Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 183
Delphi Complete Works of Polybius Page 183

by Polybius


  [1] ὁ μὲν οὖν περὶ Καφύας γενόμενος κίνδυνος τοῦ τον ἀπέβη τὸν τρόπον. οἱ δὲ Μεγαλοπολῖται, συνέντες τοὺς Αἰτωλοὺς περὶ τὸ Μεθύδριον ἐστρατοπεδευκότας, ἧκον ἀπὸ σάλπιγγος πανδημεὶ βοηθοῦντες τῇ κατὰ πόδας ἡμέρᾳ τῆς μάχης, [2] καὶ μεθ᾽ ὧν ζώντων ἤλπισαν κινδυνεύσειν πρὸς τοὺς ὑπεναντίους, τούτους ἠναγκάζοντο θάπτειν ὑπὸ τῶν ἐχθρῶν τετελευτηκότας. [3] ὀρύξαντες δὲ τάφρον ἐν τῷ τῶν Καφυέων πεδίῳ, καὶ συναθροίσαντες τοὺς νεκρούς, ἐκήδευσαν μετὰ πάσης φιλοτιμίας τοὺς ἠτυχηκότας. [4] οἱ δ᾽ Αἰτωλοὶ παραδόξως δι᾽ αὐτῶν τῶν ἱππέων καὶ τῶν ψιλῶν ποιήσαντες τὸ προτέρημα, λοιπὸν ἤδη μετ᾽ ἀσφαλείας διὰ μέσης Πελοποννήσου διῄεσαν. [5] ἐν ᾧ καιρῷ καταπειράσαντες μὲν τῆς Πελληνέων πόλεως, κατασύραντες δὲ τὴν Σικυωνίαν χώραν, τέλος κατὰ τὸν Ἰσθμὸν ἐποιήσαντο τὴν ἀπόλυσιν. [6]

  [1] τὴν μὲν οὖν αἰτίαν καὶ τὴν ἀφορμὴν ὁ συμμαχικὸς πόλεμος ἔσχεν ἐκ τούτων, τὴν δ᾽ ἀρχὴν ἐκ τοῦ μετὰ ταῦτα γενομένου δόγματος ἁπάντων τῶν συμμάχων: [7] οἳ συνελθόντες εἰς τὴν τῶν Κορινθίων πόλιν ἐπεκύρωσαν τὸ διαβούλιον διαπροστατεύσαντος Φι λίππου τοῦ βασιλέως. τὸ δὲ τῶν Ἀχαιῶν πλῆθος μετά τινας ἡμέρας ἁθροισθὲν εἰς τὴν καθήκουσαν σύνοδον, πικρῶς διέκειτο καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν πρὸς τὸν Ἄρατον, ὡς τοῦτον ὁμολογουμένως αἴτιον γεγονότα τοῦ προειρημένου συμπτώματος. [2] διὸ καὶ τῶν ἀντιπολιτευομένων κατηγορούντων αὐτοῦ καὶ φερόντων ἀπολογισμοὺς ἐναργεῖς, ἔτι μᾶλλον ἠγανάκτει καὶ παρωξύνετο τὸ πλῆθος. [3] ἐδόκει γὰρ πρῶτον ἁμάρτημα προφανὲς εἶναι τὸ μηδέπω τῆς ἀρχῆς αὐτῷ καθηκούσης προλαβόντα τὸν ἀλλότριον καιρὸν ἀναδέχεσθαι τοιαύτας πράξεις ἐν αἷς συνῄδει πολλάκις αὑτῷ διεσφαλμένῳ: [4] δεύτερον δὲ καὶ μεῖζον τούτου τὸ διαφεῖναι τοὺς Ἀχαιοὺς ἀκμὴν ἐν μέσῳ Πελοποννήσου τῶν Αἰτωλῶν ὑπαρχόντων, ἄλλως τε καὶ προδιειληφότα διότι σπεύδουσιν οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον κινεῖν τὰ καθεστῶτα καὶ συνταράξαι τὸν πόλεμον: [5] τρίτον δὲ τὸ συμβαλεῖν τοῖς ὑπεναντίοις οὕτω μετ᾽ ὀλίγων μηδεμιᾶς κατεπειγούσης ἀνάγκης, δυνάμενον ἀσφαλῶς εἰς τὰς παρακειμένας πόλεις ἀποχωρῆσαι καὶ συναγαγεῖν τοὺς Ἀχαιοὺς καὶ τότε συμβαλεῖν τοῖς