Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 184
Delphi Complete Works of Polybius Page 184

by Polybius


  [1] ψασαν ἄρδην ἀπολέσαι. τὴν δὲ πρᾶξιν τοιᾷδέ τινι τόλμῃ καὶ τοιούτῳ τρόπῳ συνεστήσαντο. [2] πολέμαρχοι τῶν κατεληλυθότων τινὲς ἐγεγόνεισαν: ταύτην δὲ συμβαίνει τὴν ἀρχὴν κλείειν τὰς πύλας καὶ τὸν μεταξὺ χρόνον κυριεύειν τῶν κλειδῶν, ποιεῖσθαι δὲ καὶ τὸ καθ᾽ ἡμέραν τὴν δίαιταν ἐπὶ τῶν πυλώνων. [3] οἱ μὲν οὖν Αἰτωλοὶ διεσκευασμένοι καὶ τὰς κλίμακας ἑτοίμας ἔχοντες ἐπετήρουν τὸν καιρόν: [4] οἱ δὲ πολεμαρχοῦντες τῶν φυγάδων κατασφάξαντες τοὺς συνάρχοντας ἐπὶ τοῦ πυλῶνος ἀνέῳξαν τὴν πύλην. [5] οὗ συμβάντος τινὲς μὲν τῶν Αἰτωλῶν διὰ ταύτης εἰσέπιπτον, τινὲς δὲ τὰς κλίμακας προσερείσαντες ἐβιάσαντο διὰ τούτων καὶ κατελάμβανον τὸ τεῖχος. οἱ δ᾽ ἐν τῇ πόλει πάντες, [6] ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς συντελουμένοις, ἀπόρως καὶ δυσχρήστως εἶχον πρὸς τὸ συμβαῖνον: οὔτε γὰρ πρὸς τοὺς διὰ τῆς πύλης εἰσπίπτοντας οἷοί τ᾽ ἦσαν βοηθεῖν ἀπερισπάστως διὰ τοὺς πρὸς τὰ τείχη προσβάλλοντας, οὐδὲ μὴν τοῖς τείχεσιν ἐπαμύνειν διὰ τοὺς τῇ πύλῃ βιαζομένους. [7] οἱ δ᾽ Αἰτωλοὶ διὰ ταύτας τὰς αἰτίας ταχέως ἐγκρατεῖς γενόμενοι τῆς πόλεως, τῶν ἀδίκων ἔργων ἓν τοῦτ᾽ ἔπραξαν δικαιότατον: πρώτους γὰρ τοὺς εἰσαγαγόντας καὶ προδόντας αὐτοῖς τὴν πόλιν κατασφάξαντες διήρπασαν τοὺς τούτων βίους. [8] ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ἐχρήσαντο πᾶσι: τὸ δὲ τελευταῖον ἐπισκηνώσαντες ἐπὶ τὰς οἰκίας ἐξετοιχωρύχησαν μὲν τοὺς βίους, ἐστρέβλωσαν δὲ πολλοὺς τῶν Κυναιθέων, οἷς ἠπίστησαν ἔχειν κεκρυμμένα διάφορον ἢ κατασκευάσματ᾽ ἤπερ ἄλλο τι τῶν πλείονος ἀξίων. [9]

  [1] τοῦτον δὲ τὸν τρόπον λωβησάμενοι τοὺς Κυναιθεῖς ἀνεστρατοπέδευσαν, ἀπολιπόντες φυλακὴν τῶν τειχῶν, καὶ προῆγον ὡς ἐπὶ Λούσων: [10] καὶ παραγενόμενοι πρὸς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὃ κεῖται μὲν μεταξὺ Κλείτορος καὶ Κυναίθης, ἄσυλον δὲ νενόμισται παρὰ τοῖς Ἕλλησιν, ἀνετείνοντο διαρπάσειν τὰ θρέμματα τῆς θεοῦ καὶ τἄλλα τὰ περὶ τὸν ναόν. [11] οἱ δὲ Λουσιᾶται νουνεχῶς δόντες τινὰ τῶν κατασκευασμάτων τῆς θεοῦ, παρῃτήσαντο τὴν τῶν Αἰτωλῶν ἀσέβειαν τοῦ μηδὲν παθεῖν ἀνήκεστον. [12] οἱ δὲ δεξάμενοι παραχρῆμ᾽ ἀναζεύξαντες προσεστρατοπέδευσαν τῇ τῶν Κλειτορίων πόλει. κατὰ δὲ τοὺς καιροὺς τούτους ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἄρατος ἐξαπέστειλε μὲν πρὸς Φίλιππον παρακαλῶν βοηθεῖν, συνῆγε δὲ τοὺς ἐπιλέκτους, μετεπέμπετο δὲ παρὰ Λακεδαιμονίων καὶ Μεσσηνίων τοὺς διατεταγμένους κατὰ τὰς ὁμολογίας. [2] οἱ δ᾽ Αἰτωλοὶ τὸ μὲν πρῶτον παρεκάλουν τοὺς Κλειτορίους ἀποστάντας τῶν Ἀχαιῶν αἱρεῖσθαι τὴν πρὸς αὑτοὺς συμμαχίαν. [3] τῶν δὲ Κλειτορίων ἁπλῶς οὐ προσιεμένων τοὺς λόγους, προσβολὰς ἐποιοῦντο, καὶ προσερείδοντες τὰς κλίμακας τοῖς τείχεσι κατεπείραζον τῆς πόλεως. [4] ἀμυνομένων δὲ γενναίως καὶ τολμηρῶς τῶν ἔνδον, εἴξαντες τοῖς πράγμασιν ἀνεστρατοπέδευσαν, καὶ προαγαγόντες αὖθις ὡς ἐπὶ τὴν Κύναιθαν, ὅμως τὰ θρέμματα τῆς θεοῦ περισύραντες ἀπήγαγον. [5] καὶ τὸ μὲν πρῶτον παρεδίδοσαν τοῖς Ἠλείοις τὴν Κύναιθαν: οὐ βουλομένων δὲ προσδέξασθαι τῶν Ἠλείων, ἐπεβάλοντο μὲν δι᾽ αὑτῶν κατέχειν τὴν πόλιν, στρατηγὸν ἐπιστήσαντες Εὐριπίδαν, [6] μετὰ δὲ ταῦτα πάλιν δείσαντες ἐκ τῶν προσαγγελλομένων τὴν ἐκ Μακεδονίας βοήθειαν, ἐμπρήσαντες τὴν πόλιν ἀπηλλάγησαν, καὶ προῆγον αὖτις ὡς ἐπὶ τὸ Ῥίον, ταύτῃ κρίνοντες ποιεῖσθαι τὴν διάβασιν. [7] ὁ δὲ Ταυρίων, πυνθανόμενος τὴν τῶν Αἰτωλῶν εἰσβολὴν καὶ τὰ περὶ τὴν Κύναιθαν πεπραγμένα, θεωρῶν δὲ τὸν Δημήτριον τὸν Φάριον ἀπὸ τῶν νήσων εἰς τὰς Κεγχρεὰς καταπεπλευκότα, παρεκάλει τοῦτον βοηθῆσαι τοῖς Ἀχαιοῖς καὶ διισθμίσαντα τοὺς λέμβους ἐπιτίθεσθαι τῇ τῶν Αἰτωλῶν διαβάσει. [8] ὁ δὲ Δημήτριος λυσιτελῆ μέν, οὐκ εὐσχήμονα δὲ πεποιημένος τὴν ἀπὸ τῶν νήσων ἐπάνοδον, διὰ τὸν τῶν Ῥοδίων ἐπ᾽ αὐτὸν ἀνάπλουν, ἄσμενος ὑπήκουσε τῷ Ταυρίωνι, προσδεξαμένου ‘κείνου τὴν εἰς τὴν ὑπέρβασιν τῶν λέμβων δαπάνην. [9] οὗτος μὲν οὖν ὑπερισθμίσας, καὶ δυσὶ καθυστερήσας ἡμέραις τῆς τῶν Αἰτωλῶν διαβάσεως, προκατασύρας τινὰς τόπους τῆς παραλίας τῆς