Book Read Free

Delphi Complete Works of Polybius

Page 289

by Polybius


  [1] οὗτοι μὲν οὖν ἐπανῄεσαν βουλευσόμενοι περὶ τῶν προειρημένων: [2] οἱ δὲ περὶ τὸν Ἐχέδημον συμμίξαντες τοῖς ἀποκλήτοις ἐβουλεύοντο περὶ τῶν προειρημένων. [3] ἦν δὲ τῶν ἐπιταττομένων τὸ μὲν ἀδύνατον διὰ τὸ πλῆθος τῶν χρημάτων, τὸ δὲ φοβερὸν διὰ τὸ πρότερον αὐτοὺς ἀπατηθῆναι, καθ᾽ ὃν καιρὸν ἐπινεύσαντες ὑπὲρ τῆς ἐπιτροπῆς παρὰ μικρὸν εἰς τὴν ἅλυσιν ἐνέπεσον. [4] διόπερ ἀπορούμενοι καὶ δυσχρηστούμενοι περὶ ταῦτα πάλιν ἐξέπεμπον τοὺς αὐτοὺς δεησομένους ἢ τῶν χρημάτων ἀφελεῖν, ἵνα δύνωνται τελεῖν, ἢ τῆς ἐπιτροπῆς ἐκτὸς ποιῆσαι τοὺς πολιτικοὺς ἄνδρας καὶ τὰς γυναῖκας. [5] οἳ καὶ συμμίξαντες τοῖς περὶ τὸν Πόπλιον διεσάφουν τὰ δεδογμένα. [6] τοῦ δὲ Λευκίου φήσαντος ἐπὶ τούτοις ἔχειν παρὰ τῆς συγκλήτου τὴν ἐξουσίαν, ἐφ᾽ οἷς ἀρτίως εἶπεν, οὗτοι μὲν αὖθις ἐπανῆλθον, [7] οἱ δὲ περὶ τὸν Ἐχέδημον ἐπακολουθήσαντες εἰς τὴν Ὑπάταν συνεβούλευσαν τοῖς Αἰτωλοῖς, ἐπεὶ τὰ τῆς διαλύσεως ἐμποδίζοιτο κατὰ τὸ παρόν, ἀνοχὰς αἰτησαμένους καὶ τῶν ἐνεστώτων κακῶν ὑπέρθεσιν ποιησαμένους πρεσβεύειν πρὸς τὴν σύγκλητον, κἂν μὲν ἐπιτυγχάνωσι περὶ τῶν ἀξιουμένων: [8] εἰ δὲ μή, τοῖς καιροῖς ἐφεδρεύειν. [9] χείρω μὲν γὰρ ἀδύνατον γενέσθαι τῶν ὑποκειμένων τὰ περὶ σφᾶς, βελτίω γε μὴν οὐκ ἀδύνατον διὰ πολλὰς αἰτίας. [10] φανέντων δὲ καλῶς λέγειν τῶν περὶ τὸν Ἐχέδημον, ἔδοξε πρεσβεύειν τοῖς Αἰτωλοῖς ὑπὲρ τῶν ἀνοχῶν. [11] ἀφικόμενοι δὲ πρὸς τὸν Λεύκιον ἐδέοντο συγχωρηθῆναι σφίσι κατὰ τὸ παρὸν ἑξαμήνους ἀνοχάς, ἵνα πρεσβεύσωσι πρὸς τὴν σύγκλητον. [12] ὁ δὲ Πόπλιος, πάλαι πρὸς τὰς κατὰ τὴν Ἀσίαν πράξεις παρωρμημένος, ταχέως ἔπεισε τὸν ἀδελφὸν ὑπακοῦσαι τοῖς ἀξιουμένοις. [13] γραφεισῶν δὲ τῶν ὁμολογιῶν, ὁ μὲν Μάνιος, λύσας τὴν πολιορκίαν καὶ παραδοὺς ἅπαν τὸ στράτευμα καὶ τὰς χορηγίας τοῖς περὶ τὸν Λεύκιον, εὐθέως ἀπηλλάττετο μετὰ τῶν χιλιάρχων εἰς τὴν Ῥώμην.

