χρείαν, ὁμοῦ τῶν τε βασιλέων καὶ τῶν στρατοπέδων ἐν συνόψει ποιουμένων τὴν μάχην. [5] ἡμιλλῶντο δὲ πρὸς ἑαυτοὺς καὶ κατ᾽ ἄνδρα καὶ κατὰ τάγμα ταῖς εὐψυχίαις. [6] ὁ δὲ Κλεομένης ὁρῶν τοὺς μὲν περὶ τὸν ἀδελφὸν πεφευγότας, τοὺς δ᾽ ἐν τοῖς ἐπιπέδοις ἱππεῖς ὅσον οὔπω κλίνοντας, καταπλαγὴς ὢν μὴ πανταχόθεν προσδέξηται τοὺς πολεμίους, ἠναγκάζετο διασπᾶν τὰ προτειχίσματα καὶ πᾶσαν τὴν δύναμιν ἐξάγειν μετωπηδὸν κατὰ μίαν πλευρὰν τῆς στρατοπεδείας. [7] ἀνακληθέντων δὲ τῶν παρ᾽ ἑκατέροις εὐζώνων ἐκ τοῦ μεταξὺ τόπου διὰ τῆς σάλπιγγος, συναλαλάξασαι καὶ καταβαλοῦσαι τὰς σαρίσας συνέβαλλον αἱ φάλαγγες ἀλλήλαις. [8] ἀγῶνος δὲ γενομένου κραταιοῦ, καὶ ποτὲ μὲν ἐπὶ πόδα ποιουμένων τὴν ἀναχώρησιν καὶ πιεζομένων ἐπὶ πολὺ τῶν Μακεδόνων ὑπὸ τῆς τῶν Λακώνων εὐψυχίας, ποτὲ δὲ τῶν Λακεδαιμονίων ἐξωθουμένων ὑπὸ τοῦ βάρους τῆς τῶν Μακεδόνων τάξεως, [9] τέλος οἱ περὶ τὸν Ἀντίγονον συμφράξαντες τὰς σαρίσας καὶ χρησάμενοι τῷ τῆς ἐπαλλήλου φάλαγγος ἰδιώματι, βίᾳ προσπεσόντες ἐξέωσαν ἐκ τῶν ὀχυρωμάτων τοὺς Λακεδαιμονίους. [10] τὸ μὲν οὖν ἄλλο πλῆθος ἔφευγε προτροπάδην φονευόμενον: ὁ δὲ Κλεομένης ἱππεῖς τινας ἔχων περὶ ἑαυτὸν ἀπεχώρησε μετὰ τούτων ἀσφαλῶς εἰς τὴν Σπάρτην. [11] ἐπιγενομένης δὲ τῆς νυκτὸς καταβὰς εἰς Γύθιον, ἡτοιμασμένων αὐτῷ τῶν πρὸς τὸν πλοῦν ἐκ πλείονος χρόνου πρὸς τὸ συμβαῖνον, ἀπῆρε μετὰ τῶν φίλων εἰς Ἀλεξάνδρειαν.
