Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 276
Delphi Complete Works of Polybius Page 276

by Polybius


  [1] V. Res Italiae Πόπλιος δὲ Σκιπίων ἧκεν ἐκ Λιβύης οὐ πολὺ κατόπιν τῶν προειρημένων καιρῶν. [2] οὔσης δὲ τῆς προσδοκίας τῶν πολλῶν ἀκολούθου τῷ μεγέθει τῶν πράξεων, μεγάλην εἶναι συνέβαινε καὶ τὴν φαντασίαν περὶ τὸν ἄνδρα καὶ τὴν τοῦ πλήθους εὔνοιαν πρὸς αὐτόν. [3] καὶ τοῦτ᾽ εἰκότως ἐκ τῶν κατὰ λόγον ἐγίνετο καὶ καθηκόντως: [4] οὐδέποτε γὰρ ἂν ἐλπίσαντες Ἀννίβαν ἐκβαλεῖν ἐξ Ἰταλίας οὐδ᾽ ἀποτρίψασθαι τὸν ὑπὲρ αὑτῶν καὶ τῶν ἀναγκαίων κίνδυνον, τότε δοκοῦντες ἤδη βεβαίως οὐ μόνον ἐκτὸς γεγονέναι παντὸς φόβου καὶ πάσης περιστάσεως, ἀλλὰ καὶ κρατεῖν τῶν ἐχθρῶν, ὑπερβολὴν οὐ κατέλιπον χαρᾶς. ὡς δὲ καὶ τὸν θρίαμβον εἰσῆγε, [5] τότε καὶ μᾶλλον ἔτι διὰ τῆς τῶν εἰσαγομένων ἐνεργείας μιμνησκόμενοι τῶν προγεγονότων κινδύνων ἐκπαθεῖς ἐγίνοντο κατά τε τὴν πρὸς θεοὺς εὐχαριστίαν καὶ κατὰ τὴν πρὸς τὸν αἴτιον τῆς τηλικαύτης μεταβολῆς εὔνοιαν. [6] καὶ γὰρ ὁ Σόφαξ ὁ τῶν Μασαισυλίων βασιλεὺς ἤχθη τότε διὰ τῆς πόλεως ἐν τῷ θριάμβῳ μετὰ τῶν αἰχμαλώτων: ὃς καὶ μετά τινα χρόνον ἐν τῇ φυλακῇ τὸν βίον μετήλλαξε. [7] τούτων δὲ συντελεσθέντων οἱ μὲν ἐν τῇ Ῥώμῃ κατὰ τὸ συνεχὲς ἐπὶ πολλὰς ἡμέρας ἀγῶνας ἦγον καὶ πανηγύρεις ἐπιφανῶς, χορηγὸν ἔχοντες εἰς ταῦτα τὴν Σκιπίωνος μεγαλοψυχίαν.