  [1] III. Res Asiae οἱ δὲ Φωκαιεῖς, τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευόμενοι, τὰ δὲ τὰς ἐπιταγὰς δυσχερῶς φέροντες, ἐστασίαζον. — [2]

  [1] ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους οἱ τῶν Φωκαιέων ἄρχοντες, δεδιότες τάς τε τῶν πολλῶν ὁρμὰς διὰ τὴν σιτοδείαν καὶ τὴν τῶν Ἀντιοχιστῶν φιλοτιμίαν, ἐξέπεμψαν πρεσβευτὰς πρὸς Σέλευκον, ὄντα πρὸς τοῖς ὅροις τῆς χώρας αὐτῶν, [3] ἀξιοῦντες μὴ πελάζειν τῆς πόλεως, ὅτι πρόκειται σφίσι τὴν ἡσυχίαν ἄγειν καὶ καραδοκεῖν τὴν τῶν ὅλων κρίσιν, μετὰ δὲ ταῦτα πειθαρχεῖν τοῖς εἰρημένοις. [4] ἦσαν δὲ τῶν πρεσβευτῶν ἴδιοι μὲν τοῦ Σελεύκου καὶ ταύτης τῆς ὑποθέσεως Ἀρίσταρχος καὶ Κάσσανδρος καὶ Ῥόδων, ἐναντίοι δὲ καὶ πρὸς Ῥωμαίους ἀπονενευκότες Ἡγίας καὶ Γελίας. [5] ὧν συμμιξάντων ὁ Σέλευκος εὐθέως τοὺς μὲν περὶ τὸν Ἀρίσταρχον ἀνὰ χεῖρας εἶχε, τοὺς δὲ περὶ τὸν Ἡγίαν παρεώρα. [6] πυθόμενος δὲ τὴν ὁρμὴν τῶν πολλῶν καὶ τὴν σπάνιν τοῦ σίτου, παρεὶς τὸν χρηματισμὸν καὶ τὴν ἔντευξιν τῶν παραγεγονότων προῆγε πρὸς τὴν πόλιν. — [7] ἐξελθόντες μὲν Γάλλοι δύο μετὰ τύπων καὶ προστηθιδίων ἐδέοντο μηδὲν ἀνήκεστον βουλεύεσθαι περὶ τῆς πόλεως. — πυρφόρος, ᾧ ἐχρήσατο Παυσίστρατος ὁ τῶν Ῥοδίων ναύαρχος. [2] ἦν δὲ κημός: ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς πρώρρας ἀγκύλαι δύο παρέκειντο παρὰ τὴν ἐντὸς ἐπιφάνειαν τῶν τοίχων, εἰς ἃς ἐνηρμόζοντο κοντοὶ προτείνοντες τοῖς κέρασιν εἰς θάλατταν. [3] ἐπὶ δὲ τὸ τούτων ἄκρον ὁ κημὸς ἁλύσει σιδηρᾷ προσήρτητο πλήρης πυρός, [4] ὥστε κατὰ τὰς ἐμβολὰς καὶ παραβολὰς εἰς μὲν τὴν πολεμίαν ναῦν ἐκτινάττεσθαι πῦρ, ἀπὸ δὲ τῆς οἰκείας πολὺν ἀφεστάναι τόπον διὰ τὴν ἔγκλισιν. — [5]

  [1] ὅτι Παμφιλίδας ὁ τῶν Ῥοδίων ναύαρχος ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ Παυσιστράτου διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στασιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν. [6] ἀγαθοὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ᾽ ἐκ τῶν συμβαινόντων ποιεῖσθαι τὰς διαλήψεις. [7] ἄρτι γὰρ δι᾽ αὐτὸ τοῦτο προκεχειρισμένοι τὸν Παυσίστρατον, διὰ τὸ πρᾶξιν ἔχειν τινὰ καὶ τόλμαν, παραχρῆμα μετέπιπτον εἰς τἀναντία ταῖς γνώμαις διὰ τὴν περιπέτειαν. — ὅτι κατὰ τὸν καιρὸν τοῦτον εἰς τὴν Σάμον προσέπεσε γράμματα τοῖς περὶ τὸν Λεύκιον καὶ τὸν Εὐμένη παρά τε τοῦ Λευκίου τοῦ τὴν ὕπατον ἀρχὴν ἔχοντος καὶ παρὰ Ποπλίου Σκιπίωνος, [2] δηλοῦντα τὰς πρὸς τοὺς Αἰτωλοὺς γεγενημένας συνθήκας ὑπὲρ τῶν ἀνοχῶν καὶ τὴν ἐπὶ τὸν Ἑλλήσποντον πορείαν τῶν πεζικῶν στρατοπέδων. [3] ὁμοίως δὲ καὶ τοῖς περὶ τὸν Ἀντίοχον καὶ Σέλευκον ταῦτα διεσαφεῖτο παρὰ τῶν Αἰτωλῶν. —

