Book Read Free

Delphi Complete Works of Polybius

Page 206

by Polybius


  [1] οὐ μὴν ἀλλ᾽ Ἀντίοχος κριθέντων τούτων Διογνήτῳ μὲν τῷ ναυάρχῳ παρήγγειλε πλεῖν ὡς ἐπὶ τῆς Σελευκείας, αὐτὸς δ᾽ ἐκ τῆς Ἀπαμείας ὁρμήσας μετὰ τῆς στρατιᾶς, καὶ περὶ πέντε σταδίους ἀποσχὼν τῆς πόλεως, προσεστρατοπέδευσε κατὰ τὸν ἱππόδρομον. [2] Θεόδοτον δὲ τὸν ἡμιόλιον ἐξαπέστειλε μετὰ τῆς ἁρμοζούσης δυνάμεως ἐπὶ τοὺς κατὰ Κοίλην Συρίαν τόπους, καταληψόμενον τὰ στενὰ καὶ προκαθησόμενον ἅμα τῶν αὑτοῦ πραγμάτων. [3] τὴν δὲ τῆς Σελευκείας θέσιν καὶ τὴν τῶν πέριξ τόπων ἰδιότητα τοιαύτην ἔχειν τὴν φύσιν συμβαίνει. [4] κειμένης γὰρ αὐτῆς ἐπὶ θαλάττῃ μεταξὺ Κιλικίας καὶ Φοινίκης, ὄρος ἐπίκειται παμμέγεθες, ὃ καλοῦσι Κορυφαῖον: [5] ᾧ πρὸς μὲν τὴν ἀφ᾽ ἑσπέρας πλευρὰν προσκλύζει τὸ καταλῆγον τοῦ πελάγους τοῦ μεταξὺ κειμένου Κύπρου καὶ Φοινίκης, τοῖς δ᾽ ἀπὸ τῆς ἠοῦς μέρεσιν ὑπέρκειται τῆς Ἀντιοχέων καὶ Σελευκέων χώρας. [6] ἐν δὲ τοῖς πρὸς μεσημβρίαν αὐτοῦ κλίμασι τὴν Σελεύκειαν συμβαίνει κεῖσθαι, διεζευγμένην φάραγγι κοίλῃ καὶ δυσβάτῳ, καθήκουσαν μὲν καὶ περικλωμένην ὡς ἐπὶ θάλατταν, κατὰ δὲ τὰ πλεῖστα μέρη κρημνοῖς καὶ πέτραις ἀπορρῶξι περιεχομένην. [7] ὑπὸ δὲ τὴν ἐπὶ θάλατταν αὐτῆς νεύουσαν πλευρὰν ἐν τοῖς ἐπιπέδοις τά τ᾽ ἐμπόρια καὶ τὸ προάστειον κεῖται, διαφερόντως τετειχισμένον. [8] παραπλησίως δὲ καὶ τὸ σύμπαν τῆς πόλεως κύτος τείχεσι πολυτελέσιν ἠσφάλισται, κεκόσμηται δὲ καὶ ναοῖς καὶ ταῖς τῶν οἰκοδομημάτων κατασκευαῖς ἐκπρεπῶς. [9] πρόσβασιν δὲ μίαν ἔχει κατὰ τὴν ἀπὸ θαλάττης πλευρὰν κλιμακωτὴν καὶ χειροποίητον, ἐγκλίμασι καὶ σκαιώμασι πυκνοῖς καὶ συνεχέσι διειλημμένην. [10] ὁ δὲ καλούμενος Ὀρόντης ποταμὸς οὐ μακρὰν αὐτῆς ποιεῖται τὰς ἐκβολάς, ὃς τὴν ἀρχὴν τοῦ ῥεύματος λαμβάνων ἀπὸ τῶν κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον τόπων, καὶ διανύσας τὸ καλούμενον Ἀμύκης πεδίον, ἐπ᾽ αὐτὴν ἱκνεῖται τὴν Ἀντιόχειαν, [11] δι᾽ ἧς φερόμενος καὶ πάσας ὑποδεχόμενος τὰς ἀνθρωπείας λύμας διὰ τὸ πλῆθος τοῦ ῥεύματος, τέλος οὐ μακρὰν τῆς Σελευκείας ποιεῖται τὴν ἐκβολὴν εἰς τὸ προειρημένον πέλαγος.

