Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 177
Delphi Complete Works of Polybius Page 177

by Polybius


  [1] λεγομένοις. καὶ τότε μὲν ἐπανῆλθε, ταξάμενος ἡμέραν, ᾗ παρέσται μετὰ τῶν ἐπιτηδείων πρὸς τὴν ἀνακομιδὴν τῶν παίδων. [2] παραγενηθεὶς δὲ νυκτὸς ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον καὶ συμμίξας τισὶ τῶν συστρατευομένων ἐκείνοις Ἰβήρων διὰ τούτων εἰσῆλθε πρὸς τοὺς στρατηγούς. [3] ἐκλογιζόμενος δὲ διὰ πλειόνων τὴν ἐσομένην ὁρμὴν καὶ μετάπτωσιν πρὸς αὐτοὺς τῶν Ἰβήρων, ἐὰν ἐγκρατεῖς γένωνται τῶν ὁμήρων, ἐπηγγείλατο παραδώσειν αὐτοῖς τοὺς παῖδας. [4] τῶν δὲ περὶ τὸν Πόπλιον ὑπερβολῇ προθύμως δεξαμένων τὴν ἐλπίδα καὶ μεγάλας ὑπισχνουμένων δωρεάς, τότε μὲν εἰς τὴν ἰδίαν ἀπηλλάγη, συνθέμενος ἡμέραν καὶ καιρὸν καὶ τόπον, ἐν ᾧ δεήσει τοὺς ἐκδεξομένους αὐτὸν ὑπομένειν. [5] μετὰ δὲ ταῦτα παραλαβὼν τοὺς ἐπιτηδείους τῶν φίλων ἧκε πρὸς τὸν Βώστορα καί, παραδοθέντων αὐτῷ τῶν παίδων ἐκ τῆς Ζακάνθης, νυκτὸς ποιησάμενος τὴν ἔξοδον, ὡς θέλων λαθεῖν, παραπορευθεὶς τὸν χάρακα τῶν πολεμίων ἧκε πρὸς τὸν τεταγμένον καιρὸν καὶ τόπον καὶ πάντας ἐνεχείρισε τοὺς ὁμήρους τοῖς ἡγεμόσι τῶν Ῥωμαίων. [6] οἱ δὲ περὶ τὸν Πόπλιον ἐτίμησάν τε διαφερόντως τὸν Ἀβίλυγα καὶ πρὸς τὴν ἀποκατάστασιν τῶν ὁμήρων εἰς τὰς πατρίδας ἐχρήσαντο τούτῳ, συμπέμψαντες τοὺς ἐπιτηδείους. [7] ὃς ἐπιπορευόμενος τὰς πόλεις καὶ διὰ τῆς τῶν παίδων ἀποκαταστάσεως τιθεὶς ὑπὸ τὴν ὄψιν τὴν τῶν Ῥωμαίων πρᾳότητα καὶ μεγαλοψυχίαν παρὰ τὴν Καρχηδονίων ἀπιστίαν καὶ βαρύτητα καὶ προσπαρατιθεὶς τὴν αὑτοῦ μετάθεσιν πολλοὺς Ἰβήρων παρώρμησε πρὸς τὴν τῶν Ῥωμαίων φιλίαν. [8] Βώστωρ δὲ παιδικώτερον ἢ κατὰ τὴν ἡλικίαν δόξας ἐγκεχειρικέναι τοὺς ὁμήρους τοῖς πολεμίοις οὐκ εἰς τοὺς τυχόντας ἐπεπτώκει κινδύνους. [9] καὶ τότε μέν, ἤδη τῆς ὥρας κατεπειγούσης, διέλυον εἰς παραχειμασίαν ἀμφότεροι τὰς δυνάμεις, ἱκανοῦ τινος ἐκ τῆς τύχης γεγονότος συνεργήματος τοῖς Ῥωμαίοις τοῦ περὶ τοὺς παῖδας πρὸς τὰς ἐπικειμένας ἐπιβολάς. καὶ τὰ μὲν κατὰ τὴν Ἰβηρίαν ἐν τούτοις ἦν.