πολεμίοις, εἰ τοῦτο πάντως ἡγεῖτο συμφέρειν: [6] τελευταῖον καὶ μέγιστον τὸ προθέμενον καὶ συμβαλεῖν οὕτως εἰκῇ καὶ ἀσκόπως χρήσασθαι τοῖς πράγμασιν ὥστε παρέντα τὰ πεδία καὶ τὴν τῶν ὁπλιτῶν χρείαν δι᾽ αὐτῶν τῶν εὐζώνων ταῖς παρωρείαις πρὸς Αἰτωλοὺς ποιήσασθαι τὸν κίνδυνον, οἷς οὐδὲν ἦν τούτου προυργιαίτερον οὐδ᾽ οἰκειότερον. [7] οὐ μὴν ἀλλ᾽ ἅμα τῷ προελθόντα τὸν Ἄρατον ἀναμνῆσαι μὲν τῶν προπεπολιτευμένων καὶ πεπραγμένων πρότερον αὑτῷ, φέρειν δ᾽ ἀπολογισμοὺς περὶ τῶν ἐγκαλουμένων ὡς οὐ γέγονεν αἴτιος τῶν συμβεβηκότων, αἰτεῖσθαι δὲ συγγνώμην, εἰ καί τι παρεώρακε κατὰ τὸν γενόμενον κίνδυνον, οἴεσθαι δὲ δεῖν καὶ καθόλου σκοπεῖσθαι τὰ πράγματα μὴ πικρῶς, [8] ἀλλ᾽ ἀνθρωπίνως, οὕτως ταχέως καὶ μεγαλοψύχως μετεμελήθη τὸ πλῆθος ὥστε καὶ τοῖς συνεπιτιθεμένοις αὐτῷ τῶν ἀντιπολιτευομένων ἐπὶ πολὺ δυσαρεστῆσαι καὶ περὶ τῶν ἑξῆς πάντα βουλεύεσθαι κατὰ τὴν Ἀράτου γνώμην. ταῦτα μὲν οὖν εἰς τὴν προτέραν ἔπεσεν ὀλυμπιάδα, [9] τὰ δ᾽ ἑξῆς εἰς τὴν τετταρακοστὴν ἐπὶ ταῖς ἑκατόν.

  [1] ἦν δὲ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ταῦτα: πρεσβεύειν πρὸς Ἠπειρώτας, Βοιωτούς, Φωκέας, Ἀκαρνᾶνας, [2] Φίλιππον, καὶ διασαφεῖν τίνα τρόπον Αἰτωλοὶ παρὰ τὰς συνθήκας μεθ᾽ ὅπλων ἤδη δὶς εἰσβεβληκότες εἴησαν εἰς τὴν Ἀχαΐαν, καὶ παρακαλεῖν αὐτοὺς βοηθεῖν κατὰ τὰς ὁμολογίας, προσδέξασθαι δὲ καὶ τοὺς Μεσσηνίους εἰς τὴν συμμαχίαν, [3] τὸν δὲ στρατηγὸν ἐπιλέξαι τῶν Ἀχαιῶν πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, καὶ βοηθεῖν τοῖς Μεσσηνίοις, ἐὰν ἐπιβαίνωσιν Αἰτωλοὶ τῆς χώρας αὐτῶν: [4] συντάξασθαι δὲ καὶ πρὸς Λακεδαιμονίους καὶ πρὸς Μεσσηνίους ὅσους δεήσοι παρ᾽ ἀμφοῖν ὑπάρχειν ἱππεῖς καὶ πεζοὺς πρὸς τὰς κοινὰς χρείας. δοξάντων δὲ τούτων, [5] οἱ μὲν Ἀχαιοὶ φέροντες γενναίως τὸ γεγονὸς οὔτε τοὺς Μεσσηνίους ἐγκατέλιπον οὔτε τὴν αὑτῶν πρόθεσιν, οἱ δὲ πρὸς τοὺς συμμάχους καθεσταμένοι τὰς πρεσβείας ἐπετέλουν, [6] ὁ δὲ στρατηγὸς τοὺς μὲν ἐκ τῆς Ἀχαΐας ἄνδρας ἐπέλεγε κατὰ τὸ δόγμα, πρὸς δὲ τοὺς Λακεδαιμονίους καὶ Μεσσηνίους συνετάττετο πεζοὺς μὲν παρ᾽ ἑκατέρων ὑπάρχειν δισχιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ πεντήκοντα καὶ διακοσίους, [7] ὥστ᾽ εἶναι τὸ πᾶν σύστημα πρὸς τὰς ἐπιγινομένας χρείας πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ χιλίους.

