by Polybius
[1] ἧκε πρὸς τὰ στενὰ καὶ τὰς διεκβολάς. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοῖς στενοῖς φυλάττοντες ἅμα τῷ συνιδεῖν τὰ φῶτα προσβάλλοντα πρὸς τὰς ὑπερβολάς, νομίσαντες ταύτῃ ποιεῖσθαι τὴν ὁρμὴν τὸν Ἀννίβαν, ἀπολιπόντες τὰς δυσχωρίας παρεβοήθουν τοῖς ἄκροις. [2] ἐγγίζοντες δὲ τοῖς βουσὶν ἠποροῦντο διὰ τὰ φῶτα, μεῖζόν τι τοῦ συμβαίνοντος καὶ δεινότερον ἀναπλάττοντες καὶ προσδοκῶντες. ἐπιγενομένων δὲ τῶν λογχοφόρων, [3] οὗτοι μὲν βραχέα πρὸς ἀλλήλους ἀκροβολισάμενοι, τῶν βοῶν αὐτοῖς ἐμπιπτόντων ἔμειναν διαστάντες ἐπὶ τῶν ἄκρων ἀμφότεροι καὶ προσανεῖχον καραδοκοῦντες τὴν ἐπιφάνειαν τῆς ἡμέρας διὰ τὸ μὴ δύνασθαι γνῶναι τὸ γινόμενον. [4] Φάβιος δὲ τὰ μὲν ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι καὶ κατὰ τὸν ποιητὴν ὀισσάμενος δόλον εἶναι, τὰ δὲ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν οὐδαμῶς κρίνων ἐκκυβεύειν οὐδὲ παραβάλλεσθαι τοῖς ὅλοις, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῷ χάρακι καὶ προσεδέχετο τὴν ἡμέραν. [5] κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, προχωρούντων αὐτῷ τῶν πραγμάτων κατὰ τὴν ἐπιβολήν, τήν τε δύναμιν διεκόμισε διὰ τῶν στενῶν μετ᾽ ἀσφαλείας καὶ τὴν λείαν, λελοιπότων τοὺς τόπους τῶν παραφυλαττόντων τὰς δυσχωρίας. [6] ἅμα δὲ τῷ φωτὶ συνιδὼν τοὺς ἐν τοῖς ἄκροις ἀντικαθημένους τοῖς λογχοφόροις ἐπαπέστειλέ τινας τῶν Ἰβήρων, οἳ καὶ συμμίξαντες κατέβαλον μὲν τῶν Ῥωμαίων εἰς χιλίους, ῥᾳδίως δὲ τοὺς παρὰ σφῶν εὐζώνους ἐκδεξάμενοι κατεβίβασαν. [7]
[1] Ἀννίβας μὲν οὖν τοιαύτην ἐκ τοῦ Φαλέρνου ποιησάμενος τὴν ἔξοδον, λοιπὸν ἤδη στρατοπεδεύων ἀσφαλῶς κατεσκέπτετο καὶ προυνοεῖτο περὶ τῆς χειμασίας ποῦ καὶ πῶς ποιήσεται, μέγαν φόβον καὶ πολλὴν ἀπορίαν παρεστακὼς ταῖς πόλεσι καὶ τοῖς κατὰ τὴν Ἰταλίαν ἀνθρώποις. [8] Φάβιος δὲ κακῶς μὲν ἤκουε παρὰ τοῖς πολλοῖς, ὡς ἀνάνδρως ἐκ τοιούτων τόπων προέμενος τοὺς ὑπεναντίους, οὐ μὴν ἀφίστατό γε τῆς προθέσεως. [9] καὶ ἀναγκασθεὶς δὲ μετ᾽ ὀλίγας ἡμέρας ἐπί τινας ἀπελθεῖν θυσίας εἰς τὴν Ῥώμην παρέδωκεν τῷ συνάρχοντι τὰ στρατόπεδα καὶ πολλὰ χωριζόμενος ἐνετείλατο μὴ τοσαύτην ποιεῖσθαι σπουδὴν ὑπὲρ τοῦ βλάψαι τοὺς πολεμίους ἡλίκην ὑπὲρ τοῦ μηδὲν