[1] Ἀντίγονος δ᾽ ἐγκρατὴς γενόμενος ἐξ ἐφόδου τῆς Σπάρτης τά τε λοιπὰ μεγαλοψύχως καὶ φιλανθρώπως ἐχρήσατο τοῖς Λακεδαιμονίοις, τό τε πολίτευμα τὸ πάτριον αὐτοῖς ἀποκαταστήσας ἐν ὀλίγαις ἡμέραις ἀνέζευξε μετὰ τῶν δυνάμεων ἐκ τῆς πόλεως, προσαγγελθέντος αὐτῷ τοὺς Ἰλλυριοὺς εἰσβεβληκότας εἰς Μακεδονίαν πορθεῖν τὴν χώραν. [2] οὕτως ἀεί ποθ᾽ ἡ τύχη τὰ μέγιστα τῶν πραγμάτων παρὰ λόγον εἴωθε κρίνειν. [3] καὶ γὰρ τότε Κλεομένης, εἴτε τὰ κατὰ τὸν κίνδυνον παρείλκυσε τελέως ὀλίγας ἡμέρας, εἴτ᾽ ἀναχωρήσας ἀπὸ τῆς μάχης εἰς τὴν πόλιν ἐπὶ βραχὺ τῶν καιρῶν ἀντεποιήσατο, διακατέσχεν ἂν τὴν ἀρχήν. [4] οὐ μὴν ἀλλ᾽ ὅ γ᾽ Ἀντίγονος παραγενόμενος εἰς Τεγέαν καὶ τούτοις ἀποδοὺς τὴν πάτριον πολιτείαν δευτεραῖος ἐντεῦθεν εἰς Ἄργος ἐπ᾽ αὐτὴν ἦλθε τὴν τῶν Νεμέων πανήγυριν. [5] ἐν ᾗ τυχὼν πάντων τῶν πρὸς ἀθάνατον δόξαν καὶ τιμὴν ἀνηκόντων ὑπό τε τοῦ κοινοῦ τῶν Ἀχαιῶν καὶ κατ᾽ ἰδίαν ἑκάστης τῶν πόλεων ὥρμησε κατὰ σπουδὴν εἰς Μακεδονίαν. [6] καταλαβὼν δὲ τοὺς Ἰλλυριοὺς ἐν τῇ χώρᾳ καὶ συμβαλὼν ἐκ παρατάξεως τῇ μὲν μάχῃ κατώρθωσε, τῇ δὲ παρακλήσει καὶ κραυγῇ τῇ κατ᾽ αὐτὸν τὸν κίνδυνον ἐκθύμως χρησάμενος εἰς αἵματος ἀναγωγὴν καί τινα τοιαύτην διάθεσιν ἐμπεσὼν μετ᾽ οὐ πολὺ νόσῳ τὸν βίον μετήλλαξε, [7] καλὰς ἐλπίδας ὑποδείξας ἐν αὑτῷ πᾶσι τοῖς Ἕλλησιν, οὐ μόνον κατὰ τὴν ἐν τοῖς ὑπαίθροις χρείαν, ἔτι δὲ μᾶλλον κατὰ τὴν ὅλην αἵρεσιν καὶ καλοκἀγαθίαν. [8] τὴν δὲ Μακεδόνων βασιλείαν ἀπέλιπε Φιλίππῳ τῷ Δημητρίου.
[1] τίνος δὲ χάριν ἐποιησάμεθα τὴν ἐπὶ πλεῖον ὑπὲρ τοῦ προειρημένου πολέμου μνήμην; [2] διότι τῶν καιρῶν τούτων συναπτόντων τοῖς ὑφ᾽ ὑμῶν ἱστορεῖσθαι μέλλουσι χρήσιμον ἐδόκει, μᾶλλον δ᾽ ἀναγκαῖον εἶναι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸ ποιῆσαι πᾶσιν ἐναργῆ καὶ γνώριμον τὴν ὑπάρχουσαν περὶ Μακεδόνας καὶ τοὺς Ἕλληνας τότε κατάστασιν. [3] περὶ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Πτολεμαίου νόσῳ τὸν βίον μεταλλάξαντος Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ διεδέξατο τὴν βασιλείαν. [4] μετήλλαξε δὲ καὶ Σέλευκος ὁ Σελεύκου τοῦ Καλλινίκου καὶ Πώγωνος ἐπικληθέντος: Ἀντίοχος δὲ διεδέξατο τὴν ἐν Συρίᾳ βασιλείαν, ἀδελφὸς ὢν αὐτοῦ. [5] παραπλήσιον γὰρ δή τι συνέβη τούτοις καὶ τοῖς πρώτοις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν κατασχοῦσι τὰς ἀρχὰς ταύτας, λέγω δὲ Σελεύκῳ, Πτολεμαίῳ, Λυσιμάχῳ. [6] ἐκεῖνοί τε γὰρ πάντες περὶ τὴν εἰκοστὴν καὶ τετάρτην πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα μετήλλαξαν, καθάπερ ἐπάνω προεῖπον, οὗτοί τε περὶ τὴν ἐνάτην καὶ τριακοστήν. [7] ἡμεῖς δ᾽ ἐπειδὴ τὴν ἐπίστασιν καὶ προκατασκευὴν τῆς ὅλης ἱστορίας διεληλύθαμεν, δι᾽ ἧς ὑποδέδεικται πότε καὶ πῶς καὶ δι᾽ ἃς αἰτίας τῶν κατὰ τὴν Ἰταλίαν κρατήσαντες Ῥωμαῖοι πρῶτον ἐγχειρεῖν ἤρξαντο τοῖς ἔξω πράγμασι καὶ πρῶτον ἐτόλμησαν ἀμφισβητεῖν Καρχηδονίοις τῆς θαλάττης, [8] ἅμα δὲ τούτοις καὶ τὴν περὶ τοὺς Ἕλληνας καὶ Μακεδόνας, ὁμοί
ως δὲ καὶ περὶ Καρχηδονίους ὑπάρχουσαν τότε κατάστασιν δεδηλώκαμεν, [9] καθῆκον ἂν εἴη παραγεγονότας ἐπὶ τοὺς καιροὺς τούτους κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐν οἷς ἔμελλον οἱ μὲν Ἕλληνες τὸν συμμαχικόν, Ῥωμαῖοι δὲ τὸν Ἀννιβιακόν, οἱ δὲ κατὰ τὴν Ἀσίαν βασιλεῖς τὸν περὶ Κοίλης Συρίας ἐνίστασθαι πόλεμον, [10] καὶ τὴν βύβλον ταύτην ἀφορίζειν ἀκολούθως τῇ τε τῶν προγεγονότων πραγμάτων περιγραφῇ καὶ τῇ τῶν κεχειρικότων τὰ πρὸ τοῦ δυναστῶν καταστροφῇ.
BOOK 3
[1] ὅτι μὲν ἀρχὰς ὑποτιθέμεθα τῆς αὑτῶν πραγματείας τόν τε συμμαχικὸν καὶ τὸν Ἀννιβιακόν, πρὸς δὲ τούτοις τὸν περὶ Κοίλης Συρίας πόλεμον, ἐν τῇ πρώτῃ μὲν τῆς ὅλης συντάξεως, τρίτῃ δὲ ταύτης ἀνώτερον βύβλῳ δεδηλώκαμεν: [2] ὁμοίως δὲ καὶ τὰς αἰτίας, δι᾽ ἃς ἀναδραμόντες τοῖς χρόνοις πρὸ τούτων τῶν καιρῶν συνεταξάμεθα τὰς πρὸ ταύτης βύβλους, ἐν αὐτῇ ‘κείνῃ διεσαφήσαμεν. [3] νῦν δὲ πειρασόμεθα τοὺς προειρημένους πολέμους καὶ τὰς αἰτίας, ἐξ ὧν ἐγένοντο καὶ δι᾽ ἃς ἐπὶ τοσοῦτον ηὐξήθησαν, μετ᾽ ἀποδείξεως ἐξαγγέλλειν, βραχέα προειπόντες ὑπὲρ τῆς αὑτῶν πραγματείας. [4] ὄντος γὰρ ἑνὸς ἔργου καὶ θεάματος ἑνὸς τοῦ σύμπαντος, ὑπὲρ οὗ γράφειν ἐπικεχειρήκαμεν, τοῦ πῶς καὶ πότε καὶ διὰ τί πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης ὑπὸ τὴν Ῥωμαίων δυναστείαν ἐγένετο, [5] τούτου δ᾽ ἔχοντος καὶ τὴν ἀρχὴν γνωριζομένην καὶ τὸν χρόνον ὡρισμένον καὶ τὴν συντέλειαν ὁμολογουμένην, χρήσιμον ἡγούμεθ᾽ εἶναι καὶ τὸ περὶ τῶν μεγίστων ἐν αὐτῷ μερῶν, ὅσα μεταξὺ κεῖται τῆς ἀρχῆς καὶ τοῦ τέλους, κεφαλαιωδῶς ἐπιμνησθῆναι καὶ προεκθέσθαι. [6] μάλιστα γὰρ οὕτως ὑπολαμβάνομεν τοῖς φιλομαθοῦσι παρασκευάσειν ἱκανὴν ἔννοιαν τῆς ὅλης ἐπιβολῆς. [7] πολλὰ μὲν γὰρ προλαμβανούσης τῆς ψυχῆς ἐκ τῶν ὅλων πρὸς τὴν κατὰ μέρος τῶν πραγμάτων γνῶσιν, πολλὰ δ᾽ ἐκ τῶν κατὰ μέρος πρὸς τὴν τῶν ὅλων ἐπιστήμην, ἀρίστην ἡγούμενοι τὴν ἐξ ἀμφοῖν ἐπίστασιν καὶ θέαν ἀκόλουθον τοῖς εἰρημένοις