  [1] οἱ δ᾽ Αἰτωλοί, [8] παραγενομένης αὐτοῖς τῆς καθηκούσης ἐκκλησίας, συνελθόντες ἐβουλεύσαντο πρός τε Λακεδαιμονίους καὶ Μεσσηνίους καὶ τοὺς ἄλλους πάντας εἰρήνην ἄγειν, κακοπραγμονοῦντες καὶ βουλόμενοι φθείρειν καὶ λυμαίνεσθαι τοὺς τῶν Ἀχαιῶν συμμάχους: [9] πρὸς αὐτοὺς δὲ τοὺς Ἀχαιούς, ἐὰν μὲν ἀφιστῶνται τῆς τῶν Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο τὴν εἰρήνην, εἰ δὲ μή, πολεμεῖν, πρᾶγμα πάντων ἀλογώτατον. [10] ὄντες γὰρ αὐτοὶ σύμμαχοι καὶ τῶν Ἀχαιῶν καὶ τῶν Μεσσηνίων, εἰ μὲν οὗτοι πρ�
�ς ἀλλήλους φιλίαν ἄγοιεν καὶ συμμαχίαν, τὸν πόλεμον τοῖς Ἀχαιοῖς ἐπήγγελλον: εἰ δ᾽ ἔχθραν ἕλοιντο πρὸς τοὺς Μεσσηνίους, τὴν εἰρήνην αὐτοῖς ἐποίουν κατὰ μόνας, [11] ὥστε μηδ᾽ ὑπὸ λόγον πίπτειν τὴν ἀδικίαν αὐτῶν διὰ τὸ παρηλλαγμένον αὐτῶν τῶν ἐγχειρημάτων. οἱ δ᾽ Ἠπειρῶται καὶ Φίλιππος ὁ βασιλεὺς ἀκούσαντες τῶν πρέσβεων τοὺς μὲν Μεσσηνίους εἰς τὴν συμμαχίαν προσέλαβον, [2] ἐπὶ δὲ τοῖς ὑπὸ τῶν Αἰτωλῶν πεπραγμένοις παραυτίκα μὲν ἠγανάκτησαν, οὐ μὴν ἐπὶ πλεῖον ἐθαύμασαν, διὰ τὸ μηδὲν παράδοξον, τῶν εἰθισμένων δέ τι πεποιηκέναι τοὺς Αἰτωλούς. [3] διόπερ οὐδ᾽ ὠργίσθησαν ἐπὶ πλεῖον, ἀλλ᾽ ἐψηφίσαντο τὴν εἰρήνην ἄγειν πρὸς αὐτούς: οὕτως ἡ συνεχὴς ἀδικία συγγνώμης τυγχάνει μᾶλλον τῆς σπανίου καὶ παραδόξου πονηρίας. [4] Αἰτωλοὶ γοῦν τούτῳ τῷ τρόπῳ χρώμενοι, καὶ λῃστεύοντες συνεχῶς τὴν Ἑλλάδα, καὶ πολέμους ἀνεπαγγέλτους φέροντες πολλοῖς, οὐδ᾽ ἀπολογίας ἔτι κατηξίουν τοὺς ἐγκαλοῦντας, ἀλλὰ καὶ προσεχλεύαζον, εἴ τις αὐτοὺς εἰς δικαιοδοσίας προκαλοῖτο περὶ τῶν γεγονότων ἢ καὶ νὴ Δία τῶν μελλόντων. [5] οἱ δὲ Λακεδαιμόνιοι, προσφάτως μὲν ἠλευθερωμένοι δι᾽ Ἀντιγόνου καὶ διὰ τῆς τῶν Ἀχαιῶν φιλοτιμίας, ὀφείλοντες δὲ Μακεδόσι καὶ Φιλίππῳ μηδὲν ὑπεναντίον πράττειν, διαπεμψάμενοι λάθρᾳ πρὸς τοὺς Αἰτωλοὺς φιλίαν δι᾽ ἀπορρήτων ἔθεντο καὶ συμμαχίαν. [6]

