Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 194
Delphi Complete Works of Polybius Page 194

by Polybius


  [1] Φίλιππος μὲν οὖν κατὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἐν τοῖς ὑπαίθροις συνδιατρίβοντας καὶ κατὰ τὴν ἐν τοῖς πολεμικοῖς πρᾶξιν καὶ τόλμαν οὐ μόνον παρὰ τοῖς στρατευομένοις, ἀλλὰ καὶ παρὰ τοῖς λοιποῖς πᾶσι Πελοποννησίοις εὐδοκίμει. [2] βασιλέα γὰρ πλείοσιν ἀφορμαῖς ἐκ φύσεως κεχορηγημένον πρὸς πραγμάτων κατάκτησιν οὐκ εὐμαρὲς εὑρεῖν: [3] καὶ γὰρ ἀγχίνοια καὶ μνήμη καὶ χάρις ἐπῆν αὐτῷ διαφέρουσα, πρὸς δὲ τούτοις ἐπίφασις βασιλικὴ καὶ δύναμις, τὸ δὲ μέγιστον, πρᾶξις καὶ τόλμα πολεμική. [4] καὶ τί δή ποτ᾽ ἦν τὸ ταῦτα πάντα καταγωνισάμενον καὶ ποιῆσαν ἐκ βασιλέως εὐφυοῦς τύραννον ἄγριον οὐκ εὐχερὲς διὰ βραχέων δηλῶσαι. διὸ καὶ περὶ μὲν τούτων σκέπτεσθαι καὶ διαπορεῖν ἄλλος ἁρμόσει καιρὸς μᾶλλον τοῦ νῦν ἐνεστῶτος: [5] ὁ δὲ Φίλιππος ἐκ τῆς Ὀλυμπίας ἀναζεύξας τὴν ἐπὶ Φαραίαν παρῆν εἰς Τέλφουσαν κἀκεῖθεν εἰς Ἡραίαν. καὶ τὴν μὲν λείαν ἐλαφυροπώλει, τὴν δὲ γέφυραν ἐπεσκεύαζε τὴν κατὰ τὸν Ἀλφειόν, βουλόμενος ταύτῃ ποιήσασθαι τὴν εἰς τὴν Τριφυλίαν εἰσβολήν. [6] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγός, δεομένων τῶν Ἠλείων σφίσι βοηθεῖν πορθουμένοις, ἑξακοσίους Αἰτωλοὺς καὶ στρατηγὸν Φιλλίδαν αὐτοῖς ἐξέπεμψεν. [7] ὃς παραγενόμενος εἰς τὴν Ἠλείαν, καὶ παραλαβὼν τοὺς μισθοφόρους τῶν Ἠλείων, ὄντας εἰς πεντακοσίους, καὶ πολιτικοὺς χιλίους, ἅμα δὲ τούτοις τοὺς Ταραντίνους, ἧκε βοηθῶν εἰς τὴν Τριφυλίαν, [8] ἣ τῆς μὲν προσηγορίας τέτευχε ταύτης ἀπὸ Τριφύλου τῶν Ἀρκάδος παίδων ἑνός, κεῖται δὲ τῆς Πελοποννήσου παρὰ θάλατταν μεταξὺ τῆς Ἠλείων καὶ Μεσσηνίων χώρας, τέτραπται δ᾽ εἰς τὸ Λιβυκὸν πέλαγος, ἐσχατεύουσα τῆς Ἀρκαδίας ὡς πρὸς χειμερινὰς δύσεις, [9] ἔχει δ᾽ ἐν αὑτῇ πόλεις ταύτας, Σαμικόν, Λέπρεον, Ὕπαναν, Τυπανέας, Πύργον, Αἴπιον, Βώλακα, Στυλάγγιον, Φρίξαν. [10] ὧν ὀλίγοις χρόνοις πρότερον ἐπικρατήσαντες Ἠλεῖοι προσελάβοντο καὶ τὴν τῶν Ἀλιφειρέων πόλιν, οὖσαν ἐξ ἀρχῆς ὑπ᾽ Ἀρκαδίαν [καὶ Μεγαλόπολιν], Λυδιάδου τοῦ Μεγαλοπολίτου κατὰ τὴν τυραννίδα πρός τινας ἰδίας πράξεις ἀλλαγὴν δόντος τοῖς Ἠλείοις.