  [1] ὁ δὲ στρατηγὸς Ἀννίβας, ὅθεν ἀπελίπομεν, πυνθανόμενος παρὰ τῶν κατασκόπων πλεῖστον ὑπάρχειν σῖτον ἐν τῇ περὶ τὴν Λουκαρίαν καὶ τὸ καλούμενον Γερούνιον χώρᾳ, πρὸς δὲ τὴν συναγωγὴν εὐφυῶς ἔχειν τὸ Γερούνιον, [2] κρίνας ἐκεῖ ποιεῖσθαι τὴν παραχειμασίαν, προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ *Λίβυρνον ὄρος ἐπὶ τοὺς προειρημένους τόπους. ἀφικόμενος δὲ πρὸς τὸ Γερούνιον, [3] ὃ τῆς Λουκαρίας ἀπέχει διακόσια στάδια, τὰς μὲν ἀρχὰς διὰ λόγων τοὺς ἐνοικοῦντας εἰς φιλίαν προυκαλεῖτο καὶ πίστεις ἐδίδου τῶν ἐπαγγελιῶν, οὐδενὸς δὲ προσέχοντος, πολιορκεῖν ἐπεβάλετο. [4] ταχὺ δὲ γενόμενος κύριος τοὺς μὲν οἰκήτορας κατέφθειρε, τὰς δὲ πλείστας οἰκίας ἀκεραίους διεφύλαξε καὶ τὰ τείχη, βουλόμενος σιτοβολίοις χρήσασθαι πρὸς τὴν παραχειμασίαν. [5] τὴν δὲ δύναμιν πρὸ τῆς πόλεως παρεμβαλὼν ὠχυρώσατο τάφρῳ καὶ χάρακι τὴν στρατοπεδείαν. [6] γενόμενος δ᾽ ἀπὸ τούτων τὰ μὲν δύο μέρη τῆς δυνάμεως ἐπὶ τὴν σιτολογίαν ἐξέπεμπε, προστάξας καθ᾽ ἑκάστην ἡμέραν τακτὸν ἀναφέρειν μέτρον ἕκαστον τοῖς ἰδίοις, ἐπιβολὴν τοῦ τάγματος τοῖς προκεχειρισμένοις ἐπὶ τὴν οἰκονομίαν ταύτην, [7] τῷ δὲ τρίτῳ μέρει τήν τε στρατοπεδείαν ἐτήρει καὶ τοῖς σιτολογοῦσι παρεφήδρευε κατὰ τόπους. [8] οὔσης δὲ τῆς μὲν χώρας τῆς πλείστης εὐεφόδου καὶ πεδιάδος, τῶν δὲ συναγόντων ὡς ἔπος εἰπεῖν ἀναριθμήτων, ἔτι δὲ τῆς ὥρας ἀκμαζούσης πρὸς τὴν συγκομιδήν, ἄπλετον συνέβαινε καθ᾽ ἑκάστην ἡμέραν ἁθροίζεσθαι τοῦ σίτου τὸ πλῆθος.