  [1] ἤδη δ᾽ ἐπιλελεγμένων τῶν Ἀχαϊκῶν νεανίσκων καὶ συντεταγμένων ὑπὲρ τῆς βοηθείας τῶν Λακεδαιμονίων καὶ Μεσσηνίων, Σκερδιλαΐδας ὁμοῦ καὶ Δημήτριος ὁ Φάριος ἔπλευσαν ἐκ τῆς Ἰλλυρίδος ἐν ἐνενήκοντα λέμβοις ἔξω τοῦ Λίσσου παρὰ τὰς πρὸς Ῥωμαίους συνθήκας. [7] οἳ τὸ μὲν πρῶτον τῇ Πύλῳ προσμίξαντες καὶ ποιησάμενοι προσβολὰς ἀπέπεσον: [8] μετὰ δὲ ταῦτα Δημήτριος μὲν ἔχων τοὺς πεντήκοντα τῶν λέμβων ὥρμησεν ἐπὶ νήσων, καὶ περιπλέων τινὰς μὲν ἠργυρολόγει, τινὰς δ᾽ ἐπόρθει τῶν Κυκλάδων: [9] Σκερδιλαΐδας δὲ ποιούμενος τὸν πλοῦν ὡς ἐπ᾽ οἴκου προσεῖχε πρὸς Ναύπακτον μετὰ τετταράκοντα λέμβων, πεισθεὶς Ἀμυνᾷ τῷ βασιλεῖ τῶν Ἀθαμάνων, ὃς ἐτύγχανε κηδεστὴς ὑπάρχων αὐτοῦ. [10] ποιησάμενος δὲ συνθήκας πρὸς Αἰτωλοὺς δι᾽ Ἀγελάου περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, ὑπέσχετο συνεμβαλεῖν ὁμόσε τοῖς Αἰτωλοῖς εἰς τὴν Ἀχαΐαν. [11] συνθέμενοι δὲ ταῦτα πρὸς τὸν Σκερδιλαΐδαν οἱ περὶ τὸν Ἀγέλαον καὶ Δωρίμαχον καὶ Σκόπαν, πραττομένης αὐτοῖς τῆς τῶν Κυναιθέων πόλεως, συναθροίσαντες πανδημεὶ τοὺς Αἰτωλοὺς ἐνέβαλον εἰς τὴν Ἀχαΐαν μετὰ τῶν Ἰλλυριῶν. ἀρίστων δ᾽ ὁ τῶν Αἰτωλῶν στρατηγός, οὐ προσποιούμενος οὐδὲν τῶν γινομένων, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῆς οἰκείας, φάσκων οὐ πολεμεῖν τοῖς Ἀχαιοῖς, ἀλλὰ διατηρεῖν τὴν εἰρήνην, εὔηθες καὶ παιδικὸν πρᾶγμα ποιῶν: [2] δῆλον γὰρ ὡς εὐήθη καὶ μάταιον εἰκὸς φαίνεσθαι τὸν τοιοῦτον, ὅταν ὑπολαμβάνῃ τοῖς λόγοις ἐπικρύψασθαι τὰς τῶν πραγμάτων ἐναργείας. [3] οἱ δὲ περὶ τὸν Δωρίμαχον διὰ τῆς Ἀχαιάτιδος ποιησάμενοι τὴν πορείαν, ἧκον ἄφνω πρὸς τὴν Κύναιθαν. [4] συνέβαινε δὲ τοὺς Κυναιθεῖς, ὄντας Ἀρκάδας, ἐκ πολλῶν