  [1] VI. Res Macedoniae Et Graeciae ὅτι Φίλιππος ὁ βασιλεὺς τοῦ χειμῶνος ἤδη καταρχομένου, καθ᾽ ὃν Πόπλιος Σολπίκιος ὕπατος κατεστάθη ἐν Ῥώμῃ, ποιούμενος τὴν διατριβὴν ἐν τοῖς Βαργυλίοις, θεωρῶν καὶ τοὺς Ῥοδίους καὶ τὸν Ἄτταλον οὐχ οἷον διαλύοντας τὸ ναυτικόν, ἀλλὰ καὶ προσπληροῦντας ναῦς καὶ φιλοτιμότερον προσκειμένους ταῖς φυλακαῖς, δυσχρήστως διέκειτο καὶ πολλὰς καὶ ποικίλας εἶχε περὶ τοῦ μέλλοντος ἐπινοίας. [2] ἅμα μὲν γὰρ ἠγωνία τὸν ἐκ τῶν Βαργυλίων ἔκπλουν καὶ προεωρᾶτο τὸν κατὰ θάλατταν κίνδυνον, ἅμα δὲ τοῖς κατὰ τὴν Μακεδονίαν πράγμασι διαπιστῶν οὐδαμῶς ἐβούλετο παραχειμάζειν κατὰ τὴν Ἀσίαν, φοβούμενος [μὲν οὖν] καὶ τοὺς Αἰτωλοὺς καὶ τοὺς Ῥωμαίους: [3] καὶ γὰρ οὐδ᾽ ἠγνόει τὰς ἐξαποστελλομένας κατ᾽ αὐτοῦ πρεσβείας εἰς Ῥώμην, * [4] ** διόπερ πέρας ἔχει τὰ κατὰ τὴν Λιβύην. ἐξ ὧν ἐδυσχρηστεῖτο μὲν ὑπερβαλλόντως, ἠναγκάζετο δὲ κατὰ τὸ παρὸν ἐπιμένων αὐτοῦ, τὸ δὴ λεγόμενον, λύκου βίον ζῆν. [5] παρ᾽ ὧν μὲν γὰρ ἁρπάζων καὶ κλέπτων, τοὺς δ᾽ ἀποβιαζόμενος, ἐνίους δὲ παρὰ φύσιν αἰκάλλων διὰ τὸ λιμώττειν αὐτῷ τὸ στράτευμα, ποτὲ μὲν ἐσιτεῖτο κρέα, ποτὲ δὲ σῦκα, ποτὲ δὲ σιτάρια βραχέα παντελῶς: [6] ὧν τινὰ μὲν αὐτῷ Ζεῦξις ἐχορήγει, τὰ δὲ Μυλασεῖς καὶ Ἀλαβανδεῖς καὶ Μάγνητες, οὕς, ὁπότε μέν τι δοῖεν, ἔσαινεν, ὅτε δὲ μὴ δοῖεν, ὑλάκτει καὶ ἐπεβούλευεν αὐτοῖς. [7] τέλος ἐπὶ τὴν Μυλασέων πόλιν πράξεις συνεστήσατο διὰ Φιλοκλέους, ἐσφάλη δὲ διὰ τὴν ἀλογίαν τῆς ἐπιβολῆς. [8] τὴν δ᾽ Ἀλαβανδέων χώραν ὡς πολεμίαν κατέφθειρε, φήσας ἀναγκαῖον εἶναι πορίζειν τῷ στρατεύματι τὰ πρὸς τὴν τροφήν. — [9]

  [1] Πολύβιος δ᾽ ὁ Μεγαλοπολίτης ἐν τῇ ι#2# τῶν ἱστοριῶν “3Φίλιππος”3 φησὶν “3ὁ Περσέως πατήρ, ὅτε τὴν Ἀσίαν κατέτρεχεν, ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων”3. — ὅτι ὁ τῶν Ἀθηναίων δῆμος ἐξέπεμπε πρεσβευτὰς πρὸς Ἄτταλον τὸν βασιλέα τοὺς ἅμα μὲν εὐχαριστήσοντας ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ παρακαλέσοντας αὐτὸν ἐλθεῖν Ἀθήναζε χάριν τοῦ συνδιαλαβεῖν περὶ τῶν ἐνεστώτων. [2] ὁ δὲ βασιλεὺς μετά τινας ἡμέρας πυθόμενος καταπεπλευκέναι Ῥωμαίων πρεσβευτὰς εἰς τὸν Πειραιᾶ, καὶ νομίζων ἀναγκαῖον εἶναι τὸ συμμῖξαι τούτοις, ἀνήχθη κατὰ σπουδήν. [3] ὁ δὲ τῶν Ἀθηναίων δῆμος γνοὺς τὴν παρουσίαν αὐτοῦ μεγαλομερῶς ἐψηφίσατο περὶ τῆς ἀπαντήσεως καὶ τῆς ὅλης ἀποδοχῆς τοῦ βασιλέως. [4] Ἄτταλος δὲ καταπλεύσας εἰς τὸν Πειραιᾶ τὴν μὲν πρώτην ἡμέραν ἐχρημάτισε τοῖς ἐκ τῆς Ῥώμης πρεσβευταῖς, θεωρῶν δ᾽ αὐτοὺς καὶ τῆς προγεγενημένης κοινοπραγίας μνημονεύοντας καὶ πρὸς τὸν κατὰ τοῦ Φιλίππου πόλεμον ἑτοίμους ὄντας περιχαρὴς ἦν. [5] τῇ δ᾽ ἐπαύριον ἅμα τοῖς Ῥωμαίοις καὶ τοῖς τῶν Ἀθηναίων ἄρχουσιν ἀνέβαινεν εἰς ἄστυ μετὰ μεγάλης προστασίας: οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς ἔχοντες μετὰ τῶν ἱππέων, ἀλλὰ καὶ πάντες οἱ πολῖται μετὰ τῶν τέκνων καὶ γυναικῶν ἀπήντων αὐτοῖς. [6] ὡς δὲ συνέμιξαν, τοιαύτη παρὰ τῶν πολλῶν ἐγένετο κατὰ τὴν ἀπάντησιν φιλανθρωπία πρός τε Ῥωμαίους καὶ ἔτι μᾶλλον πρὸς τὸν Ἄτταλον ὥσθ᾽ ὑπερβολὴν μὴ καταλιπεῖν. ἐπεὶ δ᾽ εἰσῄει κατὰ τὸ Δίπυλον, [7] ἐξ ἑκατέρου τοῦ μέρους παρέστησαν τὰς ἱερείας καὶ τοὺς ἱερεῖς. μετὰ δὲ ταῦτα πάντας μὲν τοὺς ναοὺς ἀνέῳξαν, ἐπὶ δὲ πᾶσι θύματα τοῖς βωμοῖς παραστήσαντες ἠξίωσαν αὐτὸν θῦσαι. [8] τὸ δὲ τελευταῖον ἐψηφίσαντο τιμὰς τηλικαύτας ἡλίκας οὐδενὶ ταχέως τῶν πρότερον εἰς αὐτοὺς εὐεργετῶν γεγονότων: [9] πρὸς γὰρ τοῖς ἄλλοις καὶ φυλὴν ἐπώνυμον ἐποίησαν Ἀττάλῳ, καὶ κατένειμαν αὐτὸν εἰς τοὺς ἐπωνύμους τῶν ἀρχηγετῶν.