αὐτοὺς παθεῖν δεινόν. [10] ὧν οὐδὲ μικρὸν ἐν νῷ τιθέμενος Μάρκος ἔτι λέγοντος αὐτοῦ ταῦτα πρὸς τῷ παραβάλλεσθαι καὶ τῷ διακινδυνεύειν ὅλος καὶ πᾶς ἦν. τὰ μὲν οὖν κατὰ τὴν Ἰταλίαν τοιαύτην εἶχε τὴν διάθεσιν. [2] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ταῖς προειρημέναις πράξεσιν Ἀσδρούβας ὁ τεταγμένος ἐπὶ τῆς Ἰβηρίας στρατηγὸς κατηρτικὼς ἐν τῇ παραχειμασίᾳ τὰς ὑπὸ τἀδελφοῦ καταλειφθείσας τριάκοντα ναῦς καὶ δέκα προσπεπληρωκὼς ἄλλας, ἀρχομένης τῆς θερείας ἀνήχθη τετταράκοντα ναυσὶ καταφράκτοις ἐκ Καινῆς πόλεως, προχειρισάμενος Ἀμίλκαν τοῦ στόλου ναύαρχον. [3] ἅμα δὲ καὶ τὴν πεζὴν ἐκ τῆς παραχειμασίας ἡθροικὼς δύναμιν ἀνέζευξε: καὶ ταῖς μὲν ναυσὶ παρὰ τὴν χέρσον ἐποιεῖτο τὸν πλοῦν, τοῖς δὲ πεζοῖς τὴν πορείαν παρὰ τὸν αἰγιαλόν, σπεύδων ἀμφοτέραις ἅμα ταῖς δυνάμεσι καταζεῦξαι πρὸς τὸν Ἴβηρα ποταμόν. [4] Γνάιος δὲ τὰς ἐπιβολὰς συλλογιζόμενος τῶν Καρχηδονίων τὸ μὲν πρῶτον ἐπεβάλετο κατὰ γῆν καὶ κατὰ θάλατταν ἐκ τῆς παραχειμασίας ποιεῖσθαι τὴν ἀπάντησιν. [5] ἀκούων δὲ τὸ πλῆθος τῶν δυνάμεων καὶ τὸ μέγεθος τῆς παρασκευῆς τὸ μὲν κατὰ γῆν ἀπαντᾶν ἀπεδοκίμασε, συμπληρώσας δὲ πέντε καὶ τριάκοντα ναῦς καὶ λαβὼν ἐκ τοῦ πεζικοῦ στρατεύματος τοὺς ἐπιτηδειοτάτους ἄνδρας πρὸς τὴν ἐπιβατικὴν χρείαν ἀνήχθη καὶ κατῆρε δευτεραῖος ἐκ Ταρράκωνος εἰς τοὺς περὶ τὸν Ἴβηρα ποταμὸν τόπους. [6] καθορμισθεὶς δὲ τῶν πολεμίων ἐν ἀποστήματι περὶ τοὺς ὀγδοήκοντα σταδίους προαπέστειλε κατασκεψομένας δύο ναῦς ταχυπλοούσας Μασσαλιητικάς: καὶ γὰρ προκαθηγοῦντο καὶ προεκινδύνευον οὗτοι καὶ πᾶσαν ἀποτόμως σφίσι παρείχοντο τὴν χρείαν. [7] εὐγενῶς γάρ, εἰ καί τινες ἕτεροι, κεκοινωνήκασι Ῥωμαίοις πραγμάτων καὶ Μασσαλιῶται, πολλάκις μὲν καὶ μετὰ ταῦτα, μάλιστα δὲ κατὰ τὸν Ἀννιβιακὸν πόλεμον. [8] διασαφούντων δὲ τῶν ἐπὶ τὴν κατασκοπὴν ἐκπεμφθέντων ὅτι περὶ τὸ στόμα τοῦ ποταμοῦ συμβαίνει τὸν τῶν ὑπεναντίων ὁρμεῖν στόλον, ἀνήγετο κατὰ σπουδήν, βουλόμενος ἄφνω προσπεσεῖν τοῖς