  [1] Ἀντίοχος δὲ τὸ μὲν πρῶτον διεπέμπετο πρὸς τοὺς ἐπιστάτας τῆς πόλεως, προτείνων χρήματα καὶ πλῆθος ἐλπίδων, ἐφ᾽ ᾧ παραλαβεῖν ἄνευ κινδύνου τὴν Σελεύκειαν: [2] ἀδυνατῶν δὲ πείθειν τοὺς ἐπὶ τῶν ὅλων ἐφεστῶτας ἔφθειρέ τινας τῶν κατὰ μέρος ἡγεμόνων, οἷς πιστεύσας ἡτοίμαζε τὴν δύναμιν, ὡς κατὰ μὲν τὸν ἀπὸ θαλάττης τόπον τοῖς ἀπὸ τοῦ ναυτικοῦ ποιησόμενος τὰς προσβολάς, κατὰ δὲ τὸν ἀπὸ τῆς ἠπείρου τοῖς ἐκ τοῦ στρατοπέδου. [3] διελὼν οὖν εἰς τρία μέρη τὴν δύναμιν, καὶ παρακαλέσας τὰ πρέποντα τῷ καιρῷ, καὶ δωρεὰς μεγάλας καὶ στεφάνους ἐπ᾽ ἀνδραγαθίᾳ καὶ τοῖς ἰδιώταις καὶ τοῖς ἡγεμόσι προκηρύξας, [4] Ζεύξιδι μὲν καὶ τοῖς μετ᾽ αὐτοῦ παρέδωκε τοὺς κατὰ τὴν ἐπ᾽ Ἀντιόχειαν φέρουσαν πύλην τόπους, Ἑρμογένει δὲ τοὺς κατὰ τὸ Διοσκούριον, Ἄρδυϊ δὲ καὶ Διογνήτῳ τὰς κατὰ τὸ νεώριον καὶ τὸ προάστειον ἐπέτρεψε προσβολάς, [5] διὰ τὸ πρὸς τοὺς ἔνδοθεν αὐτῷ τοιαύτας τινὰς γεγονέναι συνθήκας ὡς ἐὰν κρατήσῃ τοῦ προαστείου μετὰ βίας, οὕτως ἐγχειρισθησομένης αὐτῷ καὶ τῆς πόλεως. [6] ἀποδοθέντος δὲ τοῦ συνθήματος πάντες ἅμα καὶ πανταχόθεν ἐνεργὸν ἐποιοῦντο καὶ βίαιον τὴν προσβολήν: τολμηρότατα μέντοι προσέβαλον οἱ περὶ τὸν Ἄρδυν καὶ Διόγνητον, [7] διὰ τὸ τοὺς μὲν ἄλλους τόπους, εἰ μὴ τετραποδητὶ τρόπον τινὰ προσπλεκόμενοι βιάζοιντο, τήν γε διὰ τῶν κλιμάκων προσβολὴν μὴ προσίεσθαι παράπαν, τὰ δὲ νεώρια καὶ τὸ προάστειον ἐπιδέχεσθαι τὴν προσφορὰν καὶ στάσιν καὶ πρόσθεσιν τῶν κλιμάκων ἀσφαλῶς. [8] διὸ τῶν μὲν ἀπὸ τοῦ ναυτικοῦ τοῖς νεωρίοις, τῶν δὲ περὶ τὸν Ἄρδυν τοῖς προαστείοις προσηρεικότων τὰς κλίμακας καὶ βιαζομένων εὐρώστως, τῶν δ᾽ ἐκ τῆς πόλεως οὐ δυναμένων τούτοις βοηθεῖν, διὰ τὸ κατὰ πάντα τόπον περιεστάναι τὸ δεινόν, ταχέως συνέβη τὸ προάστειον ὑποχείριον γενέσθαι τοῖς περὶ τὸν Ἄρδυν. [9] οὗ κρατηθέντος εὐθέως οἱ διεφθαρμένοι τῶν κατὰ μέρος ἡγεμόνων, προστρέχοντες πρὸς τὸν Λεόντιον τὸν ἐπὶ τῶν ὅλων, ἐκπέμπειν ᾤοντο δεῖν καὶ τίθεσθαι τὰ πρὸς Ἀντίοχον πρὶν ἢ κατὰ κράτος ἁλῶναι τὴν πόλιν. [10] ὁ δὲ Λεόντιος, ἀγνοῶν μὲν τὴν διαφθορὰν τῶν ἡγεμόνων, καταπεπληγμένος δὲ τὴν διατροπὴν αὐτῶν, ἐξέπεμψε τοὺς θησομένους τὰς πίστεις ὑπὲρ τῆς τῶν ἐν τῇ πόλει πάντων ἀσφα