  [1] μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν τὸν προειρημένον. [2] παραιτουμέ
νου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ πεπονθόσι, [3] τῆς εἰσόδου παρῆκαν, γράψαντα δ᾽ αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν πρὸς τοὺς ἐνεστῶτας καιρούς. [4] τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν τὴν ἐπιστολὴν οἱ προεστῶτες. [5] ἦν δὲ τὰ κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας καιρούς, [6] τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φιλίππου πόλεμον, καὶ διορκισμός, ὡς ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρήνης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν αὐτοὺς τοῦ τῇ πατρίδι συμφέροντος. [7] τῆς δ᾽ ἐπιστολῆς ταύτης ἀναγνωσθείσης ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζεσθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον. [8] οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθηναίοις ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον. [9] ἀπεδέξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς καὶ τόν τε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κἀκείνους αὐτοῖς χωρὶς τῶν ἄλλων τάς τε ναῦς ἀποκαταστῆσαι τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας. [10] οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαντες ἀνήχθησαν εἰς τὴν Κέων ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου. —

  [1] ὅτι καθ᾽ ὃν χρόνον οἱ τῶν Ῥωμαίων πρέσβεις ἐν ταῖς Ἀθήναις ἐποιοῦντο τὴν διατριβήν, Νικάνορος τοῦ παρὰ Φιλίππου κατατρέχοντος τὴν Ἀττικὴν ἕως τῆς Ἀκαδημείας, προδιαπεμψάμενοι πρὸς αὐτὸν οἱ [2] Ῥωμαῖοι κήρυκα συνέμιξαν αὐτῷ καὶ παρεκάλεσαν ἀναγγεῖλαι τῷ Φιλίππῳ διότι Ῥωμαῖοι παρακαλοῦσι τὸν βασιλέα τῶν μὲν Ἑλλήνων μηδενὶ πολεμεῖν, τῶν δὲ γεγονότων εἰς Ἄτταλον ἀδικημάτων δίκας ὑπέχειν ἐν ἴσῳ κριτηρίῳ, [3] καὶ διότι πράξαντι μὲν ταῦτα τὴν εἰρήνην ἄγειν ἔξεστι πρὸς Ῥωμαίους, μὴ βουλομένῳ δὲ πείθεσθαι τἀναντία συνεξακολουθήσειν ἔφασαν. ὁ μὲν οὖν Νικάνωρ ταῦτ᾽ ἀκούσας ἀπηλλάγη: [4] τὸν αὐτὸν δὲ λόγον τοῦτον οἱ Ῥωμαῖοι καὶ πρὸς Ἠπειρώτας εἶπαν περὶ Φιλίππου παραπλέοντες ἐν Φοινίκῃ καὶ πρὸς Ἀμύνανδρον ἀναβάντες εἰς Ἀθαμανίαν: παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ. [5] τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαντες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολεμαῖον ἐπὶ τὰς διαλύσεις. —

