Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 246
Delphi Complete Works of Polybius Page 246

by Polybius


  [1] πλὴν αὐτοῦ διαναπαύσας τὴν δύναμιν, καὶ συλλογισάμενος ὡς εἰ μὲν οἷός τ᾽ ἦν Ἀρσάκης διὰ μάχης κρίνεσθαι πρὸς σφᾶς, οὔτ᾽ ἂν ἐξεχώρει λιπὼν τὴν αὑτοῦ χώραν οὔτ᾽ ἂν ἐπιτηδειοτέρους τόπους ἐζήτει πρὸς ἀγῶνα ταῖς σφετέραις δυνάμεσι τῶν περὶ τὴν Ἑκατόμπυλον: [2] ἐπειδὴ δ᾽ ἐκχωρεῖ, δῆλός ἐστι τοῖς ὀρθῶς σκοπουμένοις ἐπ᾽ ἄλλης ὢν γνώμης: διόπερ ἔκρινε προάγειν εἰς τὴν Ὑρκανίαν. [3] παραγενόμενος δ᾽ ἐπὶ Ταγάς, καὶ πυνθανόμενος τῶν ἐγχωρίων τήν τε δυσχέρειαν τῶν τόπων, οὓς ἔδει διεκβάλλειν αὐτόν, ἕως εἰς τὰς ὑπερβολὰς διεξίκοιτο τοῦ Λάβου τὰς νευούσας ἐπὶ τὴν Ὑρκανίαν, καὶ τὸ πλῆθος τῶν βαρβάρων τῶν κατὰ τόπους ἐφεστώτων ταῖς δυσχωρίαις αὐτοῦ, [4] προέθετο διατάττειν τὸ τῶν εὐζώνων πλῆθος καὶ τοὺς τούτων ἡγεμόνας μερίζειν, ὡς ἑκάστους δεήσει πορεύεσθαι, ὁμοίως δὲ καὶ τοὺς λειτουργούς, οὓς ἔδει παραπορευομένους τὸν καταλαμβανόμενον ὑπὸ τῶν εὐζώνων τόπον εὔβατον παρασκευάζειν τῇ τῶν φαλαγγιτῶν καὶ τῇ τῶν ὑποζυγίων πορείᾳ. [5] ταῦτα δὲ διανοηθεὶς τὴν μὲν πρώτην ἔδωκε τάξιν Διογένει, συστήσας αὐτῷ τοξότας καὶ σφενδονήτας καὶ τῶν ὀρείων τοὺς ἀκοντίζειν καὶ λιθάζειν δυναμένους, οἵτινες τάξιν μὲν οὐκ ἔνεμον, αἰεὶ δὲ πρὸς τὸν παρόντα καιρὸν καὶ τόπον κατ᾽ ἄνδρα ποιούμενοι τὸν κίνδυνον πραγματικωτάτην παρείχοντο χρείαν ἐν ταῖς δυσχωρίαις. [6] τούτοις δὲ συνεχεῖς Κρῆτας ἀσπιδιώτας ἐπέταξε περὶ δισχιλίους, ὧν ἡγεῖτο Πολυξενίδας Ῥόδιος, τελευταίους δὲ θωρακίτας καὶ θυρεοφόρους, ὧν εἶχον τὴν ἡγεμονίαν Νικομήδης Κῷος καὶ Νικόλαος Αἰτωλός.

