by Polybius
[1] Φίλιππος δὲ παραχειμάζων ἐν Μακεδονίᾳ κατέγραφε τὰς δυνάμεις πρὸς τὴν μέλλουσαν χρείαν ἐπιμελῶς, ἅμα δὲ τούτοις ἠσφαλίζετο τὰ πρὸς τοὺς ὑπερκειμένους τῆς Μακεδονίας βαρβάρους. [2] μετὰ δὲ ταῦτα συνελθὼν πρὸς Σκερδιλαΐδαν καὶ τολμηρῶς δοὺς αὑτὸν εἰς τὰς χεῖρας, διελέγετο περὶ φιλίας καὶ συμμαχίας, [3] καὶ τὰ μὲν ὑπισχνούμενος αὐτῷ συγκατασκευάσειν τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων, τὰ δὲ κατηγορῶν τῶν Αἰτωλῶν, ὄντων εὐκατηγορήτων, ῥᾳδίως ἔπεισε συγχωρεῖν τοῖς παρακαλουμένοις. [4] μήποτε γὰρ οὐδὲν διαφέρει τὰ κατ᾽ ἰδίαν ἀδικήματα τῶν κοινῶν, ἀλλὰ πλήθει μόνον καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατ᾽ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μὴ ποιεῖν ἀλλήλοις τὰ δίκαια καὶ συλλήβδην διὰ τὰς εἰς αὑτοὺς ἀθεσίας. ὃ καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς Αἰτωλούς. [5] συνθέμενοι γὰρ τῷ Σκερδιλαΐδᾳ δώσειν μέρος τι τῆς λείας, ἐὰν συνεισβάλῃ μετ᾽ αὐτῶν εἰς τὴν Ἀχαΐαν, πεισθέντος καὶ ποιήσαντος τοῦτο, [6] διαρπάσαντες τὴν τῶν Κυναιθέων πόλιν, καὶ πολλὰ περιελασάμενοι σώματα καὶ θρέμματα, τὸν Σκερδιλαΐδαν οὐδενὸς μερίτην ἐποίησαν τῶν ἁλόντων. [7] διόπερ ὑποκαθημένης ἐκ τούτων αὐτῷ τῆς ὀργῆς, βραχέα προσαναμνήσαντος τοῦ Φιλίππου, ταχέως ὑπήκουσε καὶ συνέθετο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφ᾽ ᾧ λαμβάνειν μὲν εἴκοσι τάλαντα κατ᾽ ἐνιαυτόν, πλεῖν δὲ λέμβοις τριάκοντα καὶ πολεμεῖν τοῖς Αἰτωλοῖς κατὰ θάλατταν.
[1] ὁ μὲν οὖν Φίλιππος περὶ ταῦτα διέτριβεν. οἱ δ᾽ ἐξαποσταλέντες πρέσβεις πρὸς τοὺς συμμάχους, ἀφικόμενοι πρῶτον εἰς Ἀκαρνανίαν ἐνετύγχανον τούτοις. [2] οἱ δ᾽ Ἀκαρνᾶνες τό τε δόγμα γνησίως συνεπεκύρωσαν καὶ τὸν ἀπὸ χώρας πόλεμον ἐξήνεγκαν τοῖς Αἰτωλοῖς: καίπερ τούτοις, εἰ καί τισιν ἑτέροις, δίκαιον ἦν συγγνώμην ἔχειν, ὑπερτιθεμένοις καὶ καταμέλλουσι καὶ καθόλου δεδιόσι τὸν ἀπὸ τῶν ἀστυγειτόνων πόλεμον, [3] καὶ διὰ τὸ παρακεῖσθαι μὲν συντερμονοῦντας τῇ τῶν Αἰτωλῶν χώρᾳ, πολὺ δὲ μᾶλλον διὰ τὸ κατ᾽ ἰδίαν εὐχειρώτους ὑπάρχειν, τὸ δὲ μέγιστον διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις πεῖραν εἰληφέναι τῶν δεινοτάτων