Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 195
Delphi Complete Works of Polybius Page 195

by Polybius


  [1] μετὰ δὲ ταῦτα ἀναζεύξας ὁ βασιλεύς, καὶ ποιησάμενος τὴν πορείαν διὰ Πατρῶν καὶ Δύμης, ἧκε πρὸς τὸ φρούριον, ὃ καλεῖται μὲν Τεῖχος, πρόκειται δὲ τῆς Δυμαίων χώρας: κατέσχον δ᾽ αὐτὸ μικροῖς ἔμπροσθεν χρόνοις, καθάπερ ἀνώτερον εἶπον, οἱ περὶ τὸν Εὐριπίδαν. [2] σπεύδων δὴ τοῦτο κατὰ πάντα τρόπον ἀνακομίσασθαι τοῖς Δυμαίοις, προσεστρατοπέδευσε μετὰ πάσης δυνάμεως. [3] καταπλαγέντες δ᾽ οἱ φυλάττοντες τῶν Ἠλείων παρέδοσαν τὸ φρούριον τῷ Φιλίππῳ, χωρίον οὐ μέγα μέν, ἠσφαλισμένον δὲ διαφερόντως: [4] τὴν μὲν γὰρ περίμετρον εἶχεν οὐ πλείω τριῶν ἡμισταδίων, τὸ δ᾽ ὕψος τοῦ τείχους οὐδαμῇ τριάκοντα πήχεων ἔλαττον. [5] παραδοὺς δὲ τοῦτο τοῖς Δυμαίοις ἐπῄει πορθῶν τὴν τῶν Ἠλείων χώραν: φθείρας δὲ ταύτην, καὶ πολλὴν περιβαλόμενος λείαν, ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς τὴν Δύμην.

  [1] ὁ δ᾽ Ἀπελλῆς, δοκῶν ἠνυκέναι τι τῆς προθέσεως τῷ δι᾽ αὐτοῦ καθεστάσθαι τὸν τῶν Ἀχαιῶν στρατηγόν, αὖθις ἐνεχείρει τοῖς περὶ τὸν Ἄρατον, βουλόμενος εἰς τέλος ἀποσπάσαι τὸν Φίλιππον ἀπὸ τῆς πρὸς αὐτοὺς φιλίας. ἐπεβάλετο δὲ τὴν διαβολὴν πλάττειν διὰ τοιαύτης τινὸς ἐπινοίας. [2] Ἀμφίδαμος ὁ τῶν Ἠλείων στρατηγός, ἐν ταῖς Θαλάμαις ἁλοὺς ἅμα τοῖς συμπεφευγόσι, καθάπερ ἀνώτερον ἡμῖν ἐρρήθη περὶ τούτων, ὡς ἧκε μετὰ τῶν ἄλλων αἰχμαλώτων ἀγόμενος εἰς Ὀλυμπίαν, ἔσπευσε διά τινων εἰς λόγους ἐλθεῖν τῷ βασιλεῖ. [3] τυχὼν δὲ τούτου διελέγετο, φάσκων εἶναι δυνατὸς ἐπαγαγέσθαι τοὺς Ἠλείους εἰς τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν. ὁ δὲ Φίλιππος πεισθεὶς ἐξαπέστειλε τὸν Ἀμφίδαμον χωρὶς λύτρων, [4] κελεύσας ἐπαγγέλλεσθαι τοῖς Ἠλείοις, ἐὰν ἕλωνται τὴν πρὸς αὐτὸν φιλίαν, ὅτι τὰ μὲν αἰχμάλωτα πάντα χωρὶς λύτρων ἀποδώσει, τῇ δὲ χώρᾳ τὴν ἀσφάλειαν αὐτὸς ἀπὸ πάντων τῶν ἐκτὸς παρασκευάσει, [5] πρὸς δὲ τούτοις αὐτοὺς ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, χρωμένους τοῖς ἰδίοις πολιτεύμασι, διατηρήσει. [6] οἱ μὲν οὖν Ἠλεῖοι διακούσαντες τούτων οὐδὲν προσέσχον, καίπερ ἐπισπαστικῶν καὶ μεγάλων εἶναι δοκούντων τῶν προτεινομένων: [7] ὁ δ᾽ Ἀπελλῆς, ἐκ τούτου τοῦ πράγματος πλάσας τὴν διαβολήν, προσήνεγκε τῷ Φιλίππῳ, φάσκων τοὺς περὶ τὸν Ἄρατον οὐκ εἰλικρινῆ τὴν φιλίαν ἄγειν πρὸς Μακεδόνας οὐδ᾽ ἀληθινῶς εὐνοεῖν αὐτῷ: καὶ γὰρ νῦν τῆς Ἠλείων ἀλλοτριότητος τούτους αἰτίους γεγονέναι. [8] καθ᾽ ὃν γὰρ καιρὸν Ἀμφίδαμον ἐξ Ὀλυμπίας εἰς Ἦλιν ἀπέστειλε, τούτους ἔφη κατ᾽ ἰδίαν λαβόντας ἐπιτρῖψαι τὸν ἄνθρωπον καὶ λέγειν ὅτι κατ᾽ οὐδένα τρόπον συμφέρει τοῖς Πελοποννησίοις τὸ γενέσθαι Φίλιππον Ἠλείων κύριον, [9] καὶ διὰ ταύτην τὴν αἰτίαν πάνθ᾽ ὑπεριδόντας τὰ προτεινόμενα τοὺς Ἠλείους διατηρεῖν μὲν τὴν πρὸς Αἰτωλοὺς φιλίαν, ὑπομένειν δὲ τὸν πρὸς