  [1] Μάρκος δὲ παρειληφὼς τὰς δυνάμεις παρὰ Φαβίου τὸ μὲν πρῶτον ἀντιπαρῆγε ταῖς ἀκρωρείαις, πεπεισμένος ἀεὶ περὶ τὰς ὑπερβολὰς συμπεσεῖσθαί ποτε τοῖς Καρχηδονίοις. [2] ἀκούσας δὲ τὸ μὲν Γερούνιον τοὺς περὶ τὸν Ἀννίβαν ἤδη κατέχειν, τὴν δὲ χώραν σιτολογεῖν, πρὸ δὲ τῆς πόλεως χάρακα βεβλημένους στρατοπεδεύειν, ἐπιστρέψας ἐκ τῶν ἀκρωρειῶν κατέβαινε κατὰ τὴν ἐπὶ τὰ πεδία κατατείνουσαν ῥάχιν. [3] ἀφικόμενος δ᾽ ἐπὶ τὴν ἄκραν, ἣ κεῖται μὲν ἐπὶ τῆς Λαρινάτιδος χώρας προσαγορεύεται δὲ Καλήνη, κατεστρατοπέδευσε περὶ ταύτην, πρόχειρος ὢν ἐκ παντὸς τρόπου συμπλέκεσθαι τοῖς πολεμίοις. [4] Ἀννίβας δὲ θεωρῶν ἐγγίζοντας τοὺς πολεμίους τὸ μὲν τρίτον μέρος τῆς δυνάμεως εἴασε σιτολογεῖν, τὰ δὲ δύο μέρη λαβὼν καὶ προελθὼν ἀπὸ τῆς πόλεως ἑκκαίδεκα σταδίους πρὸς τοὺς πολεμίους ἐπί τινος βουνοῦ κατεστρατοπέδευσε, βουλόμενος ἅμα μὲν καταπλήξασθαι τοὺς ὑπεναντίους, ἅμα δὲ τοῖς σιτολογοῦσι τὴν ἀσφάλειαν παρασκευάζειν. [5] μετὰ δὲ ταῦτα, γεωλόφου τινὸς ὑπάρχοντος μεταξὺ τῶν στρατοπέδων, ὃς εὐκαίρως καὶ σύνεγγυς ἐπέκειτο τῇ τῶν πολεμίων παρεμβολῇ, τοῦτον ἔτι νυκτὸς ἐξαποστείλας περὶ δισχιλίους τῶν λογχοφόρων κατελάβετο. [6] οὓς ἐπιγενομένης τῆς ἡμέρας συνιδὼν Μάρκος ἐξῆγε τοὺς εὐζώνους καὶ προσέβαλε τῷ λόφῳ. [7] γενομένου δ᾽ ἀκροβολισμοῦ νεανικοῦ, τέλος ἐπεκράτησαν οἱ Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὴν ὅλην στρατοπεδείαν μετεβίβασαν εἰς τοῦτον τὸν τόπον. [8] ὁ δ᾽ Ἀννίβας ἕως μέν τινος διὰ τὴν ἀντιστρατοπεδείαν συνεῖχεν τὸ πλεῖστον μέρος τῆς δυνάμεως ἐ�
�᾽ αὑτόν. [9] πλειόνων δὲ γενομένων ἡμερῶν, ἠναγκάζετο τοὺς μὲν ἐπὶ τὴν νομὴν τῶν θρεμμάτων ἀπομερίζειν τοὺς δ᾽ ἐπὶ τὴν σιτολογίαν, [10] σπουδάζων κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν μήτε τὴν λείαν καταφθεῖραι τόν τε σῖτον ὡς πλεῖστον συναγαγεῖν, ἵνα πάντων ᾖ κατὰ τὴν παραχειμασίαν δαψίλεια τοῖς ἀνδράσιν, μὴ χεῖρον δὲ τοῖς ὑποζυγίοις καὶ τοῖς ἵπποις: [11] εἶχε γὰρ τὰς πλείστας ἐλπίδας τῆς αὑτοῦ δυνάμεως ἐν τῷ τῶν ἱππέων τάγματι.