διὰ τὴν πρὸς Αἰτωλοὺς ἀπέχθειαν. [4] ἀλλά μοι δοκοῦσιν οἱ γνήσιοι τῶν ἀνδρῶν καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν οὐδέποτε περὶ πλείονος οὐθὲν ποιεῖσθαι τοῦ καθήκοντος: ὅπερ Ἀκαρνᾶνες ἐν τοῖς πλείστοις καιροῖς οὐδενὸς τῶν Ἑλλήνων ἧττον εὑρίσκονται διατετηρηκότες, καίπερ ἀπὸ μικρᾶς ὁρμώμενοι δυνάμεως. [5] οἷς οὐκ ὀκνητέον κατὰ τὰς περιστάσεις κοινωνεῖν πραγμάτων, σπευστέον δὲ μᾶλλον, εἰ καί τισιν ἑτέροις τῶν Ἑλλήνων: καὶ γὰρ ἰδίᾳ καὶ κοινῇ στάσιμον ἔχουσί τι καὶ φιλελεύθερον. [6] Ἠπειρῶται δ᾽ ἐκ παραθέσεως διακούσαντες τῶν πρέσβεων τὸ μὲν δόγμα παραπλησίως ἐπεκύρωσαν, τὸν δὲ πόλεμον ἐκφέρειν ἐψηφίσαντο τοῖς Αἰτωλοῖς, ἐπειδὰν καὶ Φίλιππος ὁ βασιλεὺς ἐξενέγκῃ. [7] τοῖς δὲ παρὰ τῶν Αἰτωλῶν πρεσβευταῖς ἀπεκρίθησαν ὅτι δέδοκται τοῖς Ἠπειρώταις διατηρεῖν πρὸς αὐτοὺς τὴν εἰρήνην, ἀγεννῶς καὶ ποικίλως χρώμενοι τοῖς πράγμασιν. [8] ἀπεστάλησαν δὲ καὶ πρὸς βασιλέα Πτολεμαῖον πρέσβεις οἱ παρακαλέσοντες αὐτὸν μήτε χρήματα πέμπειν τοῖς Αἰτωλοῖς μήτ᾽ ἄλλο μηδὲν χορηγεῖν κατὰ Φιλίππου καὶ τῶν
[1] συμμάχων. Μεσσήνιοι δέ, δι᾽ οὓς ὁ πόλεμος τὴν ἀρχὴν ἔλαβε, τοῖς παραγενομένοις πρὸς αὐτοὺς ἀπεκρίθησαν ὅτι τῆς Φιγαλείας κειμένης ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ ταττομένης ὑπ᾽ Αἰτωλοὺς οὐκ ἂν ἐπιδέξαιντο τὸν πόλεμον, πρὶν ἢ ταύτην ἀπ᾽ Αἰτωλῶν ἀποσπασθῆναι τὴν πόλιν. [2] περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν, Αἰτωλῶν δεδιότες τὴν τόλμαν ἐφορεύοντες Οἶνις καὶ Νίκιππος καί τινες ἕτεροι τῶν ὀλιγαρχικῶν, ἀγνοοῦντες καὶ πολὺ παραπαίοντες τοῦ δέοντος κατά γε τὴν ἐμὴν γνώμην. [3] ἐγὼ γὰρ φοβερὸν μὲν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον. [4] ἐπεὶ τί καὶ θρασύνομεν τὴν ἰσηγορίαν καὶ παρρησίαν καὶ τὸ τῆς ἐλευθερίας ὄνομα πάντες, εἰ μηδὲν ἔσται προυργιαίτερον τῆς εἰρήνης; [5] οὐδὲ γὰρ Θηβαίους ἐπαινοῦμεν κατὰ τὰ Μηδικά, διότι τῶν ὑπὲρ τῆς Ἑλλάδος ἀποστάντες κινδύνων τὰ Περσῶν εἵλοντο διὰ τὸν φόβον, οὐδὲ Πίνδαρον τὸν συναποφηνάμενον αὐτοῖς ἄγειν τὴν ἡσυχίαν διὰ τῶνδε τῶν ποιημάτων, [6]