  [1] Μακεδόνας πόλεμον. τὸ μὲν οὖν πρῶτον Φίλιππος δεξάμενος τοὺς λόγους καλεῖν ἐκέλευε τοὺς περὶ τὸν Ἄρατον καὶ λέγειν ἐναντίον ἐκείνων ταῦτα τὸν Ἀπελλῆν. [2] τῶν δὲ παραγενομένων, ἔλεγε τὰ προειρημένα τολμηρῶς καὶ καταπληκτικῶς ὁ Ἀπελλῆς, καί τι προσεπεῖπε τοιοῦτον ἔτι σιωπῶντος τοῦ βασιλέως: “ [3] ἐπείπερ οὕτως ἀχαρίστους ὑμᾶς ὁ βασιλεύς, Ἄρατε, καὶ λίαν ἀγνώμονας εὑρίσκει, κρίνει συναγαγὼν τοὺς Ἀχαιοὺς καὶ περὶ τούτων ἀπολογισμοὺς ποιησάμενος ἀπαλλάττεσθαι πάλιν εἰς Μακεδονίαν. [4] “ ὁ δὲ πρεσβύτερος Ἄρατος ὑπολαβὼν καθόλου μὲν ἠξίου τὸν Φίλιππον μηδενὶ τῶν λεγομένων ὀξέως μηδ᾽ ἀκρίτως μηδέποτε πιστεύειν, [5] ὅταν δὲ κατά τινος τῶν φίλων καὶ συμμάχων προσπέσῃ τις αὐτῷ λόγος, τὸν ἀκριβέστερον ἔλεγχον ποιεῖσθαι πρὶν ἢ δέξασθαι τὴν διαβολήν: καὶ γὰρ βασιλικὸν εἶναι τὸ τοιοῦτο καὶ πρὸς πᾶν συμφέρον. [6] διὸ καὶ νῦν ἠξίου περὶ τῶν ὑπ᾽ Ἀπελλοῦ λεγομένων καλεῖν τοὺς ἀκηκοότας, ἄγειν εἰς τὸ μέσον τὸν εἰρηκότα πρὸς αὐτόν, μηδὲν παραλιπεῖν τῶν δυνατῶν εἰς τὸ γνῶναι τὴν ἀλήθειαν, πρὶν ἢ πρὸς τοὺς Ἀχαιοὺς