  [1] πλὴν ὅ γε Φιλλίδας τοὺς μὲν Ἠλείους εἰς Λέπρεον, τοὺς δὲ μισθοφόρους εἰς Ἀλίφειραν ἀποστείλας, αὐτὸς δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐν Τυπανέαις ἐκαραδόκει τὸ συμβησόμενον. [2] ὁ δὲ βασιλεὺς ἀποθέμενος τὴν ἀποσκευὴν καὶ διαβὰς τῇ γεφύρᾳ τὸν Ἀλφειὸν ποταμόν, ὃς ῥεῖ παρ᾽ αὐτὴν τὴν τῶν Ἡραιέων πόλιν, [3] ἧκε πρὸς τὴν Ἀλίφειραν, ἣ κεῖται μὲν ἐπὶ λόφου κρημνώδους πανταχόθεν, ἔχοντος πλεῖον ἢ δέκα σταδίων πρόσβασιν, ἔχει δ᾽ ἄκραν ἐν αὐτῇ τῇ κορυφῇ τοῦ σύμπαντος λόφου καὶ χαλκοῦν Ἀθηνᾶς ἀνδριάντα, κάλλει καὶ μεγέθει διαφέροντα. [4] οὗ τὴν μὲν αἰτίαν, ἀπὸ ποίας προθέσεως ἢ χορηγίας ἔλαβε τὴν ἀρχὴν τῆς κατασκευῆς, ἀμφισβητεῖσθαι συμβαίνει καὶ παρὰ τοῖς ἐγχωρίοις — οὔτε γὰρ πόθεν οὔτε τίς ἀνέθηκεν εὑρίσκεται τρανῶς — [5] τὸ μέντοι γε τῆς τέχνης ἀποτέλεσμα συμφωνεῖται παρὰ πᾶσι, διότι τῶν μεγαλομερεστάτων καὶ τεχνικωτάτων ἔργων ἐστίν, Ὑπατοδώρου καὶ Σωστράτου κατεσκευακότων. [6] οὐ μὴν ἀλλ᾽ ἐπιγενομένης ἡμέρας αἰθρίου καὶ λαμπρᾶς, διατάξας ὑπὸ τὴν ἑωθινὴν ὁ βασιλεὺς κατὰ πλείους τόπους τούς τε τὰς κλίμακας φέροντας καὶ τὰς τῶν μισθοφόρων ἐφεδρείας πρὸ τούτων, [7] ἐπὶ δὲ τοῖς προειρημένοις τοὺς Μακεδόνας διῃρημένους κατόπιν ἑκάστοις ἐπιστήσας, ἅμα τῷ τὸν ἥλιον ἐπιβάλλειν πᾶσι προσέταξε προσβαίνειν πρὸς τὸν λόφον. [8] ποιούντων δὲ τὸ παραγγελθὲν ἐκθύμως καὶ καταπληκτικῶς τῶν Μακεδόνων, συνέβαινε τοὺς Ἀλιφειρεῖς πρὸς τούτους ὁρμᾶν ἀεὶ καὶ συντρέχειν τοὺς τόπους, οἷς μάλιστα τοὺς Μακεδόνας ἑώρων προσπελάζοντας. [9] κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ὁ βασιλεὺς ἔχων τοὺς ἐπιτηδειοτάτους διά τινων κρημνῶν ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς. [10] ἀποδοθέντος δὲ τοῦ συνθήματος, πάντες ἅμα προσερείσαντες τὰς κλίμακας κατεπείραζον τῆς πόλεως. [11] πρῶτος μὲν οὖν ὁ βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρημον καταλαβών: τούτου δ᾽ ἐμπιπραμένου, προϊδόμενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὥρμησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν. οἱ δὲ Μακεδόνες, [12] γενομένου τούτου, παραχρῆμα καὶ τῶν τειχῶν καὶ τῆς πόλεως ἐκυρίευσαν. [13] μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν ἐκ τῆς ἄκρας πρὸς τὸν Φίλιππον, δοὺς τὴν ἀσφάλειαν παρέλαβε καὶ ταύτην καθ᾽ ὁμολογίαν.

