Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 247
Delphi Complete Works of Polybius Page 247

by Polybius


  [1] οἱ δὲ καταρράκτας, [8] οὓς εἶχον ὀλίγον ἐξωτέρω διὰ μηχανημάτων ἀνημμένους, αἰφνίδιον καθῆκαν καὶ ἐπεβάλοντο, καὶ τούτους κατασχόντες πρὸ τοῦ τείχους ἀνεσκολόπισαν. VI. Res Hispaniae κατὰ δὲ τὴν Ἰβηρίαν Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγός, ποιούμενος τὴν παραχειμασίαν ἐν Ταρράκωνι, καθάπερ ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, πρῶτον μὲν τοὺς Ἴβηρας εἰς τὴν αὑτῶν φιλίαν καὶ πίστιν ἐνεδήσατο διὰ τῆς τῶν ὁμήρων ἑκάστοις ἀποδόσεως, [2] λαβὼν συναγωνιστὴν ἐκ ταὐτομάτου πρὸς τοῦτο τὸ μέρος Ἐδεκῶνα τὸν Ἐδετανῶν δυνάστην, ὃς ἅμα τῷ προσπεσεῖν τὴν Καρχηδόνος ἅλωσιν καὶ γενέσθαι κύριον τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν τὸν Πόπλιον, εὐθέως συλλογισάμενος τὴν ἐσομένην τῶν Ἰβήρων μεταβολὴν ἀρχηγὸς ἐβουλήθη γενέσθαι τῆς αὐτῆς ὁρμῆς, [3] μάλιστα πεπεισμένος οὕτως τὴν γυναῖκα καὶ τὰ τέκνα κομιεῖσθαι καὶ δόξειν οὐ κατ᾽ ἀνάγκην, ἀλλὰ κατὰ πρόθεσιν αἱρεῖσθαι τὰ Ῥωμαίων: ἃ καὶ συνέβη γενέσθαι. [4] τῶν γὰρ δυνάμεων ἄρτι διαφειμένων εἰς τὴν παραχειμασίαν παρῆν εἰς τὴν Ταρράκωνα μετὰ τῶν οἰκείων καὶ φίλων. [5] ἐλθὼν δ᾽ εἰς λόγους τῷ Ποπλίῳ ταύτην ἔφη τοῖς θεοῖς μεγίστην χάριν ἔχειν, ὅτι πρῶτος τῶν κατὰ τὴν χώραν δυναστῶν ἥκει πρὸς αὐτόν. [6] τοὺς μὲν γὰρ ἄλλους ἀκμὴν διαπέμπεσθαι καὶ βλέπειν πρὸς Καρχηδονίους, τὰς δὲ χεῖρας ἐκτείνειν Ῥωμαίοις: αὐτὸς δὲ παραγεγονέναι διδοὺς οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς φίλους καὶ συγγενεῖς εἰς τὴν Ῥωμαίων πίστιν. διόπερ ἂν νομισθῇ παρ᾽ αὐτῷ φίλος καὶ σύμμαχος, [7] μεγάλην μὲν αὐτῷ πρὸς τὸ παρὸν ἔφη, μεγάλην δ᾽ εἰς τὸ μέλλον παρέξεσθαι χρείαν. [8] παραυτίκα μὲν γὰρ θεασαμένους τοὺς Ἴβηρας πρός τε τὴν φιλίαν αὑτὸν προσδεδεγμένον καὶ τετευχότα τῶν ἀξιουμένων πάντας ἐπὶ τὸ παραπλήσιον ἥξειν, σπουδάζοντας κομίσασθαι τοὺς ἀναγκαίους καὶ τυχεῖν τῆς Ῥωμαίων συμμαχίας: [9] εἰς δὲ τὸν μετὰ ταῦτα χρόνον προκαταληφθέντας τῇ τοιαύτῃ τιμῇ καὶ φιλανθρωπίᾳ συναγωνιστὰς ἀπροφασίστους ὑπάρξειν αὐτῷ πρὸς τὰ κατάλοιπα τῶν ἔργων. [10] διόπερ ἠξίου τὴν γυναῖκα καὶ τὰ τέκνα κομίσασθαι, καὶ κριθεὶς φίλος ἐπανελθεῖν εἰς τὴν οἰκείαν, ἵνα λαβὼν ἀφορμὴν εὔλογον ἐναποδείξηται τὴν αὑτοῦ καὶ τῶν φίλων εὔνοιαν κατὰ δύναμιν εἴς τε τὸν Πόπλιον αὐτὸν καὶ τὰ Ῥωμαίων πράγματα. [11] Ἐδεκὼν μὲν οὖν τοιαῦτα

  [1] διαλεχθεὶς ἐπέσχεν: ὁ δὲ Πόπλιος, καὶ πάλαι πρὸς τοῦτο τὸ μέρος ἕτοιμος ὢν καὶ συλλελογισμένος παραπλήσια τοῖς ὑπὸ τοῦ Ἐδεκῶνος εἰρημένοις, τὴν γυναῖκα καὶ τὰ τέκνα παρέδωκεν αὐτῷ καὶ τὴν φιλίαν συνέθετο. [2] πρὸς δὲ τούτοις παρὰ τὴν συνουσίαν ποικίλως ψυχαγωγήσας τὸν Ἴβηρα καὶ πᾶσι τοῖς αὐτοῦ μεγάλας εἰς τὸ μέλλον ἐλπίδας ὑπογράψας, οὕτως εἰς τὴν οἰκείαν ἐξαπέστειλε. [3] τούτου τοῦ πράγματος ταχέως περιβοήτου γενομένου πάντας συνέβη τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ κατοικοῦντας οἷον ἀπὸ μιᾶς ὁρμῆς ἑλέσθαι τὰ Ῥωμαίων, ὅσοι μὴ πρότερον αὐτῶν ὑπῆρχον φίλοι. [4]

  [1] ταῦτα μὲν οὖν καλῶς κατὰ νοῦν ἐχώρει τῷ Ποπλίῳ: [5] μετὰ δὲ τὸν τούτων χωρισμὸν τὰς μὲν ναυτικὰς δυνάμεις διέλυσε, θεωρῶν οὐδὲν ἀντίπαλον ὑπάρχον κατὰ θάλατταν, ἐκ δὲ τῶν ναυτῶν ἐκλέξας τοὺς ἐπιτηδείους ἐπὶ τὰς σημαίας ἐμέρισε. καὶ συνηύξησε τοιούτῳ τρόπῳ τὰς πεζικὰς δυνάμεις. Ἀνδοβάλης δὲ καὶ Μανδόνιος, [6] μέγιστοι μὲν ὄντες δυνάσται τότε τῶν κατ᾽ Ἰβηρίαν, ἀληθινώτατοι δὲ Καρχηδονίων φίλοι δοξαζόμενοι, πάλαι μὲν ὑπούλως διέκειντο καὶ καιρὸν ἐπετήρουν, ἐξ ὅτου προσποιηθέντες οἱ περὶ τὸν Ἀσδρούβαν ἀπιστεῖν αὐτοῖς ᾔτησαν χρημάτων τε πλῆθος καὶ τὰς γυναῖκας καὶ τὰς θυγατέρας εἰς ὁμηρείαν, καθάπερ ἐν τοῖς πρὸ τούτων ἐδηλώσαμεν: [7] τότε δὲ νομίσαντες ἔχειν εὐφυῆ καιρόν, ἀναλαβόντες τὰς ἑαυτῶν δυνάμεις ἐκ τῆς Καρχηδονίων παρεμβολῆς νυκτὸς ἀπεχώρησαν εἴς τινας ἐρυμνοὺς τόπους καὶ δυναμένους αὐτοῖς τὴν ἀσφάλειαν παρασκευάζειν. [8] οὗ γενομένου καὶ τῶν ἄλλων Ἰβήρων συνέβη τοὺς