  [1] ἀλλ᾽ ἐμοὶ δοκεῖ τὸ μὲν ἄρξασθαι καλῶς καὶ συνακμάσαι ταῖς ὁρμαῖς πρὸς τὴν τῶν πραγμάτων αὔξησιν ἐπὶ πολλῶν ἤδη γεγονέναι, [2] τὸ δ᾽ ἐπὶ τέλος ἀγαγεῖν τὸ προτεθὲν καί που καὶ τῆς τύχης ἀντιπιπτούσης συνεκπληρῶσαι τῷ λογισμῷ τὸ τῆς προθυμίας ἐλλιπὲς ἐπ᾽ ὀλίγων γίνεσθαι. [3] διὸ καὶ τότε δικαίως ἄν τις τὴν μὲν Ἀττάλου καὶ Ῥοδίων ὀλιγοπονίαν καταμέμψαιτο, τὸ δὲ Φιλίππου βασιλικὸν καὶ μεγαλόψυχον καὶ τὸ τῆς προθέσεως ἐπίμονον ἀποδέξαιτο, οὐχ ὡς καθόλου τὸν τρόπον ἐπαινῶν, ἀλλ᾽ ὡς τὴν πρὸς τὸ παρὸν ὁρμὴν ἐπισημαινόμενος. ποιοῦμαι δὲ τὴν τοιαύτην διαστολήν, [4] ἵνα μή τις ἡμᾶς ὑπολάβῃ μαχόμενα λέγειν ἑαυτοῖς, ἄρτι μὲν ἐπαινοῦντας Ἄτταλον καὶ Ῥοδίους, Φίλιππον δὲ καταμεμφομένους, νῦν δὲ τοὐναντίον. [5] τούτου γὰρ χάριν ἐν ἀρχαῖς τῆς πραγματείας διεστειλάμην, φήσας ἀναγκαῖον εἶναι ποτὲ μὲν εὐλογεῖν, ποτὲ δὲ ψέγειν τοὺς αὐτούς, [6] ἐπειδὴ πολλάκις μὲν αἱ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ῥοπαὶ καὶ περιστάσεις ἀλλοιοῦσι τὰς προαιρέσεις τῶν ἀνθρώπων, πολλάκις δ᾽ αἱ πρὸς τὸ βέλτιον, [7] ἔστι δ᾽ ὅτε κατὰ τὴν ἰδίαν φύσιν ἄνθρωποι ποτὲ μὲν ἐπὶ τὸ δέον ὁρμῶσι, ποτὲ δ᾽ ἐπὶ τοὐναντίον. ὧν ἕν τί μοι δοκεῖ καὶ τότε γεγονέναι περὶ τὸν Φίλιππον: [8] ἀσχάλλων γὰρ ἐπὶ τοῖς γεγονόσιν ἐλαττώμασι, καὶ τὸ πλεῖον ὀργῇ καὶ θυμῷ χρώμενος, παραστατικῶς καὶ δαιμονίως ἐνήρμοσεν εἰς τοὺς ἐνεστῶτας καιρούς, καὶ τούτῳ τῷ τρόπῳ κατανέστη τῶν Ῥοδίων καὶ τοῦ βασιλέως Ἀττάλου, καὶ καθίκετο τῶν ἑξῆς πράξεων. [9] ταῦτα μὲν οὖν προήχθην εἰπεῖν διὰ τὸ τινὰς μὲν πρὸς τῷ τέρματι, καθάπερ οἱ κακοὶ τῶν σταδιέων, ἐγκαταλιπεῖν τὰς ἑαυτῶν προθέσεις, τινὰς δ᾽ ἐν τούτῳ μάλιστα νικᾶν τοὺς ἀντιπάλους. —

  [1] ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας. — ἵνα, [2] ἐὰν πρόθηται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον. — [3]