  [1] συντελεσθέντων δὲ τούτων, καταπλαγεῖς γεγονότες πάντες οἱ κατὰ τὴν Τριφυλίαν ἐβουλεύοντο περὶ σφῶν αὐτῶν καὶ τῶν ἰδίων πατρίδων. [2] ὁ δὲ Φιλλίδας ἐκλιπὼν τὰς Τυπανέας, προσδιαρπάσας τινὰς τῶν οἰκιῶν, ἀπεχώρησεν εἰς τὸ Λέπρεον: [3] ταῦτα γὰρ ἐπίχειρα τότε τοῖς Αἰτωλῶν ἐγίνετο συμμάχοις, τὸ μὴ μόνον ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἐγκαταλείπεσθαι προφανῶς, ἀλλὰ καὶ διαρπαγέντας ἢ προδοθέντας τούτοις περιπίπτειν ὑπὸ τῶν συμμάχων, ἃ τοῖς κρατηθεῖσιν ὑπὸ τῶν πολεμίων ὀφείλεται πάσχειν. [4] οἱ δὲ Τυπανεᾶται παρέδοσαν τῷ Φιλίππῳ τ�
��ν πόλιν. τούτοις δὲ τὸ παραπλήσιον ἐποίησαν οἱ τὴν Ὕπαναν κατοικοῦντες. [5] ἅμα δὲ τούτοις Φιαλεῖς, ἀκούοντες τὰ περὶ τὴν Τριφυλίαν καὶ δυσαρεστούμενοι τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ, κατέλαβον μετὰ τῶν ὅπλων τὸν περὶ τὸ πολεμάρχιον τόπον. [6] οἱ δὲ τῶν Αἰτωλῶν πειραταί, διατρίβοντες ἐν ταύτῃ τῇ πόλει διὰ τὰς ἐκ τῆς Μεσσηνίας ὠφελείας, τὸ μὲν πρῶτον οἷοί τ᾽ ἦσαν ἐγχειρεῖν καὶ κατατολμᾶν τῶν Φιαλέων, [7] ὁρῶντες δὲ τοὺς πολίτας ὁμοθυμαδὸν ἁθροιζομένους πρὸς τὴν βοήθειαν, ἀπέστησαν τῆς ἐπιβολῆς, σπεισάμενοι δὲ καὶ λαβόντες τὰς αὑτῶν ἀποσκευὰς ἀπῆλθον ἐκ τῆς πόλεως. [8] οἱ δὲ Φιαλεῖς διαπρεσβευσάμενοι πρὸς τὸν Φίλιππον ἐνεχείρισαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.