[1] τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω μεγαλάνορος ἡσυχίας τὸ φαιδρὸν φάος. δόξας γὰρ παραυτίκα πιθανῶς εἰρηκέναι, [7] μετ᾽ οὐ πολὺ πάντων αἰσχίστην εὑρέθη καὶ βλαβερωτάτην πεποιημένος ἀπόφασιν: [8] εἰρήνη γὰρ μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας ἢ δειλίας ἐπονειδίστου πάντων αἴσχιστον καὶ βλαβερώτατον. οἱ δὲ τῶν Μεσσηνίων προεστῶτες ὀλιγαρχικοί, [καὶ] στοχαζόμενοι τοῦ παραυτὰ κατ᾽ ἰδίαν λυσιτελοῦς, φιλοτιμότερον τοῦ δέοντος ἀεὶ διέκειντο πρὸς τὴν εἰρήνην. [2] διὸ πολλὰς μὲν περιστάσεις καὶ καιροὺς ἔχοντες, ἐνίοτε δὲ φόβους καὶ κινδύνους διωλίσθανον: ἡθροίζετο δὲ κατὰ τὴν πρόθεσιν ταύτην ἀεὶ τὸ κεφάλαιον αὐτοῖς καὶ
μεγίσταις ἐποίουν παλαίειν τὴν πατρίδα συμφοραῖς. [3] δοκῶ δ᾽ ἔγωγε τὴν αἰτίαν εἶναι ταύτην, ὅτι δυσὶ γειτνιῶντες ἔθνεσι τοῖς μεγίστοις τῶν κατὰ Πελοπόννησον, μᾶλλον δὲ σχεδὸν καὶ τῶν Ἑλληνικῶν, λέγω δὲ τῷ τε τῶν Ἀρκάδων καὶ τῷ τῶν Λακώνων, [4] καὶ τοῦ μὲν ἐχθρῶς καὶ ἀκαταλλάκτως ἀεί ποτε πρὸς αὐτοὺς ἔχοντος, ἐξ οὗ καὶ κατέσχον τὴν χώραν, τοῦ δὲ φιλικῶς καὶ κηδεμονικῶς, οὔτε τὴν πρὸς Λακεδαιμονίους ἔχθραν εὐγενῶς ἀνελάμβανον οὔτε τὴν πρὸς Ἀρκάδας φιλίαν. [5] λοιπὸν ὅταν μὲν οὗτοι πρὸς ἀλλήλους ἢ πρὸς ἑτέρους πολεμοῦντες ἐν περισπασμοῖς ἦσαν, ἐγίνετο τὸ δέον αὐτοῖς: ἦγον γὰρ τὴν εἰρήνην ἀεὶ παρευδιαζόμενοι διὰ τὴν τοῦ τόπου παράπτωσιν: [6] ὅταν δ᾽ εὔσχολοι καὶ ἀπερίσπαστοι Λακεδαιμόνιοι γενηθέντες ἐτράπησαν πρὸς τὸ βλάπτειν αὐτούς, [7] οὔτ᾽ αὐτοὶ δι᾽ αὑτῶν ἀντοφθαλμεῖν ἐδύναντο πρὸς τὸ βάρος τὸ Λακεδαιμονίων οὔτε προκατεσκευασμένοι φίλους τοὺς ἀληθινῶς αὐτοῖς πάντα συνυποστησομένους ἢ δουλεύειν ἠναγκάζοντο τούτοις ἀχθοφοροῦντες ἢ φεύγοντας τὴν δουλείαν ἀναστάτους γίνεσθαι, λείποντας τὴν χώραν μετὰ τέκνων καὶ γυναικῶν: [8] ὅπερ ἤδη πλεονάκις αὐτοῖς συνέβη παθεῖν οὐ πάνυ πολλοῖς χρόνοις. [9] εἴη μὲν οὖν οἷον εἰ συμφῦναι τὴν νῦν ὑπάρχουσαν κατάστασιν Πελοποννησίοις, ἵνα μηδενὸς δέῃ τῶν λέγεσθαι μελλόντων: [10] ἐὰν δέ ποτε κίνησιν καὶ μετάστασιν σχῇ ταῦτα, μίαν ὁρῶ Μεσσηνίοις καὶ Μεγαλοπολίταις ἐλπίδα τοῦ δύνασθαι νέμεσθαι τὴν αὑτῶν χώραν τὸν πλείω χρόνον, ἐὰν συμφρονήσαντες κατὰ τὴν Ἐπαμινώνδου γνώμην παντὸς καιροῦ καὶ πράγματος ἕλωνται κοινωνεῖν ἀλλήλοις ἀληθινῶς.
