by Polybius
[1] ἢ μάχεσθαι γενναίως, οὗτοι μὲν ἐπανῆλθον. οἱ δ᾽ Ἀβυδηνοὶ πυθόμενοι τὰ λεγόμενα, συνελθόντες εἰς ἐκκλησίαν ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων ἀπονοηθέντες ταῖς γνώμαις. [2] ἔδοξεν οὖν αὐτοῖς πρῶτον μὲν τοὺς δούλους ἐλευθεροῦν, ἵνα συναγωνιστὰς ἔχοιεν ἀπροφασίστους, ἔπειτα συναθροῖσαι τὰς μὲν γυναῖκας εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἁπάσας, τὰ δὲ τέκνα σὺν ταῖς τροφοῖς εἰς τὸ γυμνάσιον, [3] ἑξῆς δὲ τούτοις τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν ἀγορὰν συναγαγεῖν, ὁμοίως δὲ καὶ τὸν ἱματισμὸν τὸν ἀξιόλογον εἰς τὴν τετρήρη τὴν τῶν Ῥοδίων καὶ τὴν τριήρη τὴν τῶν Κυζικηνῶν. [4] ταῦτα δὲ προθέμενοι καὶ πράξαντες ὁμοθυμαδὸν κατὰ τὸ δόγμα πάλιν συνηθροίσθησαν εἰς τὴν ἐκκλησίαν, καὶ πεντήκοντα προεχειρίσαντο τῶν πρεσβυτέρων ἀνδρῶν καὶ μάλιστα πιστευομένων, ἔτι δὲ τὴν σωματικὴν δύναμιν ἐχόντων πρὸς τὸ δύνασθαι τὸ κριθὲν ἐπιτελεῖν, [5] καὶ τούτους ἐξώρκισαν ἐναντίον ἁπάντων τῶν πολιτῶν ἦ μήν, ἐὰν ἴδωσι τὸ διατείχισμα καταλαμβανόμενον ὑπὸ τῶν ἐχθρῶν, κατασφάξειν μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας, ἐμπρήσειν δὲ τὰς προειρημένας ναῦς, ῥίψειν δὲ κατὰ τὰς ἀρὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν εἰς τὴν θάλατταν. [6] μετὰ δὲ ταῦτα παραστησάμενοι τοὺς ἱερέας ὤμνυον πάντες ἢ κρατήσειν τῶν ἐχθρῶν ἢ τελευτήσειν μαχόμενοι περὶ τῆς πατρίδος. [7] ἐπὶ δὲ πᾶσι σφαγιασάμενοι κατάρας ἠνάγκασαν ἐπὶ τῶν ἐμπύρων ποιεῖσθαι τοὺς ἱερέας καὶ τὰς ἱερείας περὶ τῶν προειρημένων. [8] ταῦτα δ᾽ ἐπικυρώσαντες τοῦ μὲν ἀντιμεταλλεύειν τοῖς πολεμίοις ἀπέστησαν, ἐπὶ δὲ τοιαύτην γνώμην κατέστησαν ὥστ᾽ ἐπειδὰν πέσῃ τὸ διατείχισμα, τότ᾽ ἐπὶ τοῦ πτώματος διαμάχεσθαι καὶ διαποθνήσκειν πρὸς τοὺς βιαζομένους.
[1] ἐξ ὧν εἴποι τις ἂν καὶ τὴν λεγομένην Φωκικὴν ἀπόνοιαν καὶ τὴν Ἀκαρνάνων εὐψυχίαν ὑπερηρκέναι τὴν τῶν Ἀβυδηνῶν τόλμαν. [2] Φωκεῖς τε γὰρ δοκοῦσι τὰ παραπλήσια βουλεύσασθαι περὶ τῶν ἀναγκαίων, οὐκ εἰς τέλος ἀπηλπισμένας ἔχοντες τὰς τοῦ νικᾶν ἐλπίδας διὰ τὸ μέλλειν ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς Θετταλοὺς ἐν τοῖς ὑπαίθροις ἐκ παρατάξεως: ὁμοίως δὲ καὶ τὸ τῶν Ἀκαρνάνων ἔθνος, [3] ὅτε προιδόμενοι τὴν Αἰτωλῶν ἔφοδον, ἐβουλεύσαντο παραπλήσια περὶ τῶν ἐνεστώτων: ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἱστορήκαμεν. [4] Ἀβυδηνοὶ δέ, συγκεκλεισμένοι καὶ σχεδὸν ἀπηλπικότες τὴν σωτηρίαν, πανδημεὶ προείλοντο τῆς εἱμαρμένης τυχεῖν μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν μᾶλλον ἢ ζῶντες ἔτι πρόληψιν ἔχειν τοῦ πεσεῖσθαι τὰ σφέτερα τέκνα καὶ τὰς γυναῖκας ὑπὸ τὴν τῶν ἐχθρῶν ἐξουσίαν. [5] διὸ καὶ μάλιστ᾽ ἄν τις ἐπὶ τῆς Ἀβυδηνῶν περιπετείας μέμψαιτο τῇ τύχῃ, διότι τὰς μὲν τῶν προειρημένων συμφορὰς οἷον ἐλεήσασα παραυτίκα διωρθώσατο, περιθεῖσα τὴν νίκην ἅμα καὶ τὴν σωτηρίαν τοῖς ἀπηλπισμένοις, περὶ δ᾽ Ἀβυδηνῶν τὴν ἐναντίαν εἶχε διάληψιν. [6] οἱ μὲν γὰρ ἄνδρες ἀπέθανον, ἡ δὲ πόλις ἑάλω, τὰ δὲ τέκνα σὺν αὐταῖς μητράσιν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείρια.
[1] πεσόντος γὰρ τοῦ διατειχίσματος, ἐπιβάντες ἐπὶ τὸ πτῶμα κατὰ τοὺς ὅρκους διεμάχοντο τοῖς πολεμίοις οὕτω τετολμηκότως ὥστε τὸν Φίλιππον, καίπερ ἐκ διαδοχῆς προβαλόμενον τοὺς Μακεδόνας ἕως νυκτός, τέλος ἀποστῆναι τῆς μάχης, δυσελπιστήσαντα καὶ περὶ τῆς ὅλης ἐπιβολῆς. [2] οὐ γὰρ μόνον ἐπὶ τοὺς θνήσκοντας τῶν πολεμίων ἐπιβαίνοντες ἠγωνίζοντο μετὰ παραστάσεως οἱ προκινδυνεύοντες τῶν Ἀβυδηνῶν, οὐδὲ τοῖς ξίφεσι καὶ τοῖς δόρασιν αὐτοῖς ἐμάχοντο παραβόλως, [3] ἀλλ᾽ ὅτε τι τούτων ἀχρειωθὲν ἀδυνατήσειεν ἢ μετὰ βίας προοῖντ᾽ ἐκ τῶν χειρῶν, συμπλεκόμενοι τοῖς Μακεδόσιν οὓς μὲν ἀνέτρεπον ὁμοῦ τοῖς ὅπλοις, ὧν δὲ συντρίβοντες τὰς σαρίσας αὐτοῖς τοῖς ἐκείνων κλάσμασιν ἐκ διαλήψεως *** τύπτοντες αὐτῶν ταῖς ἐπιδορατίσι τὰ πρόσωπα καὶ τοὺς γυμνοὺς τόπους εἰς ὁλοσχερῆ διατροπὴν ἦγον. [4] ἐπιγενομένης δὲ τῆς νυκτὸς καὶ διαλυθείσης τῆς μάχης, τῶν μὲν πλείστων τεθνεώτων ἐπὶ τοῦ πτώματος, τῶν δὲ λοιπῶν ὑπὸ τοῦ κόπου καὶ τῶν τραυμάτων ἀδυνατούντων, συναγαγόντες ὀλίγους τινὰς τῶν πρεσβυτέρων Γλαυκίδης καὶ Θεόγνητος κατέβαλον τὸ σεμνὸν καὶ θαυμάσιον τῆς τῶν πολιτῶν προαιρέσεως διὰ τὰς ἰδίας ἐλπίδας: [5] ἐβουλεύσαντο γὰρ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ζωγρεῖν, ἅμα δὲ τῷ φωτὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἐκπέμπειν μετὰ στεμμάτων πρὸς τὸν Φίλιππον, δεησομένους καὶ παραδιδόντας αὐτῷ τὴν πόλιν.