  [1] ἔτι δὴ τούτων πραττομένων οἱ Λεπρεᾶται καταλαβόμενοι τόπον τινὰ τῆς πόλεως ἠξίουν ἐκχωρεῖν τῆς ἄκρας καὶ τῆς πόλεως τοὺς Ἠλείους καὶ τοὺς Αἰτωλούς, ὁμοίως δὲ καὶ τοὺς παρὰ Λακεδαιμονίων: ἧκε γὰρ καὶ παρ᾽ ἐκείνων αὐτοῖς βοήθεια. [2] τὸ μὲν οὖν πρῶτον οἱ περὶ τὸν Φιλλίδαν οὐ προσεῖχον, ἀλλ᾽ ἔμενον, ὡς καταπληξόμενοι τοὺς ἐν τῇ πόλει: [3] τοῦ δὲ βασιλέως εἰς μὲν τὴν Φιγάλειαν Ταυρίωνα μετὰ στρατιωτῶν ἐξαποστείλαντος, αὐτοῦ δὲ προάγοντος εἰς τὸ Λέπρεον καὶ συνεγγίζοντος ἤδη τῇ πόλει, συνέντες οἱ περὶ τὸν Φιλλίδαν ἐταπεινώθησαν, οἱ δὲ Λεπρεᾶται προσεπερρώσθησαν ταῖς ὁρμαῖς. [4] καλὸν γὰρ δὴ τοῦτο Λεπρεάταις ἔργον πέπρακται, τὸ χιλίων μὲν ἔνδον ὄντων Ἠλείων, χιλίων δὲ σὺν τοῖς πειραταῖς Αἰτωλῶν, πεντακοσίων δὲ μισθοφόρων, διακοσίων δὲ Λακεδαιμονίων, πρὸς δὲ τούτοις τῆς ἄκρας κατεχομένης, ὅμως ἀντιποιήσασθαι τῆς ἑαυτῶν πατρίδος καὶ μὴ προέσθαι τὰς σφετέρας ἐλπίδας. [5] ὁ δὲ Φιλλίδας, ὁρῶν τοὺς Λεπρεάτας ἀνδρωδῶς ὑφισταμένους καὶ τοὺς Μακεδόνας ἐγγίζοντας, ἐξεχώρησε τῆς πόλεως ἅμα τοῖς Ἠλείοις καὶ τοῖς παρὰ τῶν Λακεδαιμονίων. [6] οἱ μὲν οὖν παρὰ τῶν Σπαρτιατῶν Κρῆτες διὰ τῆς Μεσσηνίας εἰς τὴν οἰκείαν ἐπανῆλθον, οἱ δὲ περὶ τὸν Φιλλίδαν ἐποιοῦντο τὴν ἀπόλυσιν ὡς ἐπὶ τὸ Σαμικόν. τὸ δὲ τῶν Λεπρεατῶν πλῆθος, [7] ἐγκρατὲς γεγονὸς τῆς πατρίδος, ἐξαπέστελλε πρεσβευτάς, ἐγχειρίζον τῷ Φιλίππῳ τὴν πόλιν. [8] ὁ δὲ βασιλεὺς ἀκούσας τὰ γεγονότα, τὴν μὲν λοιπὴν δύναμιν εἰς τὸ Λέπρεον ἀπέστειλε, τοὺς δὲ πελταστὰς καὶ τοὺς εὐζώνους ἀναλαβὼν ἡγεῖτο, συνάψαι σπεύδων τοῖς περὶ τὸν Φιλλίδαν. [9] καταλαβὼν δὲ τῆς μὲν ἀποσκευῆς ἐγκρατὴς ἐγένετο πάσης, οἱ δὲ περὶ τὸν Φιλλίδαν κατετάχησαν εἰς τὸ Σαμικὸν παραπεσόντες. [10] προσστρατοπεδεύσας δὲ τῷ χωρίῳ, καὶ τὴν λοιπὴν ἐπισπασάμενος ἐκ τοῦ Λεπρέου δύναμιν, ἔμφασιν ἐποίει τοῖς ἔνδον ὡς πολιορκήσων τὸ χωρίον. [11] οἱ δ᾽ Αἰτωλοὶ μετὰ τῶν Ἠλείων