  [1] ὅτι Διοφάνης ὁ Μεγαλοπολίτης μεγάλην ἕξιν εἶχεν ἐν τοῖς πολεμικοῖς διὰ τὸ πολυχρονίου γεγονότος τοῦ πρὸς Νάβιν πολέμου τοῖς Μεγαλοπολίταις ἀστυγείτονος πάντα συνεχῶς τὸν χρόνον ὑπὸ τὸν Φιλοποίμενα τεταγμένος τριβὴν ἐσχηκέναι τῶν κατὰ πόλεμον ἔργων ἀληθινήν. [2] χωρίς τε τούτων κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν σωματικὴν χρείαν ἦν ὁ προειρημένος ἀνὴρ δυνατὸς καὶ καταπληκτικός. [3] τὸ δὲ κυριώτατον, πρὸς πόλεμον ὑπῆρχεν ἀνὴρ ἀγαθὸς καὶ τοῖς ὅπλοις ἐχ
ρῆτο διαφερόντως. —

  [1] ὅτι Ἀντίοχος ὁ βασιλεὺς εἰς τὸν Πέργαμον ἐμβαλών, πυθόμενος δὲ τὴν παρουσίαν Εὐμένους τοῦ βασιλέως καὶ θεωρῶν οὐ μόνον τὰς ναυτικάς, ἀλλὰ καὶ τὰς πεζικὰς δυνάμεις ἐπ᾽ αὐτὸν παραγινομένας, ἐβουλεύετο λόγους ποιήσασθαι περὶ διαλύσεως ὁμοῦ πρός τε Ῥωμαίους καὶ τὸν Εὐμένη καὶ τοὺς Ῥοδίους. [2] ἐξάρας οὖν ἅπαντι τῷ στρατεύματι παρῆν πρὸς τὴν Ἐλαίαν καὶ λαβὼν λόφον τινὰ καταντικρὺ τῆς πόλεως τὸ μὲν πεζικὸν ἐπὶ τούτου κατέστησε, τοὺς δ᾽ ἱππεῖς παρ᾽ αὐτὴν τὴν πόλιν παρενέβαλε, πλείους ὄντας ἑξακισχιλίων. [3] αὐτὸς δὲ μεταξὺ τούτων γενόμενος διεπέμπετο πρὸς τοὺς περὶ τὸν Λεύκιον εἰς τὴν πόλιν ὑπὲρ διαλύσεων. [4] ὁ δὲ στρατηγὸς ὁ τῶν Ῥωμαίων συναγαγὼν τούς τε Ῥοδίους καὶ τὸν Εὐμένην ἠξίου λέγειν περὶ τῶν ἐνεστώτων τὸ φαινόμενον. [5] οἱ μὲν οὖν περὶ τὸν Εὔδαμον καὶ Παμφιλίδαν οὐκ ἀλλότριοι τῆς διαλύσεως ἦσαν: ὁ δὲ βασιλεὺς οὔτ᾽ εὐσχήμονα τὴν διάλυσιν οὔτε δυνατὴν ἔφησε κατὰ τὸ παρὸν εἶναι. [6] “εὐσχήμονα γάρ” ἔφη “πῶς οἷόν τε γίνεσθαι τὴν ἔκβασιν, ἐὰν τειχήρεις ὄντες ποιώμεθα τὰς διαλύσεις; [7] “ καὶ μὴν οὐδὲ δυνατὴν ἔφησε κατὰ τὸ παρόν: “πῶς γὰρ ἐνδέχεται, μὴ προσδεξαμένους ὕπατον, ἄνευ τῆς ἐκείνου γνώμης βεβαιῶσαι τὰς ὁμολογηθείσας συνθήκας; [8] χωρίς τε τούτων, ἐὰν ὅλως γένηταί τι σημεῖον ὁμολογίας πρὸς Ἀντίοχον, οὔτε τὰς ναυτικὰς δυνάμεις δυνατὸν ἐπανελθεῖν δήπουθεν εἰς τὴν ἰδίαν οὔτε τὰς πεζικάς, ἐὰν μὴ πρότερον ὅ τε δῆμος ἥ τε σύγκλητος ἐπικυρώσῃ τὰ δοχθέντα. [9] λείπεται δὴ καραδοκοῦντας τὴν ἐκείνων ἀπόφασιν παραχειμάζειν ἐνθάδε καὶ πράττειν μὲν μηδέν, ἐκδαπανᾶν δὲ τὰς τῶν ἰδίων συμμάχων χορηγίας καὶ παρασκευάς: [10] ἔπειτ᾽, ἂν μὴ σφίσι παρῇ τῇ συγκλήτῳ διαλύεσθαι, καινοποιεῖν πάλιν ἀπ᾽ ἀρχῆς τὸν πόλεμον, παρέντας τοὺς ἐνεστῶτας καιρούς, ἐν οἷς δυνάμεθα θεῶν βουλομένων πέρας ἐπιθεῖναι τοῖς ὅλοις. [11] “ ὁ μὲν οὖν Εὐμένης ταῦτ᾽ εἶπεν: ὁ δὲ Λεύκιος ἀποδεξάμενος τὴν συμβουλίαν, ἀπεκρίθη τοῖς περὶ τὸν Ἀντίοχον ὅτι πρὸ τοῦ τὸν ἀνθύπατον ἐλθεῖν οὐκ ἐνδέχεται γενέσθαι τὰς διαλύσεις. [12] ὧν ἀκούσαντες οἱ περὶ τὸν Ἀντίοχον παραυτίκα μὲν ἐδῄουν τὴν τῶν Ἐλαϊτῶν χώραν: [13] ἑξῆς δὲ τούτοις Σέλευκος μὲν ἐπὶ τούτων ἔμεινε τῶν τόπων, Ἀντίοχος δὲ κατὰ τὸ συνεχὲς ἐπιπορευόμενος ἐνέβαλεν εἰς τὸ Θήβης καλούμενον πεδίον, [14] καὶ παραβεβληκὼς εἰς χώραν εὐδαίμονα καὶ γέμουσαν ἀγαθῶν ἐπλήρου τὴν στρατιὰν παντοδαπῆς λείας. —