πλείστους ἀπολιπεῖν Ἀσδρούβαν, πάλαι μὲν βαρυνομένους ὑπὸ τῆς τῶν Καρχηδονίων ἀγερωχίας, τότε δὲ πρῶτον καιρὸν λαβόντας εἰς τὸ φανερὰν ποιῆσαι τὴν αὑτῶν προαίρεσιν. ὃ δὴ καὶ περὶ πολλοὺς ἤδη γέγονε. μεγάλου γὰρ ὄντος, ὡς πλεονάκις ἡμῖν εἴρηται, τοῦ κατορθοῦν ἐν πράγμασι καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐν ταῖς ἐπιβολαῖς, πολλῷ μείζονος ἐμπειρίας προσδεῖται καὶ φυλακῆς τὸ καλῶς χρήσασθαι τοῖς κατορθώμασι: [2] διὸ καὶ πολλαπλασίους ἂν εὕροι τις τοὺς ἐπὶ προτερημάτων γεγονότας τῶν καλῶς τοῖς προτερήμασι κεχρημένων. ὃ καὶ τότε περὶ τοὺς Καρχηδονίους συνέβη γενέσθαι. [3] μετὰ γὰρ τὸ νικῆσαι μὲν τὰς Ῥωμαίων δυνάμεις, ἀποκτεῖναι δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους, Πόπλιον καὶ Γνάϊον, ὑπολαβόντες ἀδήριτον αὐτοῖς ὑπάρχειν τὴν Ἰβηρίαν, ὑπερηφάνως ἐχρῶντο τοῖς κατὰ τὴν χώραν. [4] τοιγαροῦν ἀντὶ συμμάχων καὶ φίλων πολεμίους ἔσχον τοὺς ὑποταττομένους. [5] καὶ τοῦτ᾽ εἰκότως ἔπαθον: ἄλλως μὲν γὰρ ἐπειδήπερ ὑπέλαβον δεῖν κτᾶσθαι τὰς ἀρχάς, ἄλλως δὲ τηρεῖν, οὐκ ἔμαθον διότι κάλλιστα φυλάττουσι τὰς ὑπεροχὰς οἱ κάλλιστα διαμείναντες ἐπὶ τῶν αὐτῶν προαιρέσεων, αἷς ἐξ ἀρχῆς κατεκτ
ήσαντο τὰς δυναστείας, [6] καίτοι γε προφανοῦς ὄντος καὶ ἐπὶ πολλῶν ἤδη τεθεωρημένου διότι κτῶνται μὲν ἄνθρωποι τὰς εὐκαιρίας εὖ ποιοῦντες καὶ προτεινόμενοι τὴν ἀγαθὴν ἐλπίδα τοῖς πέλας, [7] ἐπειδὰν δὲ τῶν ἐπιθυμουμένων τυχόντες κακῶς ποιῶσι καὶ δεσποτικῶς ἄρχωσι τῶν ὑποτεταγμένων, εἰκότως ἅμα ταῖς τῶν προεστώτων μεταβολαῖς συμμεταπίπτουσι καὶ τῶν ὑποταττομένων αἱ προαιρέσεις. ὃ καὶ τότε συνέβη τοῖς Καρχηδονίοις.

  [1] Ἀσδρούβας μὲν οὖν ἐν τοιαύταις περιστάσεσι πολλὰς καὶ ποικίλας ἐποιεῖτο περὶ τῶν ἐπιφερομένων πραγμάτων ἐννοίας. [2] ἐλύπει μὲν γὰρ αὐτὸν ἡ περὶ τὸν Ἀνδοβάλην ἀπόστασις, ἐλύπει δὲ καὶ τὰ κατὰ τὴν ἀντιπαραγωγὴν καὶ τὴν ἀλλοτριότητα τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τοὺς ἄλλους στρατηγούς: ἠγωνία δὲ καὶ τὴν Ποπλίου παρουσίαν. [3] καὶ τὸ λοιπὸν ἤδη προσδοκῶν αὐτὸν ἥξειν μετὰ τῶν δυνάμεων, θεωρῶν δ᾽ αὑτὸν μὲν ἐγκαταλειπόμενον ὑπὸ τῶν Ἰβήρων, τοῖς δὲ Ῥωμαίοις πάντας ὁμοθυμαδὸν προσχωροῦντας, ἐπί τινας λογισμοὺς κατήντησε τοιούτους. [4] προέθετο γὰρ διότι δεῖ παρεσκευασμένον τὰ δυνατὰ συμβαλεῖν πρὸς μάχην τοῖς ὑπεναντίοις, κἂν μὲν ἡ τύχη δῷ τὸ νικᾶν, βουλεύσασθαι μετὰ ταῦτα περὶ τῶν ἑξῆς ἀσφαλῶς: [5] ἂν δ᾽ ἀντιπίπτῃ τὰ κατὰ τὴν μάχην, ποιεῖσθαι τὴν ἀποχώρησιν μετὰ τῶν διασῳζομένων ἐξ αὐτῆς εἰς Γαλατίαν, κἀκεῖθεν παραλαβόντα τῶν βαρβάρων ὡς πλείστους βοηθεῖν εἰς τὴν Ἰταλίαν καὶ κοινωνεῖν Ἀννίβᾳ τἀδελφῷ τῶν αὐτῶν ἐλπίδων. [6]

  [1] Ἀσδρούβας μὲν δὴ ταῦτα διανοηθεὶς πρὸς τούτοις ἦν: Πόπλιος δὲ προσδεξάμενος Γάιον τὸν Λαίλιον καὶ διακούσας τῶν παραγγελλομένων ὑπὸ τῆς συγκλήτου, προῇγε τὰς δυνάμεις ἀναλαβὼν ἐκ τῆς παραχειμασίας, ἀπαντώντων αὐτῷ κατὰ τὴν δίοδον τῶν Ἰβήρων, ἑτοίμως καὶ προθύμως συνεξορμώντων. [7] οἱ δὲ περὶ τὸν Ἀνδοβάλην πάλαι μὲν διεπέμποντο πρὸς τὸν Πόπλιον, τότε δὲ πλησιάσαντος αὐτοῦ τοῖς τόποις ἧκον ὡς αὐτὸν ἐκ τῆς παρεμβολῆς ἅμα τοῖς φίλοις, καὶ συμμίξαντες ἀπελογίσαντο περὶ τῆς προγεγενημένης σφίσι φιλίας πρὸς Καρχηδονίους, ὁμοίως δὲ καὶ τὰς χρείας καὶ τὴν ὅλην πίστιν ἐνεφάνιζον, ἣν ἐτύγχανον ἐκείνοις παρεσχημένοι. [8] μετὰ δὲ ταῦτα τὰς ἀδικίας ἐξηγοῦντο καὶ τὰς ὕβρεις τὰς ἐξ ἐκείνων ἀπηντημένας. [9] διόπερ ἠξίουν τὸν Πόπλιον αὐτὸν κριτὴν γίνεσθαι τῶν λεγομένων, κἂν μὲν φανῶσιν ἀδίκως ἐγκαλοῦντες Καρχηδονίοις, σαφῶς γινώσκειν αὐτὸν ὡς οὐδὲ τὴν πρὸς Ῥωμαίους δύνανται τηρεῖν πίστιν: [10] ἐὰν δὲ πολλὰς ἀδικίας ἀναλογιζόμενοι κατ᾽ ἀνάγκην ἀφιστῶνται τῆς εὐνοίας τῆς ἐκείνων, καλὰς ἐλπίδας ἔχειν διότι νῦν ἑλόμενοι τὰ Ῥωμαίων βεβαίως τηρήσουσι τὴν πρὸς αὐτοὺς εὔνοιαν. καὶ πλείω πρὸς τοῦτο τὸ μέρος αὐτῶν διαλεχθέντων, ἐπεὶ κατέπαυσαν τὸν λόγον, μεταλαβὼν ὁ Πόπλιος καὶ τοῖς ὑπ᾽ ἐκείνων εἰρημένοις ἔφη πιστεύειν, μάλιστα δὲ γινώσκειν τὴν Καρχηδονίων ὕβριν ἔκ τε τῆς εἰς τοὺς ἄλλους Ἴβηρας καὶ μάλιστα