χρόνων ἐν ἀκαταπαύστοις καὶ μεγάλαις συνεσχῆσθαι στάσεσι, καὶ πολλὰς μὲν κατ᾽ ἀλλήλων πεποιῆσθαι σφαγὰς καὶ φυγάς, πρὸς δὲ τούτοις ἁρπαγὰς ὑπαρχόντων, [5] ἔτι δὲ γῆς ἀναδασμούς, τέλος δ᾽ ἐπικρατῆσαι τοὺς τὰ τῶν Ἀχαιῶν αἱρουμένους καὶ κατασχεῖν τὴν πόλιν, φυλακὴν ἔχοντας τῶν τειχῶν καὶ στρατηγὸν τῆς πόλεως ἐξ Ἀχαΐας. [6] τούτων δ᾽ οὕτως ἐχόντων, ὀλίγοις ἔμπροσθεν χρόνοις τῆς τῶν Αἰτωλῶν παρουσίας διαπεμπομένων τῶν φυγάδων πρὸς τοὺς ἐν τῇ πόλει, καὶ δεομένων διαλυθῆναι πρὸς αὑτοὺς καὶ κατάγειν σφᾶς εἰς τὴν οἰκείαν, [7] πεισθέντες οἱ κατέχοντες τὴν πόλιν ἐπρέσβευον πρὸς τὸ τῶν Ἀχαιῶν ἔθνος, βουλόμενοι μετὰ τῆς ἐκείνων γνώμης ποιεῖσθαι τὰς διαλύσεις. [8] [τῶν Ἀχαιῶν] ἐπιχωρησάντων δ᾽ ἑτοίμως διὰ τὸ πεπεῖσθαι σφίσιν ἀμφοτέρους εὐνοήσειν, ἅτε τῶν μὲν κατεχόντων τὴν πόλιν ἐν τοῖς Ἀχαιοῖς ἐχόντων πάσας τὰς ἐλπίδας, τῶν δὲ καταπορευομένων μελλόντων τυγχάνειν τῆς σωτηρίας διὰ τὴν τῶν Ἀχαιῶν συγκατάθεσιν, [9] οὕτως ἀποστείλαντες τὴν παραφυλακὴν καὶ τὸν στρατηγὸν ἐκ τῆς πόλεως οἱ Κυναιθεῖς διελύσαντο καὶ κατήγαγον τοὺς φυγάδας, ὄντας σχεδὸν εἰς τριακοσίους, λαβόντες πίστεις τῶν παρ᾽ ἀνθρώποις νομιζομένων τὰς ἰσχυροτάτας. [10] οἱ δὲ κατανοστήσαντες οὐχ ὡς αἰτίας ἢ προφάσεως ἐπιγενομένης τοῦ δοκεῖν ἄλλης διαφορᾶς ἀρχὴν αὐτοῖς τινα γεγενῆσθαι, τὸ δ᾽ ἐναντίον παραχρῆμα κατελθόντες εὐθέως ἐπεβούλευον τῇ πατρίδι καὶ τοῖς σώσασι. [11] καί μοι δοκοῦσι, καθ᾽ ὃν καιρὸν ἐπὶ τῶν σφαγίων τοὺς ὅρκους καὶ τὰς πίστεις ἐδίδοσαν ἀλλήλοις, τότε μάλιστα διανοεῖσθαι περί τε τῆς εἰς τὸ θεῖον καὶ τοὺς πιστεύσαντας ἀσεβείας. [12] ἅμα γὰρ τῷ μετασχεῖν τῆς πολιτείας εὐθέως ἐπεσπῶντο τοὺς Αἰτωλοὺς καὶ τούτοις ἔπραττον τὴν πόλιν, σπεύδοντες τοὺς σώσαντας ἅμα καὶ τὴν θρέ

 

‹ Prev