οὐδὲν ἔχοντες ἕτοιμον πρὸς πολιορκίαν πλὴν χερῶν, καταπλαγέντες τὴν περίστασιν ἐλάλουν περὶ ἀσφαλείας πρὸς τὸν Φίλιππον. [12] λαβόντες δὲ συγχώρημα μετὰ τῶν ὅπλων ποιήσασθαι τὴν ἀπόλυσιν, οὗτοι μὲν ὥρμησαν εἰς τὴν Ἠλείαν: ὁ δὲ βασιλεὺς τοῦ μὲν Σαμικοῦ παραυτίκα κύριος ἐγένετο, [13] μετὰ δὲ ταῦτα, παραγενομένων πρὸς αὐτὸν καὶ τῶν ἄλλων μεθ᾽ ἱκετηρίας, παρέλαβε Φρίξαν, Στυλάγγιον, Αἴπιον, Βώλακα, Πύργον, Ἐπιτάλιον. [14] ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθε πάλιν εἰς τὸ Λέπρεον, πᾶσαν ὑφ᾽ ἑαυτὸν πεποιημένος τὴν Τριφυλίαν ἐν ἡμέραις ἕξ. [15] παρακαλέσας δὲ τοὺς Λεπρεάτας τὰ πρέποντα τῷ καιρῷ, καὶ φυλακὴν εἰσαγαγὼν εἰς τὴν ἄκραν, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐφ᾽ Ἡραίας, ἀπολιπὼν ἐπιμελητὴν τῆς Τριφυλίας Λάδικον τὸν Ἀκαρνᾶνα. [16] παραγενόμενος δ᾽ εἰς τὴν προειρημένην πόλιν τὴν μὲν λείαν διένειμε πᾶσαν, τὴν δ᾽ ἀποσκευὴν ἀναλαβὼν ἐκ τῆς Ἡραίας ἦλθε μέσου χειμῶνος εἰς Μεγάλην πόλιν.

  [1] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ἔπραττε τὰ κατὰ τὴν Τριφυλίαν, καὶ Χείλων ὁ Λακεδαιμόνιος, ὑπολαμβάνων αὑτῷ καθήκειν κατὰ γένος τὴν βασιλείαν, καὶ βαρέως φέρων τὴν γεγενημένην ὑπεροψίαν περὶ αὐτὸν ἐκ τῶν ἐφόρων ἐν τῇ κατὰ τὸν Λυκοῦργον κρίσει περὶ τῆς βασιλείας, κινεῖν ἐπεβάλετο τὰ καθεστῶτα. [2] νομίσας δ᾽, εἰ τὴν ὁδὸν τὴν αὐτὴν ἔλθοι Κλεομένει καὶ τοῖς πολλοῖς ὑποδείξαι τὴν ἐλπίδα τῆς κληρουχίας καὶ τῶν ἀναδασμῶν, ταχέως ἐπακολουθήσειν αὐτῷ τὸ πλῆθος, ὥρμησε πρὸς τὴν πρᾶξιν. [3] συμφρονήσας δὲ περὶ τούτων πρὸς τοὺς φίλους, καὶ λαβὼν κοινωνοὺς τῆς τόλμης εἰς διακοσίους τὸ πλῆθος, ἐγίνετο πρὸς τῷ συντελεῖν τὴν ἐπίνοιαν. [4] θεωρῶν δὲ μέγιστον ἐμπόδιον ὑπάρχον αὑτῷ πρὸς τὴν ἐπιβολὴν τὸν Λυκοῦργον καὶ τοὺς ἐφόρους τοὺς περιθέντας ἐκείνῳ τὴν βασιλείαν, ὥρμησε πρῶτον ἐπὶ τούτους. [5] τοὺς μὲν οὖν ἐφόρους δειπνοῦντας καταλαβών, πάντας