τῶν Αἰτωλῶν κατήχθη πάλιν εἰς τὴν Κόρινθον. [10] Λακεδαιμόνιοι δὲ τὸ μὲν πέμπειν τὰς βοηθείας κατὰ τὴν διάταξιν ἐνεκάκησαν, βραχεῖς δέ τινας παντελῶς ἱππεῖς καὶ πεζούς, στοχαζόμενοι τοῦ δοκεῖν μόνον, ἐξέπεμψαν. [11] Ἄρατος δὲ τοὺς Ἀχαιοὺς ἔχων πολιτικώτερον ἢ στρατηγικώτερον ὑπὲρ τῶν παρόντων ἐβουλεύσατο: [12] μέχρι γὰρ τούτου τὴν ἡσυχίαν ἦγε, προσανέχων καὶ μεμνημένος τῆς προγεγενημένης συμφορᾶς, ἕως οὗ πάντα διαπραξάμενοι κατὰ τὰς αὑτῶν προαιρέσεις οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον ἐπανῆλθον εἰς τὴν οἰκείαν, καίπερ διὰ τόπων ποιούμενοι τὰς πορείας εὐεπιθέτων καὶ στενῶν καὶ μόνον σαλπιγκτοῦ δεομένων. [13] Κυναιθεῖς δὲ μεγάλοις ἀτυχήμασιν ὑπ᾽ Αἰτωλῶν καὶ μεγάλαις συμφοραῖς περιπεσόντες ὅμως πάντων ἀνθρώπων ἔδοξαν ἠτυχηκέναι δικαιότατα.

  [1] ἐπειδὴ δὲ κοινῇ τὸ τῶν Ἀρκάδων ἔθνος ἔχει τινὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἐπ᾽ ἀρετῇ φήμην, οὐ μόνον διὰ τὴν ἐν τοῖς ἤθεσι καὶ βίοις φιλοξενίαν καὶ φιλανθρωπίαν, μάλιστα δὲ διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν
, [2] ἄξιον βραχὺ διαπορῆσαι περὶ τῆς Κυναιθέων ἀγριότητος, πῶς ὄντες ὁμολογουμένως Ἀρκάδες τοσοῦτο κατ᾽ ἐκείνους τοὺς καιροὺς διήνεγκαν τῶν ἄλλων Ἑλλήνων ὠμότητι καὶ παρανομίᾳ. [3] δοκοῦσι δέ μοι, διότι τὰ καλῶς ὑπὸ τῶν ἀρχαίων ἐπινενοημένα καὶ φυσικῶς συντεθεωρημένα περὶ πάντας τοὺς κατοικοῦντας τὴν Ἀρκαδίαν, ταῦτα δὴ πρῶτοι καὶ μόνοι τῶν Ἀρκάδων ἐγκατέλιπον. μουσικὴν γάρ, [4] τήν γ᾽ ἀληθῶς μουσικήν, πᾶσι μὲν ἀνθρώποις ὄφελος ἀσκεῖν, Ἀρκάσι δὲ καὶ ἀναγκαῖον. οὐ γὰρ ἡγητέον μουσικήν, [5] ὡς Ἔφορός φησιν ἐν τῷ προοιμίῳ τῆς ὅλης πραγματείας, οὐδαμῶς ἁρμόζοντα λόγον αὑτῷ ῥίψας, ἐπ᾽ ἀπάτῃ καὶ γοητείᾳ παρεισῆχθαι τοῖς ἀνθρώποις, [6] οὐδὲ τοὺς παλαιοὺς Κρητῶν καὶ Λακεδαιμονίων αὐλὸν καὶ ῥυθμὸν εἰς τὸν πόλεμον ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, [7] οὐδὲ τοὺς πρώτους Ἀρκάδων εἰς τὴν ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον παισὶν οὖσιν, ἀλλὰ καὶ νεανίσκοις γενομένοις ἕως τριάκοντ᾽ ἐτῶν