[1] κατὰ δὲ τοὺς καιροὺς τούτους Ἄτταλος ὁ βασιλεὺς ἀκούσας πολιορκεῖσθαι τοὺς Ἀβυδηνούς, δι᾽ Αἰγαίου ποιησάμενος τὸν πλοῦν εἰς Τένεδον, ὁμοίως δὲ καὶ τῶν Ῥωμαίων Μάρκος Αἰμίλιος ὁ νεώτατος ἧκε καταπλέων εἰς αὐτὴν τὴν Ἄβυδον. [2] οἱ γὰρ Ῥωμαῖοι τὸ σαφὲς ἀκούσαντες ἐν τῇ Ῥόδῳ περὶ τῆς τῶν Ἀβυδηνῶν πολιορκίας καὶ βουλόμενοι πρὸς αὐτὸν τὸν Φίλιππον ποιήσασθαι τοὺς λόγους κατὰ τὰς ἐντολάς, ἐπιστήσαντες τὴν πρὸς τοὺς βασιλέας ὁρμὴν ἐξέπεμψαν τὸν προειρημένον, [3] ὃς καὶ συμμίξας περὶ τὴν Ἄβυδον διεσάφει τῷ βασιλεῖ διότι δέδοκται τῇ συγκλήτῳ παρακαλεῖν αὐτὸν μήτε τῶν Ἑλλήνων μηδενὶ πολεμεῖν
μήτε τοῖς Πτολεμαίου πράγμασιν ἐπιβάλλειν τὰς χεῖρας, περὶ δὲ τῶν εἰς Ἄτταλον καὶ Ῥοδίους ἀδικημάτων δίκας ὑποσχεῖν, [4] καὶ διότι ταῦτα μὲν οὕτω πράττοντι τὴν εἰρήνην ἄγειν ἐξέσται, μὴ βουλομένῳ δὲ πειθαρχεῖν ἑτοίμως ὑπάρξειν τὸν πρὸς Ῥωμαίους πόλεμον. [5] τοῦ δὲ Φιλίππου βουλομένου διδάσκειν ὅτι Ῥόδιοι τὰς χεῖρας ἐπιβάλοιεν αὐτῷ, μεσολαβήσας ὁ Μάρκος ἤρετο “τί δαὶ Ἀθηναῖοι; τί δαὶ Κιανοί; τί δαὶ νῦν Ἀβυδηνοί; καὶ τούτων τίς” ἔφη “σοὶ πρότερος ἐπέβαλε τὰς χεῖρας;” [6] ὁ δὲ βασιλεὺς ἐξαπορήσας κατὰ τρεῖς τρόπους ἔφησεν αὐτῷ συγγνώμην ἔχειν ὑπερηφάνως ὁμιλοῦντι, πρῶτον μὲν ὅτι νέος ἐστὶ καὶ πραγμάτων ἄπειρος, δεύτερον ὅτι κάλλιστος ὑπάρχει τῶν καθ᾽ αὑτὸν — καὶ γὰρ ἦν τοῦτο κατ᾽ ἀλήθειαν — μάλιστα δ᾽ ὅτι Ῥωμαῖος. [7] “ἐγὼ δὲ μάλιστα μὲν ἀξιῶ Ῥωμαίους” ἔφη “μὴ παραβαίνειν τὰς συνθήκας μηδὲ πολεμεῖν ἡμῖν: ἐὰν δὲ καὶ τοῦτο ποιῶσιν, ἀμυνούμεθα γενναίως, παρακαλέσαντες τοὺς θεούς”.