[1] ὁ δὲ λόγος οὗτος ἔχει μὲν ἴσως καὶ διὰ τῶν πάλαι γεγονότων πίστιν. [2] οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατ᾽ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησί, γράψαντες τὸ γράμμα τοῦτο: πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, [3]
[1] εὗρε δὲ Μεσσήνη σὺν Διὶ τὸν προδότην ῥηιδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρ᾽ ἐπίορκον. χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν. ἐπεὶ γὰρ τῆς αὑτῶν ἐστερήθησαν, [4] οἷον εἰ περὶ δευτέρας πατρίδος, ὥς γ᾽ ἐμοὶ δοκεῖ, τοῖς θεοῖς εὐχόμενοι σῴζειν τὴν Ἀρκαδίαν, τοῦτ᾽ ἀνέθεσαν τὸ γράμμα. [5] καὶ τοῦτ᾽ εἰκότως ἐποίουν: οὐ γὰρ μόνον αὐτοὺς Ἀρκάδες ὑποδεξάμενοι κατὰ τὴν ἔκπτωσιν τὴν ἐκ τῆς ἰδίας ὑπὸ τὸν Ἀριστομένειον πόλεμον ὁμεστίους ἐποιήσαντο καὶ πολίτας, ἀλλὰ καὶ τὰς θυγατέρας ἐψηφίσαντο τοῖς ἐν ἡλικίᾳ διδόναι τῶν Μεσσηνίων, [6] πρὸς δὲ τούτοις ἀναζητήσαντες τὴν Ἀριστοκράτους τοῦ βασιλέως προδοσίαν ἐν τῇ μάχῃ τῇ καλουμένῃ περὶ Τάφρον αὐτόν τ᾽ ἀνεῖλον καὶ τὸ γένος αὐτοῦ πᾶν ἠφάνισαν. [7] οὐ μὴν ἀλλὰ καὶ χωρὶς τῶν πάλαι τὰ τελευταῖα γεγονότα μετὰ τὸν Μεγάλης πόλεως καὶ Μεσσήνης συνοικισμὸν ἱκανὴν ἂν παράσχοι πίστιν τοῖς ὑφ᾽ ἡμῶν εἰρημένοις. [8] καθ᾽ οὓς γὰρ καιρούς, τῆς περὶ Μαντίνειαν μάχης τῶν Ἑλλήνων ἀμφιδήριτον ἐχούσης τὴν νίκην διὰ τὸν Ἐπαμινώνδου θάνατον, ἐκώλυον Λακεδαιμόνιοι μετέχειν τῶν σπονδῶν Μεσσηνίους, ἀκμὴν σφετεριζόμενοι ταῖς ἐλπίσι τὴν Μεσσηνίαν, [9] ἐπὶ τοσοῦτο διέσπευσαν Μεγαλοπολῖται καὶ πάντες οἱ κοινωνοῦντες Ἀρκάδων τῆς αὐτῶν συμμαχίας ὥστε Μεσσηνίους μὲν ὑπὸ τῶν συμμάχων προσδεχθῆναι καὶ μετασχεῖν τῶν ὅρκων καὶ διαλύσεων, Λακεδαιμονίους δὲ μόνους ἐκσπόνδους γενέσθαι τῶν Ἑλλήνων. [10] ἃ τίς οὐκ ἂν τῶν ἐπιγινομένων ἐν νῷ τιθέμενος νομίσειε καλῶς εἰρῆσθαι τὰ μικρῷ πρότερον ὑφ᾽ ἡμῶν δεδηλωμένα; [11] ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν Ἀρκάδων καὶ Μεσσηνίων, ἵνα μνημονεύοντες τῶν συμβεβηκότων αὐτοῖς περὶ τὰς πατρίδας ἀτυχημάτων ὑπὸ Λακεδαιμονίων ἀληθινῶς ἀντέχωνται τῆς πρὸς αὑτοὺς εὐνοίας καὶ πίστεως, [12] καὶ μήτε