κατ᾽ ἀνάγκην σύντροφον ποιεῖν αὐτήν, τἄλλα τοῖς βίοις ὄντας αὐστηροτάτους. [8] ταῦτα γὰρ πᾶσίν ἐστι γνώριμα καὶ συνήθη, διότι σχεδὸν παρὰ μόνοις Ἀρκάσι πρῶτον μὲν οἱ παῖδες ἐκ νηπίων ᾁδειν ἐθίζονται κατὰ νόμους τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι: [9] μετὰ δὲ ταῦτα τοὺς Φιλοξένου καὶ Τιμοθέου νόμους μανθάνοντες πολλῇ φιλοτιμίᾳ χορεύουσι κατ᾽ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μὲν παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δὲ νεανίσκοι τοὺς τῶν ἀνδρῶν λεγομένους. [10] ὁμοίως γε μὴν καὶ παρ᾽ ὅλον τὸν βίον τὰς ἀγωγὰς τὰς ἐν ταῖς συνουσίαις οὐχ οὕτως ποιοῦνται διὰ τῶν ἐπεισάκτων ἀκροαμάτων ὡς δι᾽ αὑτῶν, ἀνὰ μέρος ᾁδειν ἀλλήλοις προστάττοντες. [11] καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ γινώσκειν οὐδὲν αἰσχρὸν ἡγοῦνται, τήν γε μὴν ᾠδὴν οὔτ᾽ ἀρνηθῆναι δύνανται διὰ τὸ κατ᾽ ἀνάγκην πάντας μανθάνειν, οὔθ᾽ ὁμολογοῦντες ἀποτρίβεσθαι διὰ τὸ τῶν αἰσχρῶν παρ᾽ αὐτοῖς νομίζεσθαι τοῦτο. [12] καὶ μὴν ἐμβατήρια μετ᾽ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες, ἔτι δ᾽ ὀρχήσεις ἐκπονοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατ᾽ ἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται τοῖς αὑτῶν πολίταις

  [1] οἱ νέοι. ταῦτά τέ μοι δοκοῦσιν οἱ πάλαι παρεισαγαγεῖν οὐ τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες μὲν τὴν ἑκάστων αὐτουργίαν καὶ συλλήβδην τὸ τῶν βίων ἐπίπονον καὶ σκληρόν, θεωροῦντες δὲ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν, ᾧ συνεξομοιοῦσθαι πεφύκαμεν πάντες ἄνθρωποι κατ᾽ ἀνάγκην: [2] οὐ γὰρ δι᾽ ἄλλην, διὰ δὲ ταύτην τὴν αἰτίαν κατὰ τὰς ἐθνικὰς καὶ τὰς ὁλοσχερεῖς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθεσί τε καὶ μορφαῖς καὶ χρώμασιν, ἔτι δὲ τῶν ἐπιτηδευμάτων τοῖς πλείστοις. [3] βουλόμενοι δὲ μαλάττειν καὶ κιρνᾶν τὸ τῆς φύσεως αὔθαδες καὶ σκληρόν, τά τε προειρημένα πάντα παρεισήγαγον, καὶ πρὸς τούτοις συνόδους κοινὰς καὶ θυσίας πλείστας ὁμοίως ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ χοροὺς παρθένων