  [1] λείας πρὸς τὸν Ἀντίοχον. ὁ δὲ βασιλεὺς δεξάμενος τὴν ἔντευξιν συνεχώρησε δώσειν τοῖς ἐλευθέροις τὴν ἀσφάλειαν: οὗτοι δ᾽ ἦσαν εἰς ἑξακισχιλίους. [2] παραλαβὼν δὲ τὴν πόλιν οὐ μόνον ἐφείσατο τῶν ἐλευθέρων, ἀλλὰ καὶ τοὺς πεφευγότας τῶν Σελευκέων καταγαγὼν τήν τε πολιτείαν αὐτοῖς ἀπέδωκε καὶ τὰς οὐσίας: ἠσφαλίσατο δὲ φυλακαῖς τόν τε λιμένα καὶ τὴν ἄκραν.

  [1] ἔτι δὲ περὶ ταῦτα διατρίβοντος αὐτοῦ, [3] προσπεσόντων παρὰ Θεοδότου γραμμάτων, ἐν οἷς αὐτὸν ἐκάλει κατὰ σπουδὴν ἐγχειρίζων τὰ κατὰ Κοίλην Συρίαν, πολλῆς ἀπορίας ἦν καὶ δυσχρηστίας πλήρης ὑπὲρ τοῦ τί πρακτέον καὶ πῶς χρηστέον ἐστὶ τοῖς προσαγγελλομένοις. [4] ὁ δὲ Θεόδοτος, ὢν τὸ γένος
Αἰτωλὸς καὶ μεγάλας παρεσχημένος τῇ Πτολεμαίου βασιλείᾳ χρείας, καθάπερ ἐπάνω προεῖπον, ἐπὶ δὲ τούτοις οὐχ οἷον χάριτος ἠξιωμένος, ἀλλὰ καὶ τῷ βίῳ κεκινδυνευκὼς καθ᾽ οὓς καιροὺς Ἀντίοχος ἐποιεῖτο τὴν ἐπὶ Μόλωνα στρατείαν, [5] τότε κατεγνωκὼς τοῦ βασιλέως καὶ διηπιστηκὼς τοῖς περὶ τὴν αὐλήν, καταλαβόμενος διὰ μὲν αὑτοῦ Πτολεμαΐδα, διὰ δὲ Παναιτώλου Τύρον, ἐκάλει τὸν Ἀντίοχον μετὰ σπουδῆς. [6] ὁ δὲ βασιλεὺς καὶ τὰς ἐπὶ τὸν Ἀχαιὸν ἐπιβολὰς ὑπερθέμενος καὶ τἄλλα πάντα πάρεργα ποιησάμενος ἀνέζευξε μετὰ τῆς δυνάμεως, ποιούμενος τὴν πορείαν ᾗ καὶ πρόσθεν. [7] διελθὼν δὲ τὸν ἐπικαλούμενον αὐλῶνα Μαρσύαν, κατεστρατοπέδευσε περὶ τὰ στενὰ τὰ κατὰ Γέρρα πρὸς τῇ μεταξὺ κειμένῃ λίμνῃ. [8] πυνθανόμενος δὲ Νικόλαον τὸν παρὰ Πτολεμαίου στρατηγὸν προσκαθῆσθαι τῇ Πτολεμαΐδι πολιορκοῦντα τὸν Θεόδοτον, τὰ μὲν βαρέα τῶν ὅπλων ἀπέλειπε, προστάξας τοῖς ἡγουμένοις πολιορκεῖν τοὺς Βρόχους, τὸ κείμενον ἐπὶ τῆς λίμνης καὶ τῆς παρόδου