φόβον ὑφορώμενοι μήτ᾽ εἰρήνης ἐπιθυμοῦντες ἐγκαταλείπωσιν ἀλλήλους ἐν ταῖς ὁλοσχερέσι περιστάσεσι. Λακεδαιμόνιοι δὲ τῶν εἰθισμένων ἐποίησάν τι — τοῦτο γὰρ συνεχὲς ἦν τοῖς προειρημένοις — τέλος γὰρ τοὺς παρὰ τῶν συμμάχων πρέσβεις ἀναποκρίτους ἀπέστειλαν. οὕτως ἐξηπόρησαν ὑπὸ τῆς ἀλογίας καὶ κακίας τῆς αὑτῶν. [2] καί μοι δοκεῖ τοῦτ᾽ ἀληθὲς εἶναι διότι πολλάκις τολμᾶν περιττὸν εἰς ἄνοιαν καὶ τὸ μηδὲν καταντᾶν εἴωθεν. [3] οὐ μὴν ἀλλὰ μετὰ ταῦτα, κατασταθέντων ἐφόρων ἄλλων, οἱ κινήσαντες ἐξ ἀρχῆς τὰ πράγματα καὶ γενόμενοι τῆς προειρημένης σφαγῆς αἴτιοι διεπέμποντο πρὸς τοὺς Αἰτωλούς, ἐπισπώμενοι πρεσβευτήν. [4] τῶν δὲ καὶ μάλ᾽ ἀσμένως ὑπακουσάντων, ἧκε μετ᾽ ὀλίγον πρεσβεύων εἰς τὴν Λακεδαίμονα Μαχατᾶς. [5] καὶ παραυτίκα προσῄει τοῖς ἐφόροις **** οἰόμενοι δεῖν τῷ τε Μαχατᾷ δίδοσθαι τὴν ἔφοδον ἐπὶ τοὺς πολλούς, καὶ βασιλέας καθιστάναι κατὰ τὰ πάτρια, καὶ μὴ περιορᾶν τὸν πλείω χρόνον παρὰ τοὺς νόμους καταλελυμένην τὴν τῶν Ἡρακλειδῶν ἀρχήν. [6] οἱ δ᾽ ἔφοροι, δυσαρεστούμενοι μὲν τοῖς ὅλοις πράγμασιν, οὐ δυνάμενοι δὲ πρὸς τὴν ὁρμὴν ἀντοφθαλμεῖν, ἀλλὰ δεδιότες τὴν τῶν νέων συστροφήν, περὶ μὲν τῶν βασιλέων ἔφασαν μετὰ ταῦτα βουλεύσεσθαι, τῷ δὲ Μαχατᾷ συνεχώρησαν δώσειν τὴν ἐκκλησίαν. [7
] συναχθέντος δὲ τοῦ πλήθους παρελθὼν ὁ Μαχατᾶς παρεκάλει διὰ πλειόνων αὐτοὺς αἱρεῖσθαι τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, εἰκῇ μὲν καὶ θρασέως κατηγορῶν Μακεδόνων, ἀλόγως δὲ καὶ ψευδῶς ἐγκωμιάζων τοὺς Αἰτωλούς. [8] μεταστάντος δὲ τούτου, πολλῆς ἀμφισβητήσεως ἐτύγχανε τὸ πρᾶγμα: τινὲς μὲν γὰρ συνηγόρουν τοῖς Αἰτωλοῖς καὶ συντίθεσθαι πρὸς αὐτοὺς παρῄνουν τὴν συμμαχίαν, ἔνιοι δὲ τούτοις ἀντέλεγον. [9] οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοίκους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ, μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαγαγόντες, ἐπ᾽ ἄλλης ἐγένοντο γνώμης, [10] καὶ τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς Φίλιππον καὶ Μακεδόνας συμμαχίας. [11] γενομένων δὲ τούτων, ὁ μὲν Μαχατᾶς ἄπρακτος ἐπανῄει πάλιν