  [1] ὅτι Ἀντίοχος ὁ βασιλεὺς παραγενόμενος εἰς τὰς Σάρδεις ἀπὸ τῆς προρρηθείσης στρατείας διεπέμπετο συνεχῶς πρὸς Προυσίαν, παρακαλῶν αὐτὸν εἰς τὴν σφετέραν συμμαχίαν. [2] ὁ δὲ Προυσίας κατὰ μὲν τοὺς ἀνώτερον χρόνους οὐκ ἀλλότριος ἦν τοῦ κοινωνεῖν τοῖς περὶ τὸν Ἀντίοχον: πάνυ γὰρ ἐδεδίει τοὺς Ῥωμαίους, μὴ ποιῶνται τὴν εἰς Ἀσίαν διάβασιν ἐπὶ καταλύσει πάντων τῶν δυναστῶν. [3] παραγενομένης δ᾽ ἐπιστολῆς αὐτῷ παρά τε Λευκίου καὶ Ποπλίου τῶν ἀδελφῶν, κομισάμενος ταύτην καὶ διαναγνοὺς ἐπὶ ποσὸν ἔστη τῇ διανοίᾳ καὶ προείδετο τὸ μέλλον ἐνδεχομένως, [4] ἅτε τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κεχρημένων καὶ πολλοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν ἐγγράπτων. [5] οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔφερον ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων Ῥωμαίων, [6] δι᾽ ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι τινὸς τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ τινὰς μὲν καὶ προσκατεσκευακότες αὐτοὶ δυνάστας, ἐνίους δ᾽ ηὐξηκότες καὶ πολλαπλασίους αὐτῶν τὰς ἀρχὰς πεποιηκότες. [7] ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδοβάλην καὶ Κολίχαντα προεφέροντο, κατὰ δὲ τὴν Λιβύην Μασαννάσαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις Πλευρᾶτον: [8] οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογουμένως. [9] ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυκέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον: [10] Νάβιν δὲ δυνηθέντες ἄρδην ἐπανελέσθαι, τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δ᾽ αὐτοῦ, καίπερ ὄντος τυράννου, λαβόντες πίστεις τὰς εἰθισμένας. [11] εἰς ἃ βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δ᾽ αἱρεῖσθαι τὰ Ῥωμαίων: ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν. [12] ὧν ὁ Προυσίας διακούσας ἐπ᾽ ἄλλης ἐγένετο γνώμης. ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντίοχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδράσιν. [13] Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς Ἔφεσον καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διά