ποιησόμεθα τὴν προέκθεσιν τῆς αὑτῶν πραγματείας. [8] τὴν μὲν οὖν καθόλου τῆς ὑποθέσεως ἔμφασιν καὶ τὴν περιγραφὴν ἤδη δεδηλώκαμεν. [9] τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ γεγονότων ἀρχὰς μὲν εἶναι συμβαίνει τοὺς προειρημένους πολέμους, καταστροφὴν δὲ καὶ συντέλειαν τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας, χρόνον δὲ τὸν μεταξὺ τῆς ἀρχῆς καὶ τοῦ τέλους ἔτη πεντήκοντα τρία, [10] περιέχεσθαι δ᾽ ἐν τούτῳ τηλικαύτας καὶ τοιαύτας πράξεις, ὅσας οὐδεὶς τῶν προγεγονότων καιρῶν ἐν ἴσῳ περιέλαβε διαστήματι. [11] περὶ ὧν ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ἀρξάμενοι τοιάνδε
[1] τινὰ ποιησόμεθα τὴν ἔφοδον τῆς ἐξηγήσεως. ὑποδείξαντες γὰρ τὰς αἰτίας, δι᾽ ἃς ὁ προδεδηλωμένος συνέστη Καρχηδονίοις καὶ Ῥωμαίοις πόλεμος, ὁ προσαγορευθεὶς Ἀννιβιακός, [2] ἐροῦμεν ὡς εἰς Ἰταλίαν ἐμβαλόντες Καρχηδόνιοι καὶ καταλύσαντες τὴν Ῥωμαίων δυναστείαν εἰς μέγαν μὲν φόβον ἐκείνους ἤγαγον περὶ σφῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους, μεγάλας δ᾽ ἔσχον αὐτοὶ καὶ παραδόξους ἐλπίδας, ὡς καὶ τῆς Ῥώμης αὐτῆς ἐξ ἐφόδου κρατήσοντες. [3] ἑξῆς δὲ τούτοις πειρασόμεθα διασαφεῖν ὡς κατὰ τοὺς αὐτοὺς καιροὺς Φίλιππος μὲν ὁ Μακεδὼν διαπολεμήσας Αἰτωλοῖς καὶ μετὰ ταῦτα συστησάμενος τὰ κατὰ τοὺς Ἕλληνας ἐπεβάλετο κοινωνεῖν Καρχηδονίοις τῶν αὐτῶν ἐλπίδων, [4] Ἀντίοχος δὲ καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἠμφισβήτουν, τέλος δ᾽ ἐπολέμησαν ὑπὲρ Κοίλης Συρίας πρὸς ἀλλήλους, [5] Ῥόδιοι δὲ καὶ Προυσίας ἀναλαβόντες πρὸς Βυζαντίους πόλεμον ἠνάγκασαν αὐτοὺς ἀποστῆναι τοῦ παραγωγιάζειν τοὺς πλέοντας εἰς τὸν Πόντον. [6] στήσαντες δ᾽ ἐπὶ τούτων τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον, ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετ᾽ αὐτοῖς ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελτῶν ἀρχήν, ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς. [7] ἅμα δὲ τούτοις κατὰ παρέκβασιν δηλώσομεν τὴν κατάλυσιν τῆς Ἱέρωνος τοῦ Συρακοσίου δυναστείας. [8] οἷς ἐπισυνάψομεν τὰς περὶ τὴν Αἴγυπτον ταραχὰς καὶ τίνα τρόπον Πτολεμαίου τοῦ βασιλέως μεταλλάξαντος τὸν βίον συμφρονήσαντες Ἀντίοχος καὶ Φίλιππος ἐπὶ διαιρέσει τῆς τοῦ καταλελειμμένου παιδὸς ἀρχῆς ἤρξαντο κακοπραγμονεῖν καὶ τὰς χεῖρας ἐπιβάλλειν Φίλιππος μὲν τοῖς κατ᾽ Αἴγαιον καὶ Καρίαν καὶ Σάμον, Ἀντίοχος δὲ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην.