[1] πολεμίοις. οἱ δὲ περὶ τὸν Ἀσδρούβαν, σημηνάντων αὐτοῖς τῶν σκοπῶν ἐκ πολλοῦ τὸν ἐπίπλουν τῶν ὑπεναντίων, ἅμα τὰς πεζικὰς ἐξέταττον δυνάμεις παρὰ τὸν αἰγιαλὸν καὶ τοῖς πληρώμασι παρήγγελλον ἐμβαίνειν εἰς τὰς ναῦς. [2] ἤδη δὲ καὶ τῶν Ῥωμαίων σύνεγγυς ὄντων, σημήναντες πολεμικὸν ἀνήγοντο, κρίναντες ναυμαχεῖν. συμβαλόντες δὲ τοῖς πολεμίοις βραχὺν μέν τινα χρόνον ἀντεποιήσαντο τῆς νίκης, μετ᾽ οὐ πολὺ δὲ πρὸς τὸ κλίνειν ὥρμησαν. [3] ἡ γὰρ ἐφεδρεία τῶν πεζῶν ἡ περὶ τὸν αἰγιαλὸν οὐχ οὕτως αὐτοὺς ὤνησε, θάρσος παριστάνουσα πρὸς τὸν κίνδυνον, ὡς ἔβλαψε τὴν ἐλπίδα τῆς σωτηρίας ἑτοίμην παρασκευάζουσα. [4] πλὴν δύο μὲν αὐτάνδρους νῆας ἀποβαλόντες, τεττάρων δὲ τοὺς ταρσοὺς καὶ τοὺς ἐπιβάτας ἔφευγον ἐκκλίναντες εἰς γῆν. [5] ἐπικειμένων δὲ τῶν Ῥωμαίων αὐτοῖς ἐκθύμως, τὰς μὲν ναῦς ἐξέβαλον εἰς τὸν α�
��γιαλόν, αὐτοὶ δ᾽ ἀποπηδήσαντες ἐκ τῶν πλοίων ἐσῴζοντο πρὸς τοὺς παρατεταγμένους. [6] οἱ δὲ Ῥωμαῖοι τολμηρῶς συνεγγίσαντες τῇ γῇ καὶ τὰ δυνάμενα κινεῖσθαι τῶν πλοίων ἀναδησάμενοι μετὰ χαρᾶς ὑπερβαλλούσης ἀπέπλεον, νενικηκότες μὲν ἐξ ἐφόδου τοὺς ὑπεναντίους, κρατοῦντες δὲ τῆς θαλάττης, εἴκοσι δὲ καὶ πέντε ναῦς ἔχοντες τῶν πολεμίων. [7]
[1] τὰ μὲν οὖν κατὰ τὴν Ἰβηρίαν ἀπὸ τούτων ἐπικυδεστέρας εἰλήφει τοῖς Ῥωμαίοις τὰς ἐλπίδας διὰ τὸ προειρημένον κατόρθωμα. [8] οἱ δὲ Καρχηδόνιοι, προσπεσόντος αὐτοῖς τοῦ γεγονότος ἐλαττώματος, παραχρῆμα πληρώσαντες ἑβδομήκοντα νῆας ἐξαπέστειλαν, κρίναντες ἀναγκαῖον εἶναι πρὸς πάσας τὰς ἐπιβολὰς ἀντέχεσθαι τῆς θαλάττης. [9] αἳ τὸ μὲν πρῶτον εἰς Σαρδόν᾽, ἐκεῖθεν δὲ πρὸς τοὺς περὶ Πίσας τόπους τῆς Ἰταλίας προσέβαλον, πεπεισμένων τῶν ἐπιπλεόντων συμμίξειν ἐνθάδε τοῖς περὶ τὸν Ἀννίβαν. [10] ταχὺ δὲ τῶν Ῥωμαίων ἀναχθέντων ἐπ᾽ αὐτοὺς ἐξ αὐτῆς τῆς Ῥώμης ἑκατὸν εἴκοσι σκάφεσι πεντηρικοῖς, πυθόμενοι τὸν ἀνάπλουν οὗτοι μὲν αὖθις ἀπέπλευσαν εἰς τὴν Σαρδόνα, μετὰ δὲ ταῦτα πάλιν εἰς Καρχηδόνα. [11] Γνάιος δὲ Σερουίλιος ἔχων τὸν προειρημένον στόλον ἕως μέν τινος ἐπηκολούθει τοῖς Καρχηδονίοις, συνάψειν πεπεισμένος, πολὺ δὲ καθυστερῶν ἀπέγνω. [12] καὶ τὸ μὲν πρῶτον τῆς Σικελίας Λιλυβαίῳ προσέσχε: μετὰ δὲ ταῦτα καταπλεύσας τῆς Λιβύης ὡς ἐπὶ τὴν τῶν Κερκινητῶν νῆσον καὶ λαβὼν παρ᾽ αὐτῶν χρήματα τοῦ μὴ πορθῆσαι τὴν χώραν ἀπηλλάγη. [13] κατὰ δὲ τὸν ἀνάπλουν γενόμενος κύριος νήσου Κοσσύρου καὶ φρουρὰν εἰς τὸ πολισμάτιον εἰσαγαγὼν αὖθις εἰς τὸ Λιλύβαιον κατῆρε. [14] καὶ τὸ λοιπὸν οὗτος μὲν αὐτοῦ συνορμίσας