  [1] καθ᾽ ὃν δὴ καιρὸν Μάρκος συνθεωρήσας τὸ πολὺ μέρος τῶν ὑπεναντίων ἐπὶ τὰς προειρημένας χρείας κατὰ τῆς χώρας σκεδαννύμενον, λαβὼν τὸν ἀκμαιότατον καιρὸν τῆς ἡμέρας ἐξῆγε τὴν δύναμιν [2] καὶ συνεγγίσας τῇ παρεμβολῇ τῶν Καρχηδονίων τὰ μὲν βαρέα τῶν ὅπλων ἐξέταξε, τοὺς δ᾽ ἱππεῖς καὶ τοὺς εὐζώνους κατὰ μέρη διελὼν ἐπαφῆκε τοῖς προνομεύουσι, παραγγείλας μηδένα ζωγρεῖν. [3] Ἀννίβας δὲ τούτου συμβάντος εἰς ἀπορίαν ἐνεπεπτώκει μεγάλην: οὔτε γὰρ ἀντεξάγειν τοῖς παρατεταγμένοις ἀξιόχρεως ἦν οὔτε παραβοηθεῖν τοῖς ἐπὶ τῆς χώρας διεσπαρμένοις. [4] τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοὺς προνομεύοντας ἐξαποσταλέντες πολλοὺς τῶν ἐσκεδασμένων ἀπέκτειναν: οἱ δὲ παρατεταγμένοι τέλος εἰς τοῦτ᾽ ἦλθον καταφρονήσεως ὥστε καὶ διασπᾶν τὸν χάρακα καὶ μόνον οὐ πολιορκεῖν τοὺς Καρχηδονίους. [5] ὁ δ᾽ Ἀννίβας ἦν μὲν ἐν κακοῖς, ὅμως δὲ χειμαζόμενος ἔμενε, τοὺς πελάζοντας ἀποτριβόμενος καὶ μόλις διαφυλάττων τὴν παρεμβολήν, [6] ἕως Ἀσδρούβας ἀναλαβὼν τοὺς ἀπὸ τῆς χώρας συμπεφευγότας εἰς τὸν χάρακα τὸν περὶ τὸ Γερούνιον, ὄντας εἰς τετρακισχιλίους, ἧκε παραβοηθῶν. [7] τότε δὲ μικρὸν ἀναθαρρήσας ἐπεξῆλθε καὶ βραχὺ πρὸ τῆς στρατοπεδείας παρεμβαλὼν μόλις ἀπεστρέψατο τὸν ἐνεστῶτα κίνδυνον. [8] Μάρκος δὲ πολλοὺς μὲν ἐν τῇ περὶ τὸν χάρακα συμπλοκῇ τῶν πολεμίων ἀποκτείνας, ἔτι δὲ πλείους ἐπὶ τῆς χώρας διεφθαρκώς, τότε μὲν ἐπανῆλθεν, μεγάλας ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος. [9] τῇ δ᾽ ἐπαύριον ἐκλιπόντων τὸν χάρακα τῶν Καρχηδονίων, ἐπέβη καὶ κατελάβετο τὴν ἐκείνων παρεμβολήν. [10] ὁ γὰρ Ἀννίβας διαγωνιάσας τοὺς Ῥωμαίους μὴ καταλαβόμενοι νυκτὸς ἔρημον ὄντα τὸν ἐπὶ τῷ Γερουνίῳ χάρακα κύριοι γένωνται τῆς ἀποσκευῆς καὶ τῶν παραθέσεων, ἔκρινεν αὐτὸς ἀναχωρεῖν καὶ πάλιν ἐκεῖ ποιεῖσθαι τὴν στρατοπεδείαν. [11] ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱ μὲν Καρχηδόνιοι ταῖς προνομαῖς εὐλαβέστερον ἐχρῶντο καὶ φυλακτικώτερον, οἱ δὲ Ῥωμαῖοι τἀναντία θαρραλεώτερον καὶ προπετέστερον.

  [1] οἱ δ᾽ ἐν τῇ Ῥώμῃ, προσπεσόντος σφίσι τοῦ γεγονότος μειζόνως ἢ κατὰ τὴν ἀλήθειαν, περιχαρεῖς ἦσαν διὰ τὸ πρῶτον μὲν ἐκ τῆς προϋπαρχούσης ὑπὲρ τῶν ὅλων δυσελπιστίας οἱονεὶ μεταβολήν τινα πρὸς τὸ βέλτιον αὐτοῖς προφαίνεσθαι, [2] δεύτερον δὲ καὶ διὰ τὸ δοκεῖν τὸν πρὸ τούτου χρόνον τὴν ἀπραγίαν καὶ κατάπληξιν τῶν στρατοπέδων μὴ παρὰ τὴν τῶν δυνάμεων ἀποδειλίασιν, ἀλλὰ παρὰ τὴν τοῦ προεστῶτος εὐλάβειαν γεγονέναι. [3] διὸ καὶ τὸν μὲν Φάβιον ᾐτιῶντο καὶ κατεμέμφοντο πάντες ὡς ἀτόλμως χρώμενον τοῖς καιροῖς, τὸν δὲ Μάρκον ἐπὶ τοσοῦτον ηὖξον διὰ τὸ συμβεβηκὸς ὥστε τότε γενέσθαι τὸ μηδέποτε γεγονός: [4] αὐτοκράτορα γὰρ κἀκεῖνον κατέστησαν, πεπεισμένοι ταχέως αὐτὸν τέλος ἐπιθήσειν τοῖς πράγμασι: καὶ δὴ δύο δικτάτορες ἐγεγόνεισαν ἐπὶ τὰς αὐτὰς πράξεις, ὃ πρότερον οὐδέποτε συνεβεβήκει παρὰ Ῥωμαίοις. [5] τῷ δὲ Μάρκῳ διασαφηθείσης τῆς τε τοῦ πλήθους εὐνοίας καὶ τῆς παρὰ τοῦ δήμου δεδομένης ἀρχῆς αὐτῷ, διπλασίως παρωρμήθη πρὸς τὸ παραβάλλεσθαι καὶ κατατολμᾶν τῶν πολεμίων. [6] ἧκε δὲ καὶ Φάβιος ἐπὶ τὰς δυνάμεις οὐδὲν ἠλλοιωμένος ὑπὸ τῶν συμβεβηκότων, ἔτι δὲ βεβαιότερον μένων ἐπὶ τῆς ἐξ ἀρχῆς διαλήψεως. [7] θεωρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον καὶ πρὸς πάντ᾽ ἀντιφιλονικοῦντα καὶ καθόλου πολὺν ὄντα πρὸς τῷ διακινδυνεύειν, αἵρεσιν αὐτῷ προύτεινε τοιαύτην, ἢ κατὰ μέρος ἄρχειν ἢ διελόμενον τὰς δυνάμεις χρῆσθαι τοῖς σφετέροις στρατοπέδοις κατὰ τὴν αὑτοῦ προαίρεσιν. [8] τοῦ δὲ καὶ λίαν ἀσμένως δεξαμένου τὸν μερισμόν, διελόμενοι τὸ πλῆθος χωρὶς ἐστρατοπέδευσαν ἀλλήλων, ἀπέχοντες ὡς δώδεκα