τῆς εἰς τὰς ἐκείνων γυναῖκας καὶ θυγατέρας ἀσελγείας, [2] ἃς αὐτὸς παρειληφὼς νῦν οὐχ ὁμήρων ἐχούσας διάθεσιν, ἀλλ᾽ αἰχμαλώτων καὶ δούλων, οὕτως τετηρηκέναι τὴν πίστιν ὡς οὐδ᾽ ἂν αὐτοὺς ἐκείνους τηρῆσαι πατέρας ὑπάρχοντας. [3] τῶν δ᾽ ἀνθομολογησαμένων διότι παρακολουθοῦσι καὶ προσκυνησάντων αὐτὸν καὶ προσφωνησάντων βασιλέα πάντων, οἱ μὲν παρόντες ἐπεσημήναντο τὸ ῥηθέν, ὁ δὲ Πόπλιος ἐντραπεὶς θαρρεῖν αὐτοῖς παρῄνει: τεύξεσθαι γὰρ ἔφη σφᾶς ἁπάντων τῶν φιλανθρώπων ὑπὸ Ῥωμαίων. [4] καὶ παραυτίκα μὲν ἐκ χειρὸς τὰς θυγατέρας ἀπέδωκε, τῇ δ᾽ ἐπαύριον ἐποιεῖτο τὰς συνθήκας πρὸς αὐτούς. [5] ἦν δὲ τὸ συνέχον τῶν ὁμολογηθέντων ἀκολουθεῖν τοῖς Ῥωμαίων ἄρχουσι καὶ πείθεσθαι τοῖς ὑπὸ τούτων παραγγελλομένοις. [6] γενομένων δὲ τούτων ἀναχωρήσαντες εἰς τὰς αὑτῶν παρεμβολὰς καὶ παραλαβόντες τὰς δυνάμεις, ἧκον πρὸς τὸν Πόπλιον, καὶ στρατοπεδεύσαντες ὁμοῦ τοῖς Ῥωμαίοις προῆγον ἐπὶ τὸν Ἀσδρούβαν. [7]

  [1] ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἐτύγχανε μὲν διατρίβων ἐν τοῖς περὶ Κασταλῶνα τόποις περὶ Βαίκυλα πόλιν οὐ μακρὰν τῶν ἀργυρείων μετάλλων: [8] πυθόμενος δὲ τὴν παρουσίαν τῶν Ῥωμαίων μετεστρατοπέδευσε, καὶ λαβὼν ἐκ μὲν τῶν ὄπισθεν ποταμὸν ἀσφαλῆ, παρὰ δὲ τὴν κατὰ πρόσωπον πλευρὰν τοῦ χάρακος ἐπίπεδον τόπον, ὀφρὺν προβεβλημένην ἔχοντα καὶ βάθος ἱκανὸν πρὸς ἀσφάλειαν καὶ μῆκος πρὸς ἔκταξιν, ἔμενεν ἐπὶ τῶν ὑποκειμένων, προτιθέμενος ἐπὶ τὴν ὀφρὺν ἀεὶ τὰς ἐφεδρείας. [9] ὁ δὲ Πόπλιος ἐγγίσας προθύμως μὲν εἶχε πρὸς τὸ διακινδυνεύειν, ἀπόρως δὲ διέκειτο, θεωρῶν τοὺς τόπους εὐφυεῖς ὄντας πρὸς τὴν τῶν ἐναντίων ἀσφάλειαν. [10] οὐ μὴν ἀλλὰ προσανασχὼν δύ᾽ ἡμέρας καὶ διαγωνιάσας μὴ συνεπιγενομένων τῶν περὶ τὸν Μάγωνα καὶ τὸν τοῦ Γέσκωνος Ἀσδρούβαν πανταχόθεν αὐτὸν οἱ πολέμιοι περιστῶσιν, ἔκρινε παραβάλλεσθαι καὶ καταπειράζειν τῶν ὑπεναντίων. τὴν μὲν οὖν ἄλλην δύναμιν ἑτοιμάσας πρὸς μάχην συνεῖχεν ἐν τῷ χάρακι, τοὺς δὲ γροσφομάχους καὶ τῶν πεζῶν τοὺς ἐπιλέκτους ἐξαφιεὶς ἐκέλευε προσβάλλειν πρὸς τὴν ὀφρὺν καὶ καταπειράζειν τῆς τῶν πολεμίων ἐφεδρείας. [2] τ�
