Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 185
Delphi Complete Works of Polybius Page 185

by Polybius


  [1] ἀπεχώρησαν πρὸς τὸν Φίλιππον. ταῦτα δὲ πράξαντες εὐθέως ἔπεμπον οἱ προεστῶτες ἔφοροι τῶν πραγμάτων τοὺς κατηγορήσοντας πρὸς τὸν Φίλιππον τῶν ἀνῃρημένων καὶ παρακαλέσοντας αὐτὸν ἐπισχεῖν τὴν παρουσίαν, ἕως ἂν ἐκ τοῦ γεγονότος κινήματος εἰς τὴν ἀποκατάστασιν ἔλθῃ τὰ κατὰ τὴν πόλιν: γινώσκειν δὲ διότι πρόκειται διατηρεῖν αὐτοῖς πάντα τὰ δίκαια καὶ φιλάνθρωπα πρὸς Μακεδόνας: [2] οἳ καὶ συμμίξαντες ἤδη περὶ τὸ Παρθένιον ὄρος ὄντι τῷ βασιλεῖ διελέχθησαν ἀκολούθως ταῖς ἐντολαῖς. [3] ὁ δὲ διακούσας παρεκάλεσε τοὺς ἥκοντας κατὰ σπουδὴν ποιήσασθαι τὴν εἰς οἶκον ἐπάνοδον καὶ δηλοῦν τοῖς ἐφόροις ὅτι κατὰ τὸ συνεχὲς πορευθεὶς αὐτὸς μὲν ἐν Τεγέᾳ ποιήσεται τὴν στρατοπεδείαν, ἐκείνους δ᾽ οἴεται δεῖν τὴν ταχίστην ἐκπέμπειν ἄνδρας ἀξιοχρέους τοὺς κοινολογησομένους πρὸς αὑτὸν ὑπὲρ τῶν ἐνεστώτων. [4] ποιησάντων δὲ τὸ προσταχθὲν τῶν ἀπαντησάντων, διακούσαντες τὰ παρὰ τοῦ βασιλέως οἱ προεστῶτες τῶν Λακεδαιμονίων [5] ἐξέπεμψαν ἄνδρας δέκα πρὸς τὸν Φίλιππον οἳ καὶ πορευθέντες εἰς τὴν Τεγέαν καὶ παρελθόντες εἰς τὸ τοῦ βασιλέως συνέδριον, Ὠμίου προεστῶτος αὐτῶν, κατηγόρησαν μὲν τῶν περὶ τὸν Ἀδείμαντον ὡς αἰτίων γεγονότων τῆς κινήσεως, [6] πάντα δ᾽ ὑπισχνοῦνται ποιήσειν αὐτοὶ τῷ Φιλίππῳ τὰ κατὰ τὴν συμμαχίαν, καὶ μηδενὸς ἐν μηδενὶ φανήσεσθαι δεύτεροι κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τῶν δοκούντων ἀληθινῶν αὐτῷ φίλων ὑπάρχειν. [7] οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντες μετέστησαν, οἱ δὲ μετέχοντες τοῦ συνεδρίου διεφέροντο πρὸς ἀλλήλους ταῖς γνώμαις. [8] καὶ τινὲς μέν, εἰδότες τὴν κακοπραγμοσύνην τῶν ἐν τῇ Σπάρτῃ, καὶ πεπεισμένοι τοὺς περὶ τὸν Ἀδείμαντον ἀπολωλέναι διὰ τὴν πρὸς αὑτοὺς εὔνοιαν, τούς τε Λακεδαιμονίους ἐπιβεβλῆσθαι κοινοπραγεῖν τοῖς Αἰτωλοῖς, συνεβούλευον τῷ Φιλίππῳ παράδειγμα ποιῆσαι τοὺς Λακεδαιμονίους, χρησάμενον αὐτοῖς τὸν αὐτὸν τρόπον ὅνπερ Ἀλέξανδρος ἐχρήσατο Θηβαίοις εὐθέως παραλαβὼν τὴν ἀρχήν: [9] ἕτεροι δὲ τῶν πρεσβυτέρων τὴν μὲν τοιαύτην ὀργὴν βαρυτέραν ἀπέφαινον εἶναι τῶν γεγονότων, ἐπιτιμῆσαι δὲ δεῖν τοῖς αἰτίοις, καὶ μεταστησάμενον τούτους ἐγχειρίσαι τὸ πολίτευμα καὶ τὰς ἀρχὰς τοῖς αὑτοῦ

