by Polybius
[1] σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε τρεῖς ἡμέρας. [12] τῆς δὲ χορηγίας ἐλθούσης τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσι, τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξεν παρακομίζειν εἰς Ἀπάμειαν. αὐτὸς δὲ πυνθανόμενος τὸν ἐπὶ τῆς Πέργης καθεσταμένον ὑπ᾽ Ἀντιόχου φρούραρχον οὔτε τὴν φρουρὰν ἐξάγειν οὔτ᾽ αὐτὸν ἐκχωρεῖν ἐκ τῆς πόλεως, ὥρμησε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Πέργην. [2] ἐγγίζοντος δ᾽ αὐτοῦ τῇ πόλει, παρῆν ἀπαντῶν ὁ τεταγμένος ἐπὶ τῆς φρουρᾶς, ἀξιῶν καὶ δεόμενος μὴ προκαταγινώσκειν αὑτοῦ: [3] ποιεῖν γὰρ ἕν τι τῶν καθηκόντων: παραλαβὼν γὰρ ἐν πίστει παρ᾽ Ἀντιόχου τὴν πόλιν τηρεῖν ἔφη ταύτην, ἕως ἂν διασαφηθῇ πάλιν παρὰ τοῦ πιστεύσαντος τί δεῖ ποιεῖν