αὐτοῦ κατέσφαξε, τῆς τύχης τὴν ἁρμόζουσαν αὐτοῖς ἐπιθείσης δίκην: καὶ γὰρ ὑφ᾽ οὗ καὶ περὶ οὗ ταῦτ᾽ ἔπαθον, δικαίως αὐτοὺς ἄν τις φήσειε πεπονθέναι. [6] ὁ δὲ Χείλων, τὰ κατὰ τούτους συντελεσάμενος, παρῆν ἐπὶ τὴν οἰκίαν τοῦ Λυκούργου καὶ κατέλαβε μὲν ἔνδον, οὐ μὴν ἐδυνήθη γ᾽ ἐγκρατὴς αὐτοῦ γενέσθαι. [7] διὰ γάρ τινων κατοικούντων ἐκ γειτόνων ἐκκλαπεὶς καὶ διαδρὰς ἔλαθεν αὐτόν. οὗτος μὲν οὖν ἀνεχώρησε ταῖς ἀνοδίαις εἰς τὴν ἐν τῇ Τριπόλει προσαγορευομέν�
�ν Πελλήνην. [8] ὁ δὲ Χείλων ἀπεσφαλμένος τοῦ κυριωτάτου πρὸς τὴν ἐπιβολὴν ἀθύμως διέκειτο, πράττειν δ᾽ ὅμως ἠναγκάζετο τὸ συνεχές. [9] διόπερ εἰς τὴν ἀγορὰν εἰσβαλὼν τοῖς μὲν ἐχθροῖς προσέφερε τὰς χεῖρας, τοὺς δ᾽ οἰκείους καὶ φίλους παρεκάλει, τοῖς δὲ λοιποῖς ὑπεδείκνυε τὰς ἄρτι ῥηθείσας ἐλπίδας. [10] οὐδενὸς δὲ προσέχοντος αὐτῷ, τἀναντία δὲ συστρεφομένων ἐπ᾽ αὐτὸν τῶν ἀνθρώπων, συννοήσας τὸ γινόμενον, ἀπεχώρει λαθραίως, καὶ διελθὼν τὴν χώραν ἧκε μόνος εἰς τὴν Ἀχαΐαν ἐκπεπτωκώς. οἱ δὲ Λακεδαιμόνιοι, [11] δείσαντες τὴν τοῦ Φιλίππου παρουσίαν, τἀπὸ τῆς χώρας ἀπεσκευάζοντο καὶ τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον κατασκάψαντες ἐξέλιπον.

  [1] Λακεδαιμόνιοι μὲν οὖν, [12] ἀπὸ τῆς Λυκούργου νομοθεσίας καλλίστῃ χρησάμενοι πολιτείᾳ καὶ μεγίστην ἔχοντες δύναμιν ἕως τῆς ἐν Λεύκτροις μάχης, αὖτις ἐπὶ τἀναντία τραπείσης αὐτοῖς τῆς τύχης, καὶ τοὔμπαλιν ἐπὶ τὸ χεῖρον ἀεὶ καὶ μᾶλλον τῆς πολιτείας αὐτῶν προβαινούσης, [13] τέλος πλείστων μὲν πόνων καὶ στάσεων ἐμφυλίων πεῖραν εἶχον, πλείστοις δ᾽ ἐπάλαισαν ἀναδασμοῖς καὶ φυγαῖς, πικροτάτης δὲ δουλείας πεῖραν ἔλαβον ἕως τῆς Νάβιδος τυραννίδος, οἱ τὸ πρὶν οὐδὲ τοὔνομα δυνηθέντες ἀνασχέσθαι ῥᾳδίως αὐτῆς. [14] τὰ μὲν οὖν πάλαι καὶ τὰ πλείω περὶ Λακεδαιμονίων εἰς ἑκάτερον μέρος ὑπὸ πολλῶν εἴρηται τάδε. ἐναργέστατα δ᾽ ἐστὶν ἀφ᾽ οὗ Κλεομένης ὁλοσχερῶς κατέλυσε τὸ πάτριον