[1] μετὰ δὲ ταῦτα συγκεφαλαιωσάμενοι τὰς ἐν Ἰβηρίᾳ καὶ Λιβύῃ καὶ Σικελίᾳ πράξεις Ῥωμαίων καὶ Καρχηδονίων μεταβιβάσομεν τὴν διήγησιν ὁλοσχερῶς εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ἅμα ταῖς τῶν πραγμάτων μεταβολαῖς. [2] ἐξηγησάμενοι δὲ τὰς Ἀττάλου καὶ Ῥοδίων ναυμαχίας πρὸς Φίλιππον, ἔτι δὲ τὸν Ῥωμαίων καὶ Φιλίππου πόλεμον, ὡς ἐπράχθη καὶ διὰ τίνων καὶ τί τὸ τέλος ἔσχεν, [3] τούτῳ συνάπτοντες τὸ συνεχὲς μνησθησόμεθα τῆς Αἰτωλῶν ὀργῆς, καθ᾽ ἣν Ἀντίοχον ἐπισπασάμενοι τὸν ἀπὸ τῆς Ἀσίας Ἀχαιοῖ�
� καὶ Ῥωμαίοις ἐξέκαυσαν πόλεμον. [4] οὗ δηλώσαντες τὰς αἰτίας καὶ τὴν Ἀντιόχου διάβασιν εἰς τὴν Εὐρώπην διασαφήσομεν πρῶτον μὲν τίνα τρόπον ἐκ τῆς Ἑλλάδος ἔφυγεν, δεύτερον δὲ πῶς ἡττηθεὶς τῆς ἐπὶ τάδε τοῦ Ταύρου πάσης ἐξεχώρησε, [5] τὸ δὲ τρίτον τίνα τρόπον Ῥωμαῖοι καταλύσαντες τὴν Γαλατῶν ὕβριν ἀδήριτον μὲν σφίσι παρεσκεύασαν τὴν τῆς Ἀσίας ἀρχήν, ἀπέλυσαν δὲ τοὺς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντας βαρβαρικῶν φόβων καὶ τῆς Γαλατῶν παρανομίας. [6] μετὰ δὲ ταῦτα θέντες ὑπὸ τὴν ὄψιν τὰς Αἰτωλῶν καὶ Κεφαλλήνων ἀτυχίας ἐπιβαλοῦμεν τοὺς Εὐμένει συστάντας πρός τε Προυσίαν καὶ Γαλάτας πολέμους, ὁμοίως δὲ καὶ τὸν μετ᾽ Ἀριαράθου πρὸς Φαρνάκην. [7] οἷς ἑξῆς ἐπιμνησθέντες τῆς παρὰ Πελοποννησίων ὁμονοίας καὶ καταστάσεως, ἔτι δὲ τῆς αὐξήσεως τοῦ Ῥοδίων πολιτεύματος, συγκεφαλαιωσόμεθα τὴν ὅλην διήγησιν ἅμα καὶ τὰς πράξεις, [8] ἐπὶ πᾶσιν ἐξηγησάμενοι τὴν Ἀντιόχου στρατείαν εἰς Αἴγυπτον τοῦ κληθέντος Ἐπιφανοῦς καὶ τὸν Περσικὸν πόλεμον καὶ τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας. [9] δι᾽ ὧν ἅμα θεωρηθήσεται πῶς ἕκαστα χειρίσαντες Ῥωμαῖοι πᾶσαν ἐποιήσαντο τὴν οἰκουμένην ὑπήκοον αὑτοῖς.