τὸν στόλον μετ᾽ οὐ πολὺν χρόνον αὐτὸς ἀνεκομίσθη πρὸς τὰς πεζικὰς δυνάμεις: οἱ δ᾽ ἐκ τῆς συγκλήτου πυθόμενοι τὸ γεγονὸς προτέρημα διὰ τοῦ Γναΐου περὶ τὴν ναυμαχίαν καὶ νομίσαντες χρήσιμον εἶναι, μᾶλλον δ᾽ ἀναγκαῖον τὸ μὴ προΐεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν, ἀλλ᾽ ἐνίστασθαι τοῖς Καρχηδονίοις καὶ τὸν πόλεμον αὔξειν, [2] προχειρισάμενοι ναῦς εἴκοσι καὶ στρατηγὸν ἐπιστήσαντες Πόπλιον Σκιπίωνα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐξαπέστελλον μετὰ σπουδῆς πρὸς τὸν ἀδελφὸν Γνάιον, κοινῇ πράξοντα μετ᾽ ἐκείνου τὰ κατὰ τὴν Ἰβηρίαν. [3] πάνυ γὰρ ἠγωνίων μὴ κρατήσαντες Καρχηδόνιοι τῶν τόπων ἐκείνων καὶ περιποιησάμενοι χορηγίας ἀφθόνους καὶ χεῖρας ἀντιποιήσωνται μὲν τῆς θαλάττης ὁλοσχερέστερον, συνεπιθῶνται δὲ τοῖς κατὰ τὴν Ἰταλίαν, στρατόπεδα πέμποντες καὶ χρήματα τοῖς περὶ τὸν Ἀννίβαν. [4] διόπερ ἐν μεγάλῳ τιθέμενοι καὶ τοῦτον τὸν πόλεμον ἐξαπέστειλαν τάς τε ναῦς καὶ τὸν Πόπλιον. ὃς καὶ παραγενόμενος εἰς Ἰβηρίαν καὶ συμμίξας τἀδελφῷ μεγάλην παρεῖχε χρείαν τοῖς κοινοῖς πράγμασιν. [5] οὐδέποτε γὰρ πρότερον θαρρήσαντες διαβῆναι τὸν Ἴβηρα ποταμόν, ἀλλ᾽ ἀσμενίζοντες τῇ τῶν ἐπὶ τάδε φιλίᾳ καὶ συμμαχίᾳ τότε διέβησαν καὶ τότε πρῶτον ἐθάρρησαν ἀντιποιεῖσθαι τῶν πέραν πραγμάτων, μεγάλα καὶ ταὐτομάτου συνεργήσαντος σφίσι πρὸς τοὺς περιεστῶτας καιρούς. [6]
[1] ἐπειδὴ γὰρ καταπληξάμενοι τοὺς περὶ τὴν διάβασιν οἰκοῦντας τῶν Ἰβήρων ἧκον πρὸς τὴν τῶν Ζακανθαίων πόλιν, ἀποσχόντες σταδίους ὡς τετταράκοντα περὶ τὸ τῆς Ἀφροδίτης ἱερὸν κατεστρατοπέδευσαν, [7] λαβόντες τόπον εὐφυῶς κείμενον πρός τε τὴν ἀπὸ τῶν πολεμίων ἀσφάλειαν καὶ πρὸς τὴν ἐκ θαλάττης χορηγίαν: [8] ὁμοῦ γὰρ αὐτοῖς συνέβαινε καὶ τὸν στόλον ποιεῖσθαι τὸν παράπλουν. ἔνθα δὴ γίνεταί τις πραγμάτων περιπέτεια τοιάδε. καθ᾽ οὓς καιροὺς Ἀννίβας ἐποιεῖτο τὴν πορείαν εἰς Ἰταλίαν, ὅσαις πόλεσιν ἠπίστησε τῶν κατὰ τὴν Ἰβηρίαν, ἔλαβε παρὰ τούτων ὅμηρα τοὺς υἱεῖς τῶν ἐπιφανεστάτων ἀνδρῶν: οὓς πάντας εἰς τὴν Ζακανθαίων ἀπέθετο πόλιν διά τε τὴν ὀχυρότητα καὶ διὰ τὴν τῶν ἀπολειπομένων ἐπ᾽ αὐτῆς ἀνδρῶν πίστιν. ἦν δέ τις ἀνὴρ Ἴβηρ, [2] Ἀβίλυξ ὄνομα, κατὰ μὲν τὴν δόξαν καὶ τὴν τοῦ βίου περίστασιν οὐδενὸς