  [1] ἀνακαλύπτειν τι τούτων. τοῦ δὲ βασιλέως εὐαρεστήσαντος τοῖς λεγομένοις, καὶ φήσαντος οὐκ ὀλιγωρήσειν, ἀλλ᾽ ἐξετάσειν, τότε μὲν διελύθησαν. [2] ἐν δὲ ταῖς ἑξῆς ἡμέραις ὁ μὲν Ἀπελλῆς οὐδεμίαν ἀπόδειξιν προσῆγε τοῖς εἰρημένοις: τοῖς δὲ περὶ τὸν Ἄρατον ἐγένετό τι συγκύρημα τοιοῦτον. [3] οἱ γὰρ Ἠλεῖοι, καθ᾽ ὃν καιρὸν ὁ Φίλιππος αὐτῶν ἐπόρθει τὴν χώραν, ὑποπτεύσαντες τὸν Ἀμφίδαμον ἐπεβάλοντο συλλαβεῖν καὶ δήσαντες εἰς τὴν Αἰτωλίαν ἐκπέμπειν. [4] ὁ δὲ προαισθόμενος αὐτῶν τὴν ἐπίνοιαν ἀπεχώρησε τὰς μὲν ἀρχὰς εἰς Ὀλυμπίαν, μετὰ δὲ ταῦτα πυνθανόμενος τὸν Φίλιππον ἐν τῇ Δύμῃ περὶ τὴν τῶν λαφύρων οἰκονομίαν διατρίβειν, ἔσπευσε πρὸς τοῦτον διαπεσεῖν. [5] ὅθεν οἱ περὶ τὸν Ἄρατον, ἀκούσαντες τὸν Ἀμφίδαμον ἐκ τῆς Ἤλιδος ἐκπεπτωκότα παρεῖναι, γενόμενοι περιχαρεῖς διὰ τὸ μηδὲν αὑτοῖς συνειδέναι, προσελθόντες ᾤοντο δεῖν τὸν βασιλέα καλεῖν τὸν Ἀμφίδαμον: [6] καὶ γὰρ εἰδέναι περὶ τῶν κατηγορουμένων ἐκεῖνον βέλτιστα πρὸς ὃν ἐρρήθη, καὶ δηλώσειν τὴν ἀλήθειαν, πεφευγότα μὲν ἐξ οἴκου διὰ τὸν Φίλιππον, τὰς δ᾽ ἐλπίδας ἔχοντα τῆς σωτηρίας κατὰ τὸ παρὸν ἐν ἐκείνῳ. [7] πεισθεὶς δὲ τοῖς λεγομένοις ὁ βασιλεύς, κα�
�� μεταπεμψάμενος τὸν Ἀμφίδαμον, εὗρε τὴν διαβολὴν οὖσαν ψευδῆ. [8] διὸ καὶ τὸν μὲν Ἄρατον ἀπὸ ταύτης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἀπεδέχετο καὶ κατηξίου, πρὸς δὲ τὸν Ἀπελλῆν λοξότερον εἶχε: τῇ γε μὴν ὁλοσχερεῖ προκατεχόμενος ἀποδοχῇ πολλὰ παρορᾶν ἠναγκάζετο τῶν ὑπ᾽ αὐτοῦ γινομένων.