ὁμοῦ καὶ παίδων, [4] καὶ συλλήβδην πᾶν ἐμηχανήσαντο, σπεύδοντες τὸ τῆς ψυχῆς ἀτέραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν καὶ πραΰνειν. [5] ὧν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καὶ ταῦτα. πλείστης δεόμενοι τῆς τοιαύτης ἐπικουρίας διὰ τὸ σκληρότατον παρὰ πολὺ τῆς Ἀρκαδίας ἔχειν ἀέρα καὶ τόπον, πρὸς αὐτὰς δὲ τὰς ἐν ἀλλήλοις διατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες, [6] τέλος ἀπεθηριώθησαν οὕτως ὥστε μηδ᾽ ἐν ὁποίᾳ γεγονέναι τῶν Ἑλληνίδων πόλεων ἀσεβήματα μείζονα καὶ συνεχέστερα. [7] σημεῖον δὲ τῆς Κυναιθέων ἀτυχίας περὶ τοῦτο τὸ μέρος καὶ τῆς τῶν ἄλλων Ἀρκάδων τοῖς τοιούτοις τῶν ἐπιτηδευμάτων δυσαρεστήσεως: [8] καθ᾽ οὓς γὰρ καιροὺς τὴν μεγάλην σφαγὴν ποιήσαντες Κυναιθεῖς ἐπρέσβευσαν πρὸς Λακεδαιμονίους, εἰς ἃς πόλεις ποτ᾽ Ἀρκαδικὰς εἰσῆλθον κατὰ τὴν ὁδόν, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες αὐτοὺς ἐξεκήρυξαν, [9] Μαντινεῖς δὲ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καὶ καθαρμὸν ἐποιήσαντο καὶ σφάγια περιήνεγκαν τῆς τε πόλεως κύκλῳ καὶ τῆς χώρας πάσης. [10]

  [1] ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω χάριν τοῦ μὴ διὰ μίαν πόλιν τὸ κοινὸν ἦθος διαβάλλεσθαι τῶν Ἀρκάδων, ὁμοίως δὲ καὶ τοῦ μὴ νομίσαντας ἐνίους τῶν κατοικούντων τὴν Ἀρκαδίαν περιουσίας χάριν τὰ κατὰ μουσικὴν ἐπὶ πλεῖον ἀσκεῖσθαι παρ᾽ αὑτοῖς ὀλιγωρεῖν ἐγχειρῆσαι τούτου τοῦ μέρους, [11] ἔτι δὲ καὶ Κυναιθέων ἕνεκεν, ἵν᾽ ἄν ποτ᾽ αὐτοῖς ὁ θεὸς εὖ δῷ, τραπέντες πρὸς παιδείαν ἡμερῶσιν αὑτούς, καὶ μάλιστα ταύτης πρὸς μουσικήν: οὕτως γὰρ μόνως ἂν λήξαιεν τῆς τότε περὶ αὐτοὺς γενομένης ἀγριότητος. [12] ἡμεῖς δ᾽ ἐπειδὴ τὰ περὶ Κυναιθέων ὑποπίπτοντα δεδηλώκαμεν, αὖτις ἐπὶ τὴν ἐκτροπὴν ἐπάνιμεν. Αἰτωλοὶ μὲν οὖν τοιαῦτα διεργασάμενοι κατὰ τὴν Πελοπόννησον ἧκον εἰς τὴν οἰκείαν ἀσφαλῶς. [2] Φίλιππος δὲ μετὰ δυνάμεως βοηθῶν τοῖς Ἀχαιοῖς παρῆν εἰς Κόρινθον: ὑστερήσας δὲ τοῦ καιροῦ διαπ