  [1] φίλοις. ὁ δὲ βασιλεὺς ἐπὶ πᾶσιν, εἰ χρὴ τοῦ βασιλέως λέγειν τὰς τότε γνώμας: οὐ γὰρ εἰκὸς ἑπτακαιδεκαέτη παῖδα περὶ τηλικούτων δύνασθαι πραγμάτων διευκρινεῖν. [2] ἀλλ᾽ ἡμῖν μὲν καθήκει τοῖς γράφουσι τὰς κυρούσας τὰ διαβούλια γνώμας ἀνατιθέναι τοῖς προεστῶσι τῶν ὅλων: τοὺς μέντοι γ᾽ ἀκούοντας αὐτοὺς χρὴ συνυπονοεῖν διότι τῶν συνόντων καὶ μάλιστα τῶν παρακειμένων εἰκός ἐστιν εἶναι τὰς τοιαύτας ὑποθέσεις καὶ διαλήψεις: [3] ὧν Ἀράτῳ τις ἐπιεικέστατ᾽ ἂν προσάπτοι τὴν τότε ῥηθεῖσαν ὑπὸ τοῦ βασιλέως γνώμην. [4] ὁ γὰρ Φίλιππος τὰ μὲν κατ᾽ ἰδίαν τῶν συμμάχων εἰς αὑτοὺς ἀδικήματα καθήκειν ἔφησεν αὑτῷ μέχρι λόγου καὶ γραμμάτων διορθοῦν καὶ συνεπισημαίνεσθαι, [5] τὰ δὲ πρὸς τὴν κοινὴν ἀνήκοντα συμμαχίαν, ταῦτ᾽ ἔφη μόνα δεῖν κοινῆς ἐπιστροφῆς καὶ διορθώσεως τυγχάνειν ὑπὸ πάντων. [6] Λακεδαιμονίων δὲ μηδὲν εἰς τὴν κοινὴν συμμαχίαν ἐκφανὲς ἡμαρτηκότων, ἐπαγγελλομένων δὲ πάντα καὶ ποιεῖν τὰ δίκαια πρὸς ἡμᾶς, οὐ καλῶς ἔχον εἶναι τὸ βουλεύεσθαί τι περὶ αὐτῶν ἀπαραίτητον: [7] καὶ γὰρ ἄτοπον τὸν μὲν πατέρα πολεμίων ὄντων κρατήσαντα μηδὲν ποιῆσαι δεινόν, αὐτὸν δ᾽ ἐφ᾽ οὕτω μικρᾶς αἰτίας ἀνήκεστόν τι βουλεύεσθαι περὶ αὐτῶν. [8] ἐπικυρωθείσης δὲ ταύτης τῆς γνώμης, ὅτι δεῖ παριδεῖν τὸ γεγονός, εὐθέως ὁ βασιλεὺς Πετραῖον τῶν αὑτοῦ φίλων ἅμα τοῖς περὶ τὸν Ὠμίαν ἐξαπέστελλε παρακαλέσοντα τοὺς πολλοὺς ἀντέχεσθαι τῆς πρὸς αὑτὸν καὶ Μακεδόνας εὐνοίας, ἅμα δὲ δώσοντα καὶ ληψόμενον τοὺς ὅρκους περὶ συμμαχίαν. [9] αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας προῆγε πάλιν ὡς ἐπὶ Κορίνθου, καλὸν δεῖγμα τῆς ἑαυτοῦ προαιρέσεως τοῖς συμμάχοις ἐκτιθέμενος ἐν τῇ πρὸς τοὺς Λακεδαιμονίους ἀποφάσει.