δεύτερος Ἰβήρων, κατὰ δὲ τὴν πρὸς Καρχηδονίους εὔνοιαν καὶ πίστιν πολύ τι διαφέρειν δοκῶν τῶν ἄλλων. [3] οὗτος θεωρῶν τὰ πράγματα καὶ νομίσας ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἐλπίδας, συνελογίσατο παρ᾽ ἑαυτῷ περὶ τῆς τῶν ὁμήρων προδοσίας συλλογισμὸν Ἰβηρικὸν καὶ βαρβαρικόν. [4] πεισθεὶς γὰρ διότι δύναται μέγας γενέσθαι παρὰ Ῥωμαίοις προσενεγκάμενος ἐν καιρῷ πίστιν ἅμα καὶ χρείαν, ἐγίνετο πρὸς τῷ παρασπονδήσας τοὺς Καρχηδονίους ἐγχειρίσαι τοὺς ὁμήρους τοῖς Ῥωμαίοις. [5] θεωρῶν δὲ τὸν Βώστορα τὸν τῶν Καρχηδονίων στρατηγόν, ὃς ἀπεστάλη μὲν ὑπ᾽ Ἀσδρούβου κωλύσων τοὺς Ῥωμαίους διαβαίνειν τὸν ποταμόν, οὐ θαρρήσας δὲ τοῦτο ποιεῖν ἀνακεχωρηκὼς ἐστρατοπέδευε τῆς Ζακάνθης ἐν τοῖς πρὸς θάλατταν μέρεσιν, τοῦτον μὲν ἄκακον ὄντα τὸν ἄνδρα καὶ πρᾷον τῇ φύσει, [6] πιστῶς δὲ τὰ πρὸς αὐτὸν διακείμενον, ποιεῖται λόγους ὑπὲρ τῶν ὁμήρων πρὸς τὸν Βώστορα φάσκων, ἐπειδὴ διαβεβήκασι Ῥωμαῖοι τὸν ποταμόν, οὐκέτι δύνασθαι Καρχηδονίους φόβῳ συνέχειν τὰ κατὰ τὴν Ἰβηρίαν, προσδεῖσθαι δὲ τοὺς καιροὺς τῆς τῶν ὑποταττομένων εὐνοίας: [7] νῦν οὖν ἠγγικότων Ῥωμαίων κ�
�ὶ προσκαθεζομένων τῇ Ζακάνθῃ, καὶ κινδυνευούσης τῆς πόλεως, ἐὰν ἐξαγαγὼν τοὺς ὁμήρους ἀποκαταστήσῃ τοῖς γονεῦσι καὶ ταῖς πόλεσιν, ἐκλύσειν μὲν αὐτὸν τῶν Ῥωμαίων τὴν φιλοτιμίαν: τοῦτο γὰρ αὐτὸ καὶ μάλιστα σπουδάζειν ἐκείνους πρᾶξαι, κυριεύοντας τῶν ὁμήρων: [8] ἐκκαλέσεσθαι δὲ τὴν τῶν Ἰβήρων πάντων πρὸς Καρχηδονίους εὔνοιαν, προϊδόμενον τὸ μέλλον καὶ προνοηθέντα τῆς τῶν ὁμήρων ἀσφαλείας. τὴν δὲ χάριν αὐξήσειν ἔφη πολλαπλασίαν, αὐτὸς γενόμενος χειριστὴς τοῦ πράγματος. [9] ἀποκαθιστάνων γὰρ εἰς τὰς πόλεις τοὺς παῖδας οὐ μόνον τὴν παρ᾽ αὐτῶν εὔνοιαν ἐπισπάσεσθαι τῶν γεννησάντων ἀλλὰ καὶ παρὰ τῶν πολλῶν, ὑπὸ τὴν ὄψιν τιθεὶς διὰ τοῦ συμβαίνοντος τὴν Καρχηδονίων πρὸς τοὺς συμμάχους αἵρεσιν καὶ μεγαλοψυχίαν. [10] προσδοκᾶν δ᾽ αὐτὸν ἐκέλευσε καὶ δώρων πλῆθος ἰδίᾳ παρὰ τῶν τὰ τέκνα κομιζομένων: παραδόξως γὰρ ἑκάστους ἐγκρατεῖς γινομένους τῶν ἀναγκαιοτάτων ἅμιλλαν ποιήσεσθαι τῆς εἰς τὸν κύριον τῶν πραγμάτων εὐεργεσίας. [11] παραπλήσια δὲ τούτοις ἕτερα καὶ πλείω πρὸς τὸν αὐτὸν τρόπον διαλεχθεὶς ἔπεισε τὸν Βώστορα συγκαταθέσθαι τοῖς