  [1] ὁ δ᾽ Ἀπελλῆς οὐδαμῶς ἀφίστατο τῆς προθέσεως, ἀλλ᾽ ἅμα μὲν τὸν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ τεταγμένον διέβαλλεν, [2] οὐ ψέγων, ἀλλ᾽ ἐπαινῶν καὶ φάσκων ἐπιτήδειον αὐτὸν εἶναι μετὰ τοῦ βασιλέως ἐν τοῖς ὑπαίθροις συνδιατρίβειν, βουλόμενος ἕτερον ἐπισταθῆναι δι᾽ αὑτοῦ τοῖς ἐν Πελοποννήσῳ πράγμασι. [3] καινὸς γὰρ δή τις οὗτος εὕρηται τρόπος διαβολῆς τὸ μὴ ψέγοντας, ἀλλ᾽ ἐπαινοῦντας λυμαίνεσθαι τοὺς πέλας: [4] εὕρηται δὲ μάλιστα καὶ πρῶτον τοιαύτη κακεντρέχεια καὶ βασκανία καὶ δόλος ἐκ τῶν περὶ τὰς αὐλὰς διατριβόντων καὶ τῆς τούτων πρὸς ἀλλήλους ζηλοτυπίας καὶ πλεονεξίας. [5] ὁμοίως δὲ καὶ τὸν ἐπὶ τῆς θεραπείας τεταγμένον Ἀλέξανδρον, ὅτε λάβοι καιρόν, διέδακνε, βουλόμενος καὶ τὴν περὶ τὸ σῶμα φυλακὴν τοῦ βασιλέως δι᾽ αὑτοῦ γενέσθαι καὶ καθόλου κινῆσαι τὴν ὑπ᾽ Ἀντιγόνου καταλειφθεῖσαν διάταξιν. [6] Ἀντίγονος γὰρ καλῶς μὲν ζῶν προέστη τῆς τε βασιλείας καὶ τοῦ παιδὸς αὑτοῦ, καλῶς δὲ τὸν βίον μεταλλάττων προενοήθη πρὸς τὸ μέλλον περὶ πάντων τῶν πραγμάτων. [7] ἀπολιπὼν γὰρ διαθήκην ἔγραφε Μακεδόσιν ὑπὲρ τῶν διῳκημένων: ὁμοίως δὲ καὶ περὶ τοῦ μέλλοντος διέταξε πῶς καὶ διὰ τίνων ἕκαστα δεήσει χειρίζεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν καταλιπεῖν τοῖς περὶ τὴν αὐλὴν πρὸς ἀλλήλους φιλοτιμίας καὶ στάσεως. [8] ἐν οἷς τῶν τότε συστρατευομένων αὐτὸς μὲν Ἀπελλῆς ἐν τοῖς ἐπιτρόποις ἀπελέλειπτο, Λεόντιος δ᾽ ἐπὶ τῶν πελταστῶν, Μεγαλέας δ᾽ ἐπὶ τοῦ γραμματείου, Ταυρίων δ᾽ ἐπὶ τῶν κατὰ Πελοπόννησον, Ἀλέξανδρος δ᾽ ἐπὶ τῆς θεραπείας. [9] τὸν μὲν οὖν Λεόντιον καὶ Μεγαλέαν ὑφ᾽ αὑτὸν εἶχεν ὁλοσχερῶς, τὸν δ᾽ Ἀλέξανδρον καὶ Ταυρίωνα μεταστησάμενος ἀπὸ τῆς χρείας ἔσπευδε καὶ ταῦτα καὶ τἄλλα πάντα δι᾽ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων χειρίζειν. [10] ὃ δὴ καὶ ῥᾳδίως ἂν ἐπετέλεσε μὴ παρασκευάσας ἀνταγωνιστὴν Ἄρατον αὑτῷ: νῦν δὲ ταχέως πεῖραν ἔλαβε τῆς σφετέρας ἀφροσύνης καὶ πλεονεξίας. [11] ὃ γὰρ αὐτὸς ἐπεβάλετο πρᾶξαι κατὰ τῶν πέλας, τοῦτ᾽ ἔπαθε καὶ λίαν ἐν πάνυ βραχεῖ χρόνῳ. [12] πῶς δὲ καὶ τίνι τρόπῳ τοῦτο συνέβη γενέσθαι κατὰ μὲν τὸ παρὸν ὑπερθησόμεθα καὶ καταστρέψομεν τὴν βύβλον ταύτην, ἐν δὲ τοῖς ἑξῆς πειρασόμεθα σαφῶς ὑπὲρ ἑκάστων ἐξαγγέλλειν. [13] Φίλιππος δὲ τὰ προειρημένα διαταξάμενος ἐπανῆλθεν εἰς Ἄργος, κἀνταῦθα τὴν παραχειμασίαν ἐποίει μετὰ τῶν φίλων, τὰς δὲ δυνάμεις ἀπέλυσεν εἰς Μακεδονίαν.