  [1] καταλαβὼν δὲ τοὺς ἀπὸ τῶν συμμαχίδων παραγεγονότας εἰς τὴν Κόρινθον, συνήδρευε καὶ διελάμβανε μετὰ τούτων τί δεῖ ποιεῖν καὶ πῶς χρήσασθαι τοῖς Αἰτωλοῖς. [2] ἐγκαλούντων δὲ Βοιωτῶν μὲν ὅτι συλήσαιεν τὸ τῆς Ἀθηνᾶς τῆς Ἰτωνίας ἱερὸν εἰρήνης ὑπαρχούσης, Φωκέων δὲ διότι στρατεύσαντες ἐπ᾽ Ἄμβρυσον καὶ Δαύλιον ἐπιβάλοιντο καταλαβέσθαι τὰς πόλεις, [3] Ἠπειρωτῶν δὲ καθότι πορθήσαιεν αὐτῶν τὴν χώραν, Ἀκαρνάνων δὲ παραδεικνυόντων τίνα τρόπον συστησάμενοι πρᾶξιν ἐπὶ Θύριον νυκτὸς ἔτι καὶ προσβαλεῖν τολμήσαιεν τῇ πόλει, [4] πρὸς δὲ τούτοις Ἀχαιῶν ἀπολογιζομένων ὡς καταλάβοιντο μὲν τῆς Μεγαλοπολίτιδος Κλάριον, πορθήσαιεν δὲ διεξιόντες τὴν Πατρέων καὶ Φαραιέων χώραν, διαρπάσαιεν δὲ Κύναιθαν, συλήσαιεν δὲ τὸ τῆς ἐν Λούσοις Ἀρτέμιδος ἱερόν, πολιορκήσαιεν δὲ Κλειτορίους, ἐπιβουλεύσαιεν δὲ κατὰ μὲν θάλατταν Πύλῳ, κατὰ δὲ γῆν ἄρτι συνοικιζομένῃ τῇ Μεγαλοπολιτῶν πόλει σπεύδοντες μετὰ τῶν Ἰλλυριῶν ἀνάστατον αὐτὴν ποιῆσαι, [5] διακούσαντες τούτων οἱ τῶν συμμάχων σύνεδροι πάντες ὁμοθυμαδ
ὸν ἐκφέρειν ἐβουλεύσαντο τοῖς Αἰτωλοῖς τὸν πόλεμον. [6] προθέμενοι δὲ τὰς προειρημένας αἰτίας ἐν τῷ δόγματι παρακατεβάλοντο ψήφισμα, προσδιασαφοῦντες ὅτι συνανασώσουσι τοῖς συμμάχοις, εἴ τινα κατέχουσιν αὐτῶν Αἰτωλοὶ χώραν ἢ πόλιν ἀφ᾽ οὗ Δημήτριος ὁ Φιλίππου κατὰ φύσιν πατὴρ μετήλλαξε: [7] παραπλησίως δὲ καὶ τοὺς ὑπὸ τῶν καιρῶν ἠναγκασμένους ἀκουσίως μετέχειν τῆς Αἰτωλῶν συμπολιτείας, ὅτι πάντας τούτους ἀποκαταστήσουσιν εἰς τὰ πάτρια πολιτεύματα, χώραν ἔχοντας καὶ πόλεις τὰς αὑτῶν, ἀφρουρήτους, ἀφορολογήτους, ἐλευθέρους ὄντας, πολιτείαις καὶ νόμοις χρωμένους τοῖς πατρίοις. [8] συνανακομιεῖσθαι δὲ καὶ τοῖς Ἀμφικτύοσιν ἔγραψαν τοὺς νόμους καὶ τὴν περὶ τὸ ἱερὸν ἐξουσίαν, ἣν Αἰτωλοὶ παρῄρηνται νῦν, βουλόμενοι τῶν κατὰ τὸ ἱερὸν ἐπικρατεῖν αὐτοί.