  [1] βασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας ἀποτρίβεσθαι *** βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θ
άλατταν κινδύνων. — Πολύβιος: οἱ δὲ πειραταὶ θεασάμενοι τὸν ἐπίπλουν τῶν Ῥωμαϊκῶν πλοίων, ἐκ μεταβολῆς ἐποιοῦντο τὴν ἀναχώρησιν. — ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν γενομένην ἧτταν ἐν ταῖς Σάρδεσιν παριεὶς τοὺς καιροὺς καὶ καταμέλλων ἐν τοῖς ὅλοις, [2] ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ δυσελπιστήσας ἔκρινεν διαπέμπεσθαι πρὸς τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον ὑπὲρ διαλύσεων. [3] προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς: [4] ὁμοίως δὲ κἄν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ τὸν ἐνεστῶτα πόλεμον. [5] πρὸς δὲ τούτοις ὅτι τὴν ἡμίσειαν δώσει τῆς γεγενημένης σφίσι δαπάνης εἰς τὴν πρὸς αὐτὸν διαφοράν. [6] ταύτας μὲν οὖν ὁ πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν. [7] ἀφικόμενος δ᾽ εἰς τὸν Ἑλλήσποντον ὁ προειρημένος πρεσβευτὴς καὶ καταλαβὼν τοὺς Ῥωμαίους μένοντας ἐπὶ τῆς στρατοπεδείας, οὗ πρῶτον κατεσκήνωσαν ἀπὸ τῆς διαβάσεως, [8] τὰς μὲν ἀρχὰς ἥσθη, νομίζων αὑτῷ συνεργὸν εἶναι πρὸς τὴν ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς μηδὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους, [9] πυθόμενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσχρήστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν πραγμάτων ἐν τῇ ‘κείνου προαιρέσει. [10] αἴτιον δ᾽ ἦν καὶ τοῦ μένειν τὸ στρατόπεδον ἐπὶ τῆς πρώτης παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πόπλιον ἀπὸ τῶν δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον ἄνδρα. τοῦτο δ᾽ ἔστιν, [11] καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, δι᾽ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς: * [12] ** τριακονθήμερον μὴ μεταβαίνειν κατὰ τὸν καιρὸν τῆς θυσίας, ἐν ᾗ ποτ᾽ ἂν χώρᾳ καταληφθῶσιν [οἱ σάλιοι οὗτοι]. [13] ὃ καὶ τότε συνέβη γενέσθαι Ποπλίῳ: τῆς γὰρ δυνάμεως μελλούσης περαιοῦσθαι κατέλαβεν αὐτὸν οὗτος ὁ χρόνος, ὥστε μὴ δύνασθαι μεταβαλεῖν τὴν χώραν. [14] διὸ συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιωθείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράττειν τῶν ἑξῆς μηθέν, προσαναδεχομένας τὸν προειρημένον ἄνδρα.

 

‹ Prev