�ν δὲ ποιούντων τὸ παραγγελθὲν εὐψύχως, τὰς μὲν ἀρχὰς ὁ τῶν Καρχηδονίων στρατηγὸς ἐκαραδόκει τὸ συμβαῖνον: θεωρῶν δὲ διὰ τὴν τόλμαν τῶν Ῥωμαίων τοὺς παρ᾽ αὑτῶν πιεζομένους καὶ κακῶς πάσχοντας, ἐξῆγε τὴν δύναμιν καὶ παρενέβαλε παρὰ τὴν ὀφρύν, πιστεύων τοῖς τόποις. [3] κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ Πόπλιος τοὺς μὲν εὐζώνους ἅπαντας ἐπαφῆκε, συντάξας βοηθεῖν τοῖς προκινδυνεύουσι, τοὺς δὲ λοιποὺς ἑτοίμους ἔχων, τοὺς μὲν ἡμίσεις αὐτὸς ἔχων, περιελθὼν τὴν ὀφρὺν κατὰ τὸ λαιὸν τῶν ὑπεναντίων, προσέβαλλε τοῖς Καρχηδονίοις, [4] τοὺς δ᾽ ἡμίσεις Λαιλίῳ δοὺς ὁμοίως παρήγγειλε τὴν ἔφοδον ἐπὶ τὰ δεξιὰ μέρη τῶν πολεμίων. [5] οὗ συμβαίνοντος ὁ μὲν Ἀσδρούβας ἀκμὴν ἐκ τῆς στρατοπεδείας ἐξῆγε τὴν δύναμιν: τὸν γὰρ πρὸ τούτου χρόνον ἐπέμενε πιστεύων τοῖς τόποις καὶ πεπεισμένος μηδέποτε τολμήσειν τοὺς πολεμίους ἐγχειρεῖν αὐτοῖς: διὸ παρὰ τὴν προσδοκίαν γεγενημένης τῆς ἐπιθέσεως καθυστέρει τῆς ἐκτάξεως. [6] οἱ δὲ Ῥωμαῖοι κατὰ κέρας ποιούμενοι τὸν κίνδυνον, οὐδέπω τῶν πολεμίων κατειληφότων τοὺς ἐπὶ τῶν κεράτων τόπους, οὐ μόνον ἐπέβησαν ἀσφαλῶς ἐπὶ τὴν ὀφρύν, ἀλλὰ καὶ προσάγοντες ἔτι παρεμβαλλόντων καὶ κινουμένων τῶν ὑπεναντίων τοὺς μὲν αὐτῶν προσπίπτοντας ἐκ πλαγίων ἐφόνευον, τοὺς δὲ παρεμβάλλοντας ἐξ ἐπιστροφῆς φεύγειν ἠνάγκαζον. [7] Ἀσδρούβας δὲ κατὰ τοὺς ἐξ ἀρχῆς διαλογισμούς, θεωρῶν κλινούσας καὶ διατετραμμένας τὰς αὑτοῦ δυνάμεις, τὸ μὲν ψυχομαχεῖν μέχρι τῆς ἐσχάτης ἐλπίδος ἀπεδοκίμαζε, [8] λαβὼν δὲ τά τε χρήματα καὶ τὰ θηρία, καὶ τῶν φευγόντων ὅσους ἠδύνατο πλείστους ἐπισπασάμενος, ἐποιεῖτο τὴν ἀναχώρησιν παρὰ τὸν Τάγον ποταμὸν ὡς ἐπὶ τὰς Πυρήνης ὑπερβολὰς καὶ τοὺς ταύτῃ κατοικοῦντας Γαλάτας. [9] Πόπλιος δὲ τὸ μὲν ἐκ ποδὸς ἕπεσθαι τοῖς περὶ τὸν Ἀσδρούβαν οὐχ ἡγεῖτο συμφέρειν τῷ δεδιέναι τῶν ἄλλων στρατηγῶν τὴν ἔφοδον, τὸν δὲ χάρακα τῶν ὑπεναντίων ἐφῆκε τοῖς αὑτοῦ στρατιώταις διαρπάζειν.

 

‹ Prev