  [1] τούτου δὲ τοῦ δόγματος κυρωθέντος κατὰ τὸ πρῶτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ὁ μὲν συμμαχικὸς προσαγορευόμενος πόλεμος ἀρχὴν εἰλήφει δικαίαν καὶ πρέπουσαν τοῖς γεγονόσιν ἀδικήμασιν. [2] οἱ δὲ σύνεδροι παραχρῆμα πρεσβευτὰς ἐξαπέστελλον πρὸς τοὺς συμμάχους, ἵνα παρ᾽ ἑκάστοις διὰ τῶν πολλῶν ἐπικυρωθέντος τοῦ δόγματος ἐκφέρωσι πάντες τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον. [3] ἔπεμψε δὲ καὶ τοῖς Αἰτωλοῖς ἐπιστολὴν ὁ Φίλιππος, διασαφῶν ἵν᾽ εἴ τι λέγειν ἔχουσι δίκαιον ὑπὲρ τῶν ἐγκαλουμένων, ἔτι καὶ νῦν συνελθόντες διὰ λόγου ποιῶνται τὴν διεξαγωγήν: εἰ δ᾽ ὑπειλήφασι, [4] διότι χωρὶς κοινοῦ δόγματος λεηλατοῦσι καὶ πορθοῦσι πάντας, οὐκ ἀμύνεσθαι τοὺς ἀδικουμένους, ἐὰν δ᾽ ἀμύνωνται, νομισθήσεσθαι τούτους κατάρχειν τοῦ πολέμου, πάντων αὐτοὺς εὐηθεστάτους εἶναι. [5] κομισάμενοι δ᾽ οἱ τῶν Αἰτωλῶν ἄρχοντες τὴν ἐπιστολὴν ταύτην, τὸ μὲν πρῶτον ἐλπίσαντες οὐχ ἥξειν τὸν Φίλιππον, συνέθεντο ῥητὴν ἡμέραν ἐν ᾗ πρὸς τὸ Ῥίον ἀπαντήσουσι. [6] γνόντες δὲ παραγινόμενον, ἀπέστειλαν γραμματοφόρον διασαφοῦντες ὡς οὐ δύνανται πρὸ τῆς τῶν Αἰτωλῶν συνόδου δι᾽ αὑτῶν οὐδὲν ὑπὲρ τῶν ὅλων οἰκονομεῖν. [7] οἱ δ᾽ Ἀχαιοὶ συνελθόντες εἰς τὴν καθήκουσαν σύνοδον τό τε δόγμα πάντες ἐπεκύρωσαν καὶ τὸ λάφυρον ἐπεκήρυξαν κατὰ τῶν Αἰτωλῶν. [8] προσελθόντος δὲ καὶ τοῦ βασιλέως πρὸς τὴν βουλὴν ἐν Αἰγίῳ καὶ διαλεχθέντος διὰ πλειόνων, τὰ ῥηθέντα μετ᾽ εὐνοίας ἀπεδέξαντο καὶ τὰ προϋπάρχοντα φιλάνθρωπα τοῖς προγόνοις ἀνενεώσαντο πρὸς αὐτὸν τὸν Φίλιππον.

  [1] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Αἰτωλοί, συνάψαντος τοῦ τῶν ἀρχαιρεσίων χρόνου, στρατηγὸν αὑτῶν εἵλοντο Σκόπαν, ὃς ἐγεγόνει πάντων τῶν προειρημένων ἀδικημάτων αἴτιος. [2] ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. τὸ γὰρ κοινῷ μὲν δόγματι μὴ πολεμεῖν, πανδημεὶ δὲ στρατεύοντας ἄγειν καὶ φέρειν τὰ τῶν πέλας, καὶ κολάζειν μὲν μηδένα τῶν αἰτίων, στρατηγοὺς δ᾽ αἱρεῖσθαι καὶ τιμᾶν τοὺς προεστῶτας τῶν τοιούτων ἔργων, ἐμοὶ μὲν δοκεῖ τῆς πάσης γέμειν κακοπραγμοσύνης: [3] τί γὰρ ἂν ἄλλο τις τὰς τοιαύτας κακίας ὀνομάσειε; δῆλον δ᾽ ἔσται τὸ λεγόμενον ἐκ τούτων. [4] Λακεδαιμόνιοι τὴν Καδμείαν Φοιβίδου παρασπονδήσαντος τὸν μὲν αἴτιον ἐζημίωσαν, τὴν δὲ φρουρὰν οὐκ ἐξήγαγον, ὥσπερ λυομένης τῆς ἀδικίας διὰ τῆς τοῦ πράξαντος βλάβης, παρὸν τἀναντία ποιεῖν: τοῦτο γὰρ διέφερε τοῖς Θηβαίοις. [5] πάλιν ἐκήρυττον ἀφιέντες τὰς πόλεις ἐλευθέρας καὶ αὐτονόμους κατὰ τὴν ἐπ᾽ Ἀνταλκίδου γενομένην εἰρήνην, τοὺς δ᾽ ἁρμοστὰς οὐκ ἐξῆγον ἐκ τῶν πόλεων. [6] Μαντινεῖς φίλους ὄντας καὶ συμμάχους ἀναστάτους ποιήσαντες οὐκ ἔφασαν ἀδικεῖν, ἐκ μιᾶς πόλεως εἰς πλείους αὐτοὺς διοικίσαντες, [7] ἀνοίᾳ μετὰ κακίας χρησάμενοι προφανῶς διὰ τὸ δοκεῖν, ἐάν τις αὐτὸς ἐπιμύῃ, μηδὲ τοὺς πέλας ὁρᾶν. [8] ἀμφοτέροις τοίνυν ὁ ζῆλος οὗτος τῆς πολιτείας αἴτιος κατέστη τῶν μεγίστων συμπτωμάτων: ὃν οὐδαμῶς οὐδαμῇ ζηλωτέον οὔτε κατ᾽ ἰδίαν οὔτε κοινῇ τοὺς ὀρθῶς βουλευομένους. [9] ὁ δὲ βασιλεὺς Φίλιππος χρηματίσας τοῖς Ἀχαιοῖς ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ Μακεδονίας, σπεύδων ἐπὶ τὴν παρασκευὴν τῶν πρὸς τὴν πόλεμον, οὐ μόνον τοῖς συμμάχοις, [10] ἀλλὰ πᾶσι τοῖς Ἕλλησι διὰ τοῦ προειρημένου ψηφίσματος καλὰς ἐλπίδας ὑποδεικνύων πρᾳότητος καὶ μεγαλοψυχίας βασιλικῆς.