[1] οὗτοι μὲν οὖν ταῦτ᾽ εἰπόντες διεχωρίσθησαν ἀπ᾽ ἀλλήλων: [8] ὁ δὲ Φίλιππος κυριεύσας τῆς πόλεως, τὴν ὕπαρξιν ἅπασαν καταλαβὼν συνηθροισμένην ὑπὸ τῶν Ἀβυδηνῶν ἐξ ἑτοίμου παρέλαβε. [9] θεωρῶν δὲ τὸ πλῆθος καὶ τὴν ὁρμὴν τῶν σφᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἀποσφαττόντων, κατακαόντων, ἀπαγχόντων, εἰς τὰ φρέατα ῥιπτούντων, κατακρημνιζόντων ἀπὸ τῶν τεγῶν, [10] ἐκπλαγὴς ἦν, καὶ διαλγῶν ἐπὶ τοῖς γινομένοις παρήγγειλε διότι τρεῖς ἡμέρας ἀναστροφὴν δίδωσι τοῖς βουλομένοις ἀπάγχεσθαι καὶ σφάττειν αὑτούς. [11] οἱ δ᾽ Ἀβυδηνοί, προδιειληφότες ὑπὲρ αὑτῶν κατὰ τὴν ἐξ ἀρχῆς στάσιν, καὶ νομίζοντες οἷον εἰ προδόται γίνεσθαι τῶν ὑπὲρ τῆς πατρίδος ἠγωνισμένων καὶ τεθνεώτων, οὐδαμῶς ὑπέμενον τὸ ζῆν, ὅσοι μὴ δεσμοῖς ἢ τοιαύταις ἀνάγκαις προκατελήφθησαν: [12] οἱ δὲ λοιποὶ πάντες ὥρμων ἀμελλήτως κατὰ συγγενείας ἐπὶ τὸν θάνατον. — ὅτι παρῆσαν μετὰ τὴν ἅλωσιν Ἀβύδου παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταί, παρακαλοῦντες τὸν δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον διαλύσεις. [2] οἷς ἐπελθόντων τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποιεῖσθαι διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχάζεσθαι τῆς τούτων φιλίας. —
[1] ὁ δὲ Φιλοποίμην ἐξελογίσατο τὰ διαστήματα τῶν Ἀχαϊκῶν πόλεων ἁπασῶν καὶ ποῖαι δύνανται κατὰ τὰς αὐτὰς ὁδοὺς εἰς τὴν Τεγέαν παραγίνεσθαι. λοιπὸν ἐπιστολὰς ἔγραψε πρὸς πάσας τὰς πόλεις, [2] καὶ ταύτας διέδωκε ταῖς πορρωτάτω πόλεσι, μερίσας οὕτως ὥστε καθ᾽ ἑκάστην ἔχειν μὴ μόνον τὰς ἑαυτῆς, ἀλλὰ καὶ τὰς τῶν ἄλλων πόλεων, ὅσαι κατὰ τὴν αὐτὴν ὁδὸν ἔπιπτον. [3] ἐγέγραπτο δ᾽ ἐν ταῖς πρώταις τοῖς ἀποτελείοις τοιαῦτα. “ὅταν κομίσησθε τὴν ἐπιστολήν, παραχρῆμα ποιήσασθε τοὺς ἐν ταῖς ἡλικίαις ἔχοντας τὰ ὅπλα καὶ πένθ᾽ ἡμερῶν ἐφόδια καὶ πέντ᾽ ἀργύριον, ἁθροίζεσθαι παραυτίκα πάντας εἰς τὴν ἀγοράν. [4] ἐπειδὰν δὲ συλλεχθῶσιν οἱ παρόντες, ἀναλαβόντες αὐτοὺς ἄγετ᾽ εἰς τὴν ἑξῆς πόλιν: ὅταν δ᾽ ἐκεῖ παραγένησθε, τὴν ἐπιστολὴν ἀπόδοτε τὴν ἐπιγεγραμμένην τῷ παρ᾽ ἐκείνων ἀποτελείῳ καὶ πειθαρχεῖτε τοῖς ἐγγεγραμμένοις” [5] . ἐγγέγραπτο δ᾽ ἐν ταύτῃ ταὐτὰ τοῖς πρόσθεν, πλὴν διότι τὸ τῆς ἑξῆς κειμένης ὄνομα πόλεως οὐ ταὐτὸν εἶχεν, εἰς ἣν ἔδει προάγειν. [6] τοιούτου δὲ τοῦ χειρισμοῦ γενομένου κατὰ τὸ συνεχές, πρῶτον μὲν οὐδεὶς ἐγίνωσκε πρὸς τίνα πρᾶξιν ἢ πρὸς ποίαν ἐπιβολήν ἐστιν ἡ παρασκευή, εἶτα ποῦ πορεύεται, πλὴν τῆς ἑξῆς πόλεως, οὐδεὶς ἁπλῶς ᾔδει, [7] πάντες δὲ διαποροῦντες καὶ παραλαμβάνοντες ἀλλήλους προῆγον εἰς τοὔμπροσθεν. [8] τῷ δὲ μὴ τὸ ἴσον ἀπέχειν τῆς Τεγέας τὰς πορρωτάτω κειμένας πόλεις οὐχ ἅμα πάσαις ἀπεδόθη τὰ γράμματα ταύταις, ἀλλὰ κατὰ λόγον ἑκάσταις. [9] ἐξ ὧν συνέβη, μήτε τῶν Τεγεατῶν εἰδότων τὸ μέλλον μήτε τῶν παραγινομένων, ἅμα πάντας τοὺς Ἀχαιοὺς καὶ κατὰ πάσας τὰς πύλας εἰς τὴν Τεγέαν εἰσπο