πολίτευμα. νῦν δ᾽ ὑφ᾽ ἡμῶν ῥηθήσεται κατὰ τοὺς ἁρμόζοντας ἀεὶ καιρούς. ὁ δὲ Φίλιππος ἀναζεύξας ἐκ τῆς Μεγάλης πόλεως καὶ πορευθεὶς διὰ τῆς Τεγέας παρῆν εἰς Ἄργος, κἀκεῖ τὸ λοιπὸν μέρος τοῦ χειμῶνος διέτριβε, κατά τε τὴν λοιπὴν ἀναστροφὴν καὶ κατὰ τὰς πράξεις τεθαυμασμένος ὑπὲρ τὴν ἡλικίαν ἐν ταῖς προειρημέναις στρατείαις. [2] ὁ δ᾽ Ἀπελλῆς οὐδ᾽ ὣς ἔληγε τῆς ἐπιβολῆς, ἀλλ᾽ οἷός τ᾽ ἦν ἄγειν ὑπὸ τὸν ζυγὸν τῷ κατὰ βραχὺ τοὺς Ἀχαιούς. [3] ὁρῶν δὲ τῇ τοιαύτῃ προθέσει τοὺς περὶ τὸν Ἄρατον ἐμποδὼν ἱσταμένους, καὶ τὸν Φίλιππον αὐτοῖς προσέχοντα, καὶ μᾶλλον τῷ πρεσβυτέρῳ διά τε τὴν πρὸς Ἀντίγονον σύστασιν καὶ διὰ τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς ἰσχύειν, καὶ μάλιστα διὰ τὴν ἐπιδεξιότητα καὶ νουνέχειαν τἀνδρός, περὶ τούτους ἐπεβάλετο γίνεσθαι καὶ κακοπραγμονεῖν τοιῷδέ τινι τρόπῳ. [4] ἐξετάζων τοὺς ἀντιπολιτευομένους τοῖς περὶ τὸν Ἄρατον, τίνες εἰσίν, ἑκάστους ἐκ τῶν πόλεων ἐπεσπάσατο, καὶ λαμβάνων εἰς τὰς χεῖρας ἐψυχαγώγει καὶ παρεκάλει πρὸς τὴν ἑαυτοῦ φιλίαν. [5] συνίστανε δὲ καὶ τῷ Φιλίππῳ, προσεπιδεικνύων αὐτῷ παρ᾽ ἕκαστον ὡς ἐὰν μὲν Ἀράτῳ προσέχῃ, χρήσεται τοῖς Ἀχαιοῖς κατὰ τὴν ἔγγραπτον συμμαχίαν, ἐὰν δ᾽ αὐτῷ πείθηται καὶ τοιούτους προσλαμβάνῃ φίλους, χρήσεται πᾶσι Πελοποννησίοις κατὰ τὴν αὑτοῦ βούλησιν. [6] περί τε τῶν ἀρχαιρεσίων εὐθὺς ἐσπούδαζε, βουλόμενος τούτων τινὶ περιποιῆσαι τὴν στρατηγίαν, τοὺς δὲ περὶ τὸν Ἄρατον ἐκβαλεῖν ἐκ τῆς ὑποθέσεως. [7] δι᾽ ἃ δὴ καὶ πείθει Φίλιππον παραγενέσθαι πρὸς τὰς τῶν Ἀχαιῶν ἀρχαιρεσίας εἰς Αἴγιον, ὡς εἰς τὴν Ἠλείαν ἅμα ποιούμενον τὴν πορείαν. [8] πεισθέντος δ᾽ αὐτῷ τοῦ βασιλέως, παρὼν αὐτὸς ἐπὶ τοῦ καιροῦ, καὶ τοὺς μὲν παρακαλῶν, οἷς δ᾽ ἀνατεινόμενος, μόλις μὲν ἤνυσε, κατεκράτησε δ᾽ οὖν ὅμως τοῦ γενέσθαι στρατηγὸν Ἐπήρατον Φαραιέα, τὸν δὲ Τιμόξενον ἐκπεσεῖν, τὸν ὑπὸ τῶν περὶ τὸν Ἄρατον εἰσαγόμενον.

 

‹ Prev