χωρίον, αὐτὸς δὲ τοὺς εὐζώνους ἀναλαβὼν προῆγε, βουλόμενος λῦσαι τὴν πολιορκίαν. [9] ὁ δὲ Νικόλαος πρότερον ἤδη πεπυσμένος τὴν τοῦ βασιλέως παρουσίαν, αὐτὸς μὲν ἀνεχώρησε, τοὺς δὲ περὶ Λαγόραν τὸν Κρῆτα καὶ Δορυμένην τὸν Αἰτωλὸν ἐξαπέστειλε προκαταληψομένους τὰ στενὰ τὰ περὶ Βηρυτόν: [10] οἷς προσβαλὼν ὁ βασιλεὺς ἐξ ἐφόδου καὶ τρεψάμενος ἐπεστρατοπέδευσε τοῖς στενοῖς. προσδεξάμενος δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐνταῦθα, καὶ παρακαλέσας τὰ πρέποντα ταῖς προκειμέναις ἐπιβολαῖς, μετὰ ταῦτα προήγαγε μετὰ πάσης τῆς δυνάμεως, εὐθαρσὴς καὶ μετέωρος ὢν πρὸς τὰς ὑπογραφομένας ἐλπίδας. [2] ἀπαντησάντων δὲ τῶν περὶ τὸν Θεόδοτον καὶ Παναίτωλον αὐτῷ καὶ τῶν ἅμα τούτοις φίλων, ἀποδεξάμενος τούτους φιλανθρώπως παρέλαβε τήν τε Τύρον καὶ Πτολεμαΐδα καὶ τὰς ἐν ταύταις παρασκευάς, ἐν αἷς ἦν καὶ πλοῖα τετταράκοντα: [3] τούτων κατάφρακτα μὲν εἴκοσι διαφέροντα ταῖς κατασκευαῖς, ἐν οἷς οὐδὲν ἔλαττον ἦν τετρήρους, τὰ δὲ λοιπὰ τριήρεις καὶ δίκροτα καὶ κέλητες. ταῦτα μὲν οὖν Διογνήτῳ παρέδωκε τῷ ναυάρχῳ: [4] προσπεσόντος δ᾽ αὐτῷ τὸν μὲν Πτολεμαῖον εἰς Μέμφιν ἐξεληλυθέναι, τὰς δὲ δυνάμεις ἡθροῖσθαι πάσας εἰς Πηλούσιον καὶ τάς τε διώρυχας ἀναστομοῦν καὶ τὰ πότιμα τῶν ὑδάτων ἐμφράττειν, [5] τῆς μὲν ἐπὶ τὸ Πηλούσιον ἐπιβολῆς ἀπέστη, τὰς δὲ πόλεις ἐπιπορευόμενος ἐπειρᾶτο τὰς μὲν βίᾳ, τὰς δὲ πειθοῖ, πρὸς αὑτὸν ἐπάγεσθαι. [6] τῶν δὲ πόλεων αἱ μὲν ἐλαφραὶ καταπεπληγμέναι τὴν ἔφοδον αὐτοῦ προσετίθεντο: αἱ δὲ πιστεύουσαι ταῖς παρασκευαῖς καὶ ταῖς ὀχυρότησι τῶν τόπων ὑπέμενον: ἃς ἠναγκάζετο προσκαθεζόμενος πολιορκεῖν καὶ κατατρίβειν τοὺς χρόνους. [7]

  [1] οἱ δὲ περὶ τὸν Πτολεμαῖον τοῦ μὲν ἐκ χειρὸς βοηθεῖν τοῖς σφετέροις πράγμασιν, ὅπερ ἦν καθῆκον, οὕτως παρεσπονδημένοι προφανῶς, οὐδ᾽ ἐπιβολὴν εἶχον διὰ τὴν ἀδυναμίαν: [8] ἐπὶ τοσοῦτον γὰρ αὐτοῖς ὠλιγώρητο πάντα τὰ κατὰ τὰς πολεμικὰς παρασκευάς. λοιπὸν δὲ συνεδρεύσαντες οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον, οἱ τότε προεστῶτες τῆς βασιλείας, ἐκ τῶν ἐνδεχομένων τὸ δυνατὸν ἔλαβον πρὸς τὸ παρόν. [2] ἐβουλεύσαντο γὰρ γίνεσθαι μὲν περὶ τὴν τοῦ πολέμου παρασκευήν, ἐν δὲ τῷ μεταξὺ διαπρεσβευόμενοι κατεκλύειν τὸν Ἀντίοχον, συνεργοῦντες κατὰ τὴν ἔμφασιν τῇ προϋπαρχούσῃ περὶ αὐτὸν ὑπὲρ τοῦ Πτολεμαίου διαλήψει: [3] αὕτη δ᾽ ἦν ὡς πολεμεῖν μὲν οὐκ ἂν τολμήσαντος, διὰ λόγου δὲ καὶ τῶν φίλων διδάξοντος καὶ πείσοντος αὐτὸν ἀποστῆναι τῶν κατὰ Κοίλην Συρίαν τόπων. [4] κριθέντων δὲ τούτων οἱ περὶ τὸν Ἀγαθοκλέα καὶ Σωσίβιον ἐπὶ τοῦτο τὸ μέρος ταχθέντες ἐξέπεμπον ἐπιμελῶς τὰς πρεσβείας πρὸς τὸν Ἀντίοχον. [5] ἅμα δὲ διαπεμψάμενοι πρός τε Ῥοδίους καὶ Βυζαντίους καὶ Κυζικηνούς, σὺν δὲ τούτοις Αἰτωλούς, ἐπεσπάσαντο πρεσβείας ἐπὶ τὰς διαλύσεις. [6] αἳ καὶ παραγενόμεναι μεγάλας αὐτοῖς ἔδοσαν ἀφορμάς, διαπρεσβευόμεναι πρὸς ἀμφοτέρους τοὺς βασιλεῖς, εἰς τὸ λαβεῖν ἀναστροφὴν καὶ χρόνον πρὸς τὰς τοῦ πολέμου παρασκευάς. [7] ταύταις τε δὴ κατὰ τὸ συνεχὲς ἐχρημάτιζον ἐν τῇ Μέμφει προκαθήμενοι, παραπλησίως δὲ καὶ τὰς παρὰ τῶν περὶ τὸν Ἀντίοχον ἀπεδέχοντο, φιλανθρώπως ποιούμενοι τὰς ἀπαντήσεις. [8] ἀνεκαλοῦντο δὲ καὶ συνήθροιζον εἰς τὴν Ἀλεξάνδρειαν τοὺς μισθοφόρους τοὺς ἐν ταῖς ἔξω πόλεσιν ὑπ᾽ αὐτῶν μισθοδοτουμένους. [9] ἐξαπέστελλον δὲ καὶ ξενολόγους καὶ παρεσκεύαζον τοῖς προϋπάρχουσι καὶ τοῖς παραγινομένοις τὰς σιταρχίας. [10] ὡσαύτως δὲ καὶ περὶ τὴν λοιπὴν ἐγίνοντο παρασκευήν, ἀνὰ μέρος καὶ συνεχῶς διατρέχοντες εἰς τὴν Ἀλεξάνδρειαν, ἵνα μηδὲν ἐλλίπῃ τῶν χορηγιῶν πρὸς τὰς προκειμένας ἐπιβολάς. [11] τὴν δὲ περὶ τὰ ὅπλα κατασκευὴν καὶ τὴν τῶν ἀνδρῶν ἐκλογὴν καὶ διαίρεσιν Ἐχεκράτει τῷ Θετταλῷ καὶ Φοξίδᾳ τῷ Μελιταιεῖ παρέδοσαν, [12] ἅμα δὲ τούτοις Εὐρυλόχῳ τῷ Μάγνητι καὶ Σωκράτει τῷ Βοιωτίῳ: σὺν οἷς ἦν καὶ Κνωπίας Ἀλλαριώτης. [13] εὐκαιρότατα γὰρ δὴ τούτων ἐπελάβοντο τῶν ἀνδρῶν, οἵτινες ἔτι Δημητρίῳ καὶ Ἀντιγόνῳ συστρατευόμενοι κατὰ ποσὸν ἔννοιαν εἶχον τῆς ἀληθείας καὶ καθόλου τῆς ἐν τ
οῖς ὑπαίθροις χρείας. [14] οὗτοι δὲ παραλαβόντες τὸ πλῆθος ἐνδεχομένως ἐχείριζον καὶ στρατιωτικῶς.