  [1] ταῦτα δ᾽ ἐπράττετο κατὰ τοὺς αὐτοὺς καιροὺς καθ᾽ οὓς Ἀννίβας, γεγονὼς ἤδη κύριος τῶν ἐντὸς Ἴβηρος ποταμοῦ πάντων, ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὴν Ζακανθαίων πόλιν. [2] εἰ μὲν οὖν τὰς πρώτας ἐπιβολὰς τὰς Ἀννίβου ταῖς Ἑλληνικαῖς πράξεσιν ἀπ᾽ ἀρχῆς εὐθέως ἐπιπεπλέχθαι συνέβαινε, δῆλον ὡς ἐν τῇ προτέρᾳ βύβλῳ περὶ τούτων ἂν ἡμᾶς ἐναλλὰξ ἔδει καὶ κατὰ παράθεσιν τοῖς Ἰβηρικοῖς πεποιῆσθαι τὴν ἐξήγησιν, ἀκολουθοῦντας τοῖς καιροῖς: [3] ἐπεὶ δὲ τά τε κατὰ τὴν Ἰταλίαν καὶ κατὰ τὴν Ἑλλάδα καὶ κατὰ τὴν Ἀσίαν τὰς μὲν ἀρχὰς τῶν πολέμων τούτων ἰδίας εἰλήφει, τὰς δὲ συντελείας κοινάς, καὶ τὴν ἐξήγησιν περὶ αὐτῶν ἐκρίναμεν ποιήσασθαι κατ᾽ ἰδίαν, ἕως ἂν ἐπὶ τὸν καιρὸν ἔλθωμεν τοῦτον ἐν ᾧ συνεπλάκησαν αἱ προειρημέναι πράξεις ἀλλήλαις καὶ πρὸς ἓν τέλος ἤρξαντο τὴν ἀναφορὰν ἔχειν — [4] οὕτως γὰρ ἥ τε περ�
� τὰς ἀρχὰς ἑκάστων ἔσται διήγησις σαφὴς ἥ τε συμπλοκὴ καταφανής, περὶ ἧς ἐν ἀρχαῖς ἐνεδειξάμεθα, παραδείξαντες πότε καὶ πῶς καὶ δι᾽ ἃς αἰτίας γέγονε — λοιπὸν ἤδη κοινὴν ποιήσασθαι περὶ πάντων τὴν ἱστορίαν. [5] ἐγένετο δ᾽ ἡ συμπλοκὴ τῶν πράξεων περὶ τὴν τοῦ πολέμου συντέλειαν κατὰ τὸ τρίτον ἔτος τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος. διὸ καὶ τὰ μετὰ ταῦτα κοινῇ τοῖς καιροῖς ἀκολουθοῦντες ἐξηγησόμεθα, τὰ δὲ πρὸ τοῦ κατ᾽ ἰδίαν, [6] ὡς εἶπα, προσαναμιμνήσκοντες μόνον τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐν τῇ προτέρᾳ βύβλῳ δεδηλωμένων, ἵνα μὴ μόνον εὐπαρακολούθητος, ἀλλὰ καὶ καταπληκτικὴ γίνηται τοῖς προσέχουσιν ἡ διήγησις.

 

‹ Prev