  BOOK 5

  [1] τὸ μὲν οὖν κατὰ τὴν Ἀράτου τοῦ νεωτέρου στρατηγίαν ἔτος ἐτύγχανε διεληλυθὸς περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν: οὕτως γὰρ ἦγε τοὺς χρόνους τότε τὸ τῶν Ἀχαιῶν ἔθνος. [2] διόπερ οὗτος μὲν ἀπετίθετο τὴν ἀρχήν, Ἐπήρατος δὲ παρελάμβανε τὴν τῶν Ἀχαιῶν ἡγεμονίαν: Αἰτωλῶν δὲ Δωρίμαχος ἐστρατήγει. [3] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἀρχομένης τῆς θερείας Ἀννίβας μὲν ἐκφανῶς ἤδη τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνειληφώς, ὁρμήσας ἐκ Καινῆς πόλεως καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν ἐνήρχετο τῆς ἐπιβολῆς καὶ πορείας τῆς εἰς Ἰταλίαν: [4] Ῥωμαῖοι δὲ Τεβέριον μὲν Σεμπρώνιον εἰς Λιβύην μετὰ δυνάμεως, Πόπλιον δὲ Κορνήλιον εἰς Ἰβηρίαν ἐξαπέστελλον: [5] Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, ἀπεγνωκότες τὰς πρεσβείας καὶ τὸ λόγῳ διεξάγειν τὴν ὑπὲρ Κοίλης Συρίας ἀμφισβήτησιν, ἐνήρχοντο πολεμεῖν ἀλλήλοις. [6] ὁ δὲ βασιλεὺς Φίλιππος, ἐνδεὴς ὢν σίτου καὶ χρημάτων εἰς τὰς δυνάμεις, συνῆγε τοὺς Ἀχαιοὺς διὰ τῶν ἀρχόντων εἰς ἐκκλησίαν. [7] ἁθροισθέντος δὲ τοῦ πλήθους εἰς Αἴγιον κατὰ τοὺς νόμους, ὁρῶν τοὺς μὲν περὶ Ἄρατον ἐθελοκακοῦντας διὰ τὴν περὶ τὰς ἀρχαιρεσίας γεγενημένην εἰς αὐτοὺς τῶν περὶ τὸν Ἀπελλῆν κακοπραγμοσύνην, τὸν δ᾽ Ἐπήρατον ἄπρακτον ὄντα τῇ φύσει καὶ καταγινωσκόμενον ὑπὸ πάντων, [8] συλλογισάμενος ἐκ τῶν προειρημένων τὴν ἄγνοιαν τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον, ἔκρινεν αὖθις ἀντέχεσθαι τῶν περὶ τὸν Ἄρατον. [9] πείσας οὖν τοὺς ἄρχοντας μεταγαγεῖν τὴν ἐκκλησίαν εἰς Σικυῶνα, λαβὼν τόν τε πρεσβύτερον καὶ τὸν νεώτερον Ἄρατον εἰς τὰς χεῖρας, καὶ πάντων τῶν γεγονότων ἀναθεὶς τὴν αἰτίαν ἐπὶ τὸν Ἀπελλῆν, παρεκάλει μένειν αὐτοὺς ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως. [10] τῶν δὲ συγκαταθεμένων ἑτοίμως, εἰσελθὼν εἰς τοὺς Ἀχαιοὺς καὶ χρησάμενος συνεργοῖς τοῖς προειρημένοις, πάντα κατέπραξε τὰ πρὸς τὴν ἐπιβολήν. [11] πεντήκοντα μὲν γὰρ ἔδοξε τάλαντα τοῖς Ἀχαιοῖς εἰς τὴν πρώτην ἀναζυγὴν αὐτῷ δοῦσι παραχρῆμα τριμήνου μισθοδοτῆσαι τὴν δύναμιν καὶ σίτου προσθεῖναι μυριάδας: [12] τὸ δὲ λοιπόν, ἕως ἂν παρὼν ἐν Πελοποννήσῳ συμπολεμῇ, τάλαντα λαμβάνειν ἑκάστου μηνὸς παρὰ τῶν Ἀχαιῶν ἑπτακαίδεκα.

 

‹ Prev