  [1] σταδίους. Ἀννίβας δὲ τὰ μὲν ἀκούων τῶν ἁλισκομένων αἰχμαλώτων, τὰ δὲ θεωρῶν ἐκ τῶν πραττομένων ᾔδει τήν τε τῶν ἡγεμόνων πρὸς ἀλλήλους φιλοτιμίαν καὶ τὴν ὁρμὴν καὶ τὴν φιλοδοξίαν τοῦ Μάρκου. [2] διόπερ οὐ καθ᾽ αὑτοῦ, πρὸς αὑτοῦ δὲ νομίσας εἶναι τὰ συμβαίνοντα περὶ τοὺς ἐναντίους, ἐγίνετο περὶ τὸν Μάρκον, σπουδάζων τὴν τόλμαν ἀφελέσθαι καὶ προκαταλαβεῖν αὐτοῦ τὴν ὁρμήν. [3] οὔσης δέ τινος ὑπεροχῆς μεταξὺ τῆς αὐτοῦ καὶ τῆς τοῦ Μάρκου στρατοπεδείας δυναμένης ἑκατέρους βλάπτειν, ἐπεβάλετο καταλαβεῖν ταύτην. σαφῶς δὲ γινώσκων ἐκ τοῦ προγεγονότος κατορθώματος ὅτι παρέσται βοηθῶν ἐκ χειρὸς πρὸς ταύτην τὴν ἐπιβολήν, ἐπινοεῖ τι τοιοῦτον. [4] τῶν γὰρ τόπων τῶν περὶ τὸν λόφον ὑπαρχόντων ψιλῶν μέν, πολλὰς δὲ καὶ παντοδαπὰς ἐχόντων περικλάσεις κοιλότητας, ἐξέπεμψε τῆς νυκτὸς εἰς τὰς ἐπιτηδειοτάτας ὑποβολὰς ἀνὰ διακοσίους καὶ τριακοσίους, πεντακοσίους μὲν ἱππεῖς, ψιλοὺ�
� δὲ καὶ πεζοὺς τοὺς πάντας εἰς πεντακισχιλίους. [5] ἵνα δὲ μὴ πρῲ κατοπτευθῶσιν ὑπὸ τῶν εἰς τὰς προνομὰς ἐκπορευομένων, ἅμα τῷ διαυγάζειν κατελάμβανε τοῖς εὐζώνοις τὸν λόφον. [6] ὁ δὲ Μάρκος θεωρῶν τὸ γινόμενον καὶ νομίσας ἑρμαῖον εἶναι παραυτίκα μὲν ἐξαπέστειλε τοὺς ψιλούς, κελεύσας ἀγωνίζεσθαι καὶ διαμάχεσθαι περὶ τοῦ τόπου, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς: [7] ἑξῆς δὲ τούτοις κατόπιν αὐτὸς ἦγε συνεχῆ τὰ βαρέα τῶν ὅπλων, καθάπερ καὶ πρότερον, ἑκάστων ποιούμενος

 

‹ Prev