  [1] πρῶτον μὲν γὰρ κατὰ γένη καὶ καθ᾽ ἡλικίαν διελόντες ἀνέδοσαν ἑκάστοις τοὺς ἐπιτηδείους καθοπλισμούς, ὀλιγωρήσαντες τῶν πρότερον αὐτοῖς ὑπαρχόντων: [2] μετὰ δὲ ταῦτα συνέταξαν οἰκείως πρὸς τὴν παροῦσαν χρείαν, λύσαντες τὰ συστήματα καὶ τὰς ἐκ τῶν πρότερον ὀψωνιασμῶν καταγραφάς: [3] ἑξῆς δὲ τούτοις ἐγύμναζον, συνήθεις ἑκάστους ποιοῦντες οὐ μόνον τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ ταῖς οἰκείαις τῶν καθοπλισμῶν κινήσεσιν. [4] ἐποιοῦντο δὲ καὶ συναγωγὰς ἐπὶ τῶν ὅπλων καὶ παρακλήσεις, ἐν αἷς μεγίστην παρείχοντο χρείαν Ἀνδρόμαχος Ἀσπένδιος καὶ Πολυκράτης Ἀργεῖος, [5] προσφάτως μὲν ἐκ τῆς Ἑλλάδος διαβεβηκότες, συνήθεις δ᾽ ἀκμὴν ὄντες ταῖς Ἑλληνικαῖς ὁρμαῖς καὶ ταῖς ἑκάστων ἐπινοίαις, πρὸς δὲ τούτοις ἐπιφανεῖς ὑπάρχοντες ταῖς τε πατρίσι καὶ τοῖς βίοις, [6] Πολυκράτης δὲ καὶ μᾶλλον διά τε τὴν τῆς οἰκίας ἀρχαιότητα καὶ διὰ τὴν Μνασιάδου τοῦ πατρὸς δόξαν ἐκ τῆς ἀθλήσεως. [7] οἳ καὶ κατ᾽ ἰδίαν καὶ κοινῇ παρακαλοῦντες ὁρμὴν καὶ προθυμίαν ἐνειργάσαντο τοῖς ἀνθρώποις πρὸς τὸν μέλλοντα κίν

 

‹ Prev