έστειλε βιβλιαφόρους πρὸς πάντας τοὺς συμμάχους, παρακαλῶν πέμπειν ἑκάστους παρ᾽ αὑτῶν κατὰ σπουδὴν εἰς Κόρινθον τοὺς βουλευσομένους ὑπὲρ τῶν κοινῇ συμφερόντων. [3] αὐτὸς δ᾽ ἀναζεύξας ὡς ἐπὶ Τεγέας προῆγε, πυνθανόμενος τοὺς Λακεδαιμονίους εἰς σφαγὰς καὶ ταραχὰς ἐμπεπτωκέναι πρὸς ἀλλήλους. [4] οἱ γὰρ Λακεδαιμόνιοι συνήθεις ὄντες βασιλεύεσθαι καὶ πάντως τοῖς προεστῶσι πειθαρχεῖν, τότε προσφάτως μὲν ἠλευθερωμένοι δι᾽ Ἀντιγόνου, βασιλέως δ᾽ οὐχ ὑπάρχοντος παρ᾽ αὐτοῖς, ἐστασίαζον πρὸς σφᾶς, πάντες ὑπολαμβάνοντες ἴσον αὑτοῖς μετεῖναι τῆς πολιτείας. [5] τὰς μὲν οὖν ἀρχὰς οἱ μὲν δύο τῶν ἐφόρων ἄδηλον εἶχον τὴν γνώμην, οἱ δὲ τρεῖς ἐκοινώνουν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων, πεπεισμένοι διὰ τὴν ἡλικίαν τὸν Φίλιππον οὐδέπω δυνήσεσθαι τοῖς κατὰ τὴν Πελοπόννησον πράγμασιν ἐπαρκεῖν. [6] ἐπεὶ δ᾽ οἱ μὲν Αἰτωλοὶ παρὰ τὴν προσδοκίαν αὐτῶν ἐκ Πελοποννήσου ταχεῖαν ἐποιήσαντο τὴν ἐπάνοδον, ὁ δὲ Φίλιππος ἐκ Μακεδονίας ἔτι θάττω τὴν παρουσίαν, [7] ἀπιστοῦντες οἱ τρεῖς ἑνὶ τῶν δυεῖν Ἀδειμάντῳ διὰ τὸ συνειδέναι μὲν σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γινομένοις εὐδοκεῖν, ἠγωνίων μὴ συνεγγίσαντος τοῦ βασιλέως πάντα τὰ πραττόμενα πρὸς τὸν Φίλιππον ἐξηγήσηται. [8] δι᾽ ἃ δὴ συλλαλήσαντές τισι τῶν νέων ἐκήρυττον εἰς τὸ τῆς Χαλκιοίκου τέμενος μετὰ τῶν ὅπλων ἰέναι τοὺς ἐν ταῖς ἡλικίαις, ὡς τῶν Μακεδόνων ἐπὶ τὴν πόλιν παραγινομένων. [9] ταχὺ δὲ διὰ τὸ παράδοξον ἁθροισθέντων, δυσαρεστῶν Ἀδείμαντος τοῖς γινομένοις ἐπειρᾶτο προπορευθεὶς παρακαλεῖν καὶ διδάσκειν διότι “ [10] πρῴην ἔδει τὰ κηρύγματα ταῦτα καὶ τοὺς ἁθροισμοὺς τοὺς ἐν τοῖς ὅπλοις παραγγέλλειν, καθ᾽ ὃν καιρὸν τοὺς Αἰτωλοὺς πολεμίους ὄντας ἠκούομεν τοῖς ὅρους τῆς χώρας ἡμῶν συνεγγίζειν, οὐ νῦν, ὅτε Μακεδόνας τοὺς εὐεργέτας καὶ σωτῆρας πυνθανόμεθα πλησιάζειν μετὰ τοῦ βασιλέως” [11] . ἔτι δ᾽ αὐτοῦ ταῦτ᾽ ἀνακρουομένου, προσπεσόντες οἱ παρακεκλημένοι τῶν νέων τοῦτόν τε συνεκέντησαν καὶ μετὰ τούτου Σθενέλαον, Ἀλκαμένη, Θυέστην, Βιωνίδαν, ἑτέρους τῶν πολιτῶν καὶ πλείους. [12] οἱ δὲ περὶ Πολυφόνταν καί τινες ἅμα τούτοις ἐμφρόνως προϊδόμενοι τὸ μέλλον,

 

‹ Prev