  [1] τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν τῶν πόλεων τὸ μὲν διὰ πλειόνων ἐξαριθμεῖσθαι μάταιον εἶναί μοι δοκεῖ διὰ τὸ πάντας, ὧν καὶ μικρὸν ὄφελος, ἱστορηκέναι διὰ τὴν ἰδιότητα τῶν τόπων: [4] κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον εἶναι νομίζω πρὸς τὸ παρόν. [5] γνοίη δ᾽ ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τ�
�ς παραθέσεως καὶ συγκρίσεως τῶν λέγεσθαι μελλόντων. [6] καθάπερ γὰρ οὐδ᾽ ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγορευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθ᾽ ἡμᾶς θάλατταν εἰσπλεῦσαι μὴ οὐχὶ διὰ τοῦ καθ᾽ Ἡρακλέους στήλας περαιωθέντα στόματος, [7] οὕτως οὐδ᾽ ἐκ τῆς καθ᾽ ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστήματος ποιησάμενον τὸν εἴσπλουν. [8] ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμβαίνει τὸν καθ᾽ Ἡρακλέους στήλας πόρον τοῦ κατὰ τὸν Ἑλλήσποντον: [9] ὁ μὲν γάρ ἐστιν ἑξήκοντα σταδίων, ὁ δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω θάλατταν τῆς καθ᾽ ἡμᾶς. [10] εὐκαιρότερον μέντοι γε τοῦ καθ᾽ Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ τὴν Ἄβυδον. [11] τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπ᾽ ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπ᾽ ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς: [12] τὸ δὲ καθ᾽ Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώπης καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης. [13] αὐτὴ δ᾽ ἡ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου τοὺς ἐνορμοῦντας. [14] ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον. οὐ μὴν ἀλλ᾽ ὅ γε Φίλιππος τὰ μὲν ἀποσταυρώσας, τὰ δὲ περιχαρακώσας τοὺς Ἀβυδηνοὺς ἐπολιόρκει καὶ κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. [2] ἡ δὲ πρᾶξις αὕτη κατὰ μὲν τὸ μέγεθος τῆς παρασκευῆς καὶ τὴν ποικιλίαν τῶν ἐν τοῖς ἔργοις ἐπινοημάτων, δι᾽ ὧν οἵ τε πολιορκοῦντες καὶ πολιορκούμενοι πρὸς ἀλλήλους εἰώθασιν ἀντιμηχανᾶσθαι καὶ φιλοτεχνεῖν, οὐ γέγονε θαυμάσιος, [3] κατὰ δὲ τὴν γενναιότητα τῶν πολιορκουμένων καὶ τὴν ὑπερβολὴν τῆς εὐψυχίας, εἰ καί τις ἄλλη, μνήμης ἀξία καὶ παραδόσεως. [4] τὰς μὲν γὰρ ἀρχὰς πιστεύοντες αὑτοῖς οἱ τὴν Ἄβυδον κατοικοῦντες ὑπέμενον ἐρρωμένως τὰς τοῦ Φιλίππου παρασκευάς, καὶ τῶν τε κατὰ θάλατταν προσαχθέντων μηχανημάτων τὰ μὲν τοῖς πετροβόλοις τύπτοντες διεσάλευσαν, τὰ δὲ τῷ πυρὶ διέφθειραν, οὕτως ὥστε καὶ τὰς ναῦς μόλις ἀνασπάσαι τοὺς πολεμίους ἐκ τοῦ κινδύνου. [5] τοῖς δὲ κατὰ γῆν ἔργοις ἕως μέν τινος προσαντεῖχον εὐψύχως, οὐκ ἀπελπίζοντες κατακρατήσειν τῶν πολεμίων. [6] ἐπειδὴ δὲ τὸ μὲν ἐκτὸς τοῦ τείχους ἔπεσε διὰ τῶν ὀρυγμάτων, μετὰ δὲ ταῦτα διὰ τῶν μετάλλων ἤγγιζον οἱ Μακεδόνες τῷ κατὰ τὸ πεπτωκὸς ὑπὸ τῶν ἔνδοθεν ἀντῳκοδομημένῳ τείχει, [7] τὸ τηνικάδε πέμψαντες πρεσβευτὰς Ἰφιάδην καὶ Παντάγνωτον ἐκέλευον παραλαμβάνειν τὸν Φίλιππον τὴν πόλιν, τοὺς μὲν στρατιώτας ὑποσπόνδους ἀφέντα τοὺς παρὰ Ῥοδίων καὶ παρ᾽ Ἀττάλου, τὰ δ᾽ ἐλεύθερα τῶν σωμάτων ἐάσαντα σῴζεσθαι κατὰ δύναμιν οὗ ποτ᾽ ἂν ἕκαστος προαιρῆται μετὰ τῆς ἐσθῆτος τῆς περὶ τὸ σῶμα. [8] τοῦ δὲ Φιλίππου προστάττοντος περὶ πάντων ἐπιτρέπειν

 

‹ Prev