  [1] προαγόντων δὲ τούτων εἰς τὸ πρόσθεν, πολλῷ δυσχερεστέρας συνέβαινε φαίνεσθαι τὰς τῶν τόπων τραχύτητας καὶ στενότητας τῆς τοῦ βασιλέως προσδοκίας. [2] ἦν γὰρ τὸ μὲν ὅλον μῆκος τῆς ἀναβάσεως περὶ τριακοσίους σταδίους: ταύτης δὲ τὸ πλεῖστον μέρος ἔδει ποιεῖσθαι τῆς πορείας διὰ χαράδρας χειμάρρου καὶ βαθείας, εἰς ἣν πολλαὶ μὲν αὐτομάτως ἐκ τῶν ὑπερκειμένων κρημνῶν πέτραι κατενηνεγμέναι καὶ δένδρα δύσβατον ἐποίουν τὴν δι᾽ αὐτῆς πορείαν, πολλὰ δ᾽ ὑπὸ τῶν βαρβάρων εἰς τοῦτο τὸ μέρος συνηργεῖτο. [3] καὶ γὰρ ἐκκοπὰς δένδρων ἐπεποίηντο συνεχεῖς καὶ λίθων πλήθη μεγέθει διαφερόντων συνηθροίκεισαν: αὐτοί τε παρ᾽ ὅλην τὴν φάραγγα τὰς εὐκαίρους ὑπεροχὰς καὶ δυναμένας σφίσιν ἀσφάλειαν παρέχεσθαι κατειληφότες ἐτήρουν, ὥστ᾽, εἰ μὴ διήμαρτον, ἐντελῶς ἂν ἐξαδυνατήσαντα τὸν Ἀντίοχον ἀποστῆναι τῆς ἐπιβολῆς. [4] ὡς γὰρ δέον τοὺς πολεμίους πάντας κατ᾽ ἀνάγκην ποιεῖσθαι δι᾽ αὐτῆς τῆς φάραγγος τὴν ἀνάβασιν, οὕτως παρεσκευάσαντο καὶ πρὸς τοῦτο κατελάβοντο τοὺς τόπους. [5] ἐκεῖνο δ᾽ οὐκ ἔβλεψαν ὅτι τὴν μὲν φάλαγγα καὶ τὴν ἀποσκευὴν οὐκ ἄλλως δυνατὸν ἦν, ἀλλ᾽ ὡς ἐκεῖνοι διέλαβον, ποιεῖσθαι τὴν πορείαν: πρὸς γὰρ τὰ παρακείμενα τῶν ὀρῶν οὐχ οἷόν τ᾽ ἦν τούτοις προσβαλεῖν, ἀλλὰ τοῖς ψιλοῖς καὶ τοῖς εὐζώνοις οὐκ ἀδύνατος ἦν ἡ δι᾽ αὐτῶν τῶν λευκοπέτρων ἀναβολή. [6] ὅθεν ἅμα τῷ πρὸς τὸ πρῶτον φυλακεῖον προσμῖξαι τοὺς περὶ τὸν Διογένην, ἔξωθεν τῆς χαράδρας ποιουμένους τὴν ἀνάβασιν, ἀλλοιοτέραν ἐλάμβανε διάθεσιν. [7] εὐθέως γὰρ κατὰ τὴν συμπλοκὴν αὐτοῦ τοῦ πράγματος διδάσκοντος, ὑπερτιθέμενοι καὶ προσβαίνοντες πρὸς τὰ πλάγια τῶν χωρίων οἱ περὶ τὸν Διογένην, ὑπερδέξιοι τῶν πολεμίων ἐγίνοντο, καὶ χρώμενοι πυκνοῖς τοῖς ἀκοντίσμασι καὶ τοῖς ἐκ χειρὸς λίθοις κακῶς διετίθεσαν τοὺς βαρβάρους, καὶ μάλιστα ταῖς σφενδόναις ἐκακοποίουν ἐξ ἀποστήματος βάλλοντες. [8] ὅτε δὲ τοὺς πρώτους ἐκβιασάμενοι κατάσχοιεν τὸν τούτων τόπον, ἐδίδοτο τοῖς λειτουργοῖς καιρὸς εἰς τὸ πᾶν τὸ πρὸ ποδῶν ἀνακαθαίρειν καὶ λεαίνειν μετ᾽ ἀσφαλείας. ἐγίνετο δὲ τοῦτο ταχέως διὰ τὴν πολυχειρίαν. [9] οὐ μὴν ἀλλὰ τούτῳ τῷ τρόπῳ τῶν μὲν σφενδονητῶν καὶ τοξοτῶν ἔτι δ᾽ ἀκοντιστῶν κατὰ τοὺς ὑπερδεξίους τόπους πορευομένων σποράδην, ποτὲ δὲ συναθροιζομένων καὶ καταλαμβανομένων τοὺς εὐκαίρους τόπους, τῶν δ᾽ ἀσπιδιωτῶν ἐφεδρευόντων, καὶ παρ᾽ αὐτὴν τὴν χαράδραν παραπορευομένων ἐν τάξει καὶ βάδην, οὐκ ἔμενον οἱ βάρβαροι, πάντες δὲ λιπόντες τοὺς τόπους ἡθροίσθησαν ἐπὶ τὴν ὑπερβολήν.

  [1] οἱ δὲ περὶ τὸν Ἀντίοχον ἀσφαλῶς διέβησαν τὰς δυσχωρίας τῷ προειρημένῳ τρόπῳ, βραδέως δὲ καὶ δυσχερῶς: μόλις γὰρ ὀγδοαῖοι πρὸς τὰς κατὰ τὸν Λάβον ὑπεροχὰς ἀφίκοντο. [2] τῶν δὲ βαρβάρων συνηθροισμένων ἐκεῖ, καὶ πεπεισμένων κωλύειν τῆς ὑπερβολῆς τοὺς πολεμίους, ἀγὼν συνέστη νεανικός. ἐξεώσθησαν δ᾽ οἱ βάρβαροι διὰ τοιαύτας αἰτίας. [3] συστραφέντες γὰρ ἐμάχοντο πρὸς τοὺς φαλαγγίτας κατὰ πρόσωπον ἐκθύμως: τῆς δὲ νυκτὸς ἔτι τῶν εὐζώνων ἐκπεριελθόντων ἐκ πολλοῦ, καὶ καταλαβομένων τοὺς ὑπερδεξίους καὶ κατὰ νώτου τόπους, ἅμα τῷ συνιδεῖν οἱ βάρβαροι τὸ γεγονὸς εὐθέως πτοηθέντες ὥρμησαν πρὸς φυγήν. [4] ὁ δὲ βασιλεὺς τὴν μὲν ἐπὶ πλεῖον ὁρμὴν τῶν διωκόντων παρακατέσχε μετὰ πολλῆς σπουδῆς, ἀνακαλεσάμενος ταῖς σάλπιγξι, διὰ τὸ βούλεσθαι καταβαίνειν ἅθρους καὶ συντεταγμένους εἰς τὴν Ὑρκανίαν. [5] συστησάμενος δὲ τὴν πορείαν ὡς ἐβούλετο
καὶ παραγενόμενος ἐπὶ Τάμβρακα, πόλιν ἀτείχιστον, ἔχουσαν δὲ βασίλεια καὶ μέγεθος, αὐτοῦ κατεσκήνωσε. [6] τῶν δὲ πλείστων πεποιημένων τὴν ἀποχώρησιν ἔκ τε τῆς μάχης καὶ τῆς περικειμένης χώρας εἰς τὴν προσαγορευομένην Σίρυγκα πόλιν — συνέβαινε κεῖσθαι ‘κείνην οὐ μακρὰν τῆς Τάμβρακος, εἶναι δὲ τῆς Ὑρκανίας ὡς ἂν εἰ βασίλειον διά τε τὴν ὀχυρότητα καὶ τὴν ἄλλην εὐκαιρίαν — [7] ἔκρινε ταύτην ἐξελεῖν μετὰ βίας. ἀναλαβὼν οὖν τὴν δύναμιν προῆγε, καὶ περιστρατοπεδεύσας ἤρχετο τῆς πολιορκίας. [8] ἦν δὲ τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς ἐν ταῖς χωστρίσι χελώναις. τάφροι γὰρ ἦσαν τριτταί, πλάτος μὲν οὐκ ἔλαττον ἔχουσαι τριάκοντα πηχῶν, βάθος δὲ πεντεκαίδεκα: ἐπὶ δὲ τοῖς χείλεσιν ἑκάστης ἐπέκειτο χαρακώματα διπλᾶ καὶ τελευταῖον προτείχισμα δυνατόν. [9] συμπλοκαὶ μὲν οὖν ἐγίνοντο συνεχεῖς ἐπὶ τῶν ἔργων, ἐν αἷς οὐκ ἤνυον ἑκάτεροι φέροντες τοὺς νεκροὺς καὶ τοὺς τραυματίας διὰ τὸ μὴ μόνον ὑπὲρ γῆς, ἀλλὰ καὶ κατὰ γῆς διὰ τῶν ὀρυγμάτων ἐκ χειρὸς γίνεσθαι τοὺς κινδύνους. [10] οὐ μὴν ἀλλὰ τῷ πλήθει καὶ τῇ τοῦ βασιλέως ἐνεργείᾳ ταχέως συνέβη καὶ τὰς τάφρους χωσθῆναι καὶ τὸ τεῖχος πεσεῖν διὰ τῶν ὀρυγμάτων. [11] οὗ συμβάντος διατραπέντες οἱ βάρβαροι τοῖς ὅλοις, καὶ τοὺς μὲν Ἕλληνας κατασφάξαντες τοὺς ἐν τῇ πόλει, τὰ δ᾽ ἐπιφανέστατα τῶν σκευῶν διαρπάσαντες, νυκτὸς ἀπεχώρησαν. [12] ὁ δὲ βασιλεὺς συνθεασάμενος Ὑπερβάσαν ἀπέστειλε μετὰ τῶν μισθοφόρων: οὗ συμμίξαντος οἱ βάρβαροι ῥίψαντες τὰς ἀποσκευὰς αὖθις εἰς τὴν πόλιν ἔφυγον. [13] τῶν δὲ πελταστῶν ἐνεργῶς βιαζομένων διὰ τοῦ πτώματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν.

  [1] Ἀχριανή, πόλις Ὑρκανίας. [14] Πολύβιος δεκάτῳ. Καλλιόπη, πόλις Παρθυαίων. [15] Πολύβιος δεκάτῳ. V. Res Italiae βουλόμενοι δ᾽ οἱ ὕπατοι κατοπτεῦσαι σαφῶς τὰ πρὸς τὴν τῶν ὑπεναντίων στρατοπεδείαν κεκλιμένα μέρη τοῦ λόφου, τοῖς μὲν ἐν τῷ χάρακι μένειν κατὰ χώραν ἐπήγγειλαν, [2] αὐτοὶ δὲ τῶν ἱππέων ἀναλαβόντες ἴλας δύο καὶ γροσφομάχους μετὰ τῶν ῥαβδοφόρων εἰς τριάκοντα προῆγον, κατασκεψόμενοι τοὺς τόπους. [3] τῶν δὲ Νομάδων εἰθισμένοι τινὲς τοῖς ἀκροβολιζομένοις καὶ καθόλου προπορευομένοις ἐκ τοῦ τῶν ὑπεναντίων χάρακος ἐνέδρας ποιεῖν, ὑπεστάλκεισαν κατά τινα συντυχίαν ὑπὸ τὸν λόφον. [4] οἷς τοῦ σκοποῦ σημήναντος ὅτι παραγίνονταί τινες κατ᾽ ἄκρον τὸν βουνὸν ὑπερδέξιοι ‘κείνων, ἐξαναστάντες καὶ παρὰ πλάγια ποιησάμενοι τὴν πορείαν ἀποτέμνονται τοὺς στρατηγοὺς καὶ διακλείουσιν ἀπὸ τῆς ἰδίας παρεμβολῆς. [5] καὶ τὸν μὲν Κλαύδιον εὐθέως ἐν τῇ πρώτῃ συμπλοκῇ καί τινας ἑτέρους ἅμα τούτῳ κατέβαλον, τοὺς δὲ λοιποὺς κατατραυματίσαντες διὰ τῶν κρημνῶν ἠνάγκασαν ἄλλον ἄλλῃ φεύγειν. [6] οἱ δ᾽ ἐν τῷ στρατοπέδῳ θεωροῦντες τὸ γινόμενον οὐδαμῶς ἠδυνήθησαν ἐπικουρῆσαι τοῖς κινδυνεύουσιν: ἔτι γὰρ ἀναβοώντων καὶ πρὸς τὸ συμβαῖνον ἐκπεπληγμένων, καὶ τῶν μὲν χαλινούντων τοὺς ἵππους, τῶν δὲ καθοπλιζομένων, πέρας εἶχε τὸ πρᾶγμα. καὶ τὸν υἱὸν τοῦ Κλαυδίου τραυματίαν, μόλις καὶ παραδόξως τὸν κίνδυνον διαπεφευγότα *** [7]

  [1] Μάρκος μὲν οὖν ἀκακώτερον ἢ στρατηγικώτερον αὑτῷ χρησάμενος τοῖς δεδηλωμένοις περιέπεσε συμπτώμασιν: [8] ἐγὼ δὲ παρ᾽ ὅλην τὴν πραγματείαν πολλάκις ἀναγκάζομαι περὶ τῶν τοιούτων ὑπομιμνήσκειν τοὺς ἐντυγχάνοντας, θεωρῶν, εἰ καὶ περί τι τῶν τῆς στρατηγίας μερῶν ἄλλο, καὶ περὶ τοῦτο διαμαρτάνοντας τοὺς ἡγεμόνας, καίτοι προδήλου τῆς ἀγνοίας ὑπαρχούσης. [9] τί γὰρ ὄφελος ἡγεμόνος ἢ στρατηγοῦ μὴ διειληφότος διότι τῶν κατὰ μέρος κινδύνων, οἷς μὴ συμπάσχει τὰ ὅλα, πλεῖστον ἀπέχειν δεῖ τὸν ἡγούμενον; [10] τί δ᾽ ἀγνοοῦντος ὅτι, κἄν ποτ᾽ ἀναγκάζωσιν οἱ καιροὶ πράττειν τι τῶν κατὰ μέρος, πολλοὺς δεῖ πρότερον ἀποθανεῖν τῶν συνόντων πρὶν ἢ τὸ δεινὸν ἐγγίσαι τοῖς προεστῶσι τῶν ὅλων; [11] δεῖ γὰρ ἐν Καρὶ τὴν πεῖραν, ὡς ἡ παροιμία φησίν, οὐκ ἐν τῷ στρατηγῷ γίνεσθαι. [12] τὸ μὲν γὰρ λέγειν ὡς “3οὐκ ἂν ᾠόμην”3 “3τίς γὰρ ἂν ἤλπισε τοῦτο γενέσθαι”3; μέγιστον εἶναί μοι δοκεῖ σημεῖον ἀπειρίας στρατηγικῆς καὶ βραδυτῆτος. διὸ καὶ τὸν Ἀννίβαν κατὰ πολλοὺς τρόπους ἀγαθὸν ἡγεμόνα κρίνων, [2] κατὰ τοῦτο μάλιστά τις ἂν ἐπισημήναιτο, διότι πολλοὺς μὲν χρόνους ἐν τῇ πολεμίᾳ διατρίψας, πολλοῖς δὲ καιροῖς καὶ ποικίλοις χρησάμενος, ἔσφηλε μὲν τοὺς ὑπεναντίους πολλάκις ἐν ταῖς κατὰ μέρος χρείαις διὰ τὴν ἰδίαν ἀγχίνοιαν, ἐσφάλη δ᾽ οὐδέποτε τοσούτους καὶ τηλικούτους ἀγῶνας χειρίσας: [3] τοιαύτην ἐποιεῖτο τὴν πρόνοιαν, ὡς ἔοικε, περὶ τῆς ἀσφαλείας αὑτοῦ. καὶ μάλ᾽ εἰκότως: ἀκεραίου μὲν γὰρ καὶ σῳζομένου τοῦ προεστῶτος, [4] κἄν ποτε πέσῃ τὰ ὅλα, πολλὰς ἀφορμὰς ἡ τύχη δίδωσι πρὸς τὸ πάλιν ἀνακτήσασθαι τὰς ἐκ τῶν περιπετειῶν ἐλαττώσεις: [5] πταίσαντος δέ, καθάπερ ἐν νηὶ τοῦ κυβερνήτου, κἂν [τὸ νικᾶν] ἡ τύχη τοῖς πολλοῖς παραδιδῷ κρατεῖν τῶν ἐχθρῶν, οὐδὲν ὄφελος γίνεται διὰ τὸ πάσας ἐξηρτῆσθαι τὰς ἐλπίδας ἑκάστοις ἐκ τῶν ἡγουμένων. [6] ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς ἢ διὰ κενοδοξίαν ἢ μειρακιώδει παραστάσει περιπίπτοντας τοῖς τοιούτοις ἀλο�
�ήμασιν ἢ δι᾽ ἀπειρίαν ἢ διὰ καταφρόνησιν: [7] ἓν γὰρ ἀεί τι τῶν προειρημένων αἴτιον γίνεται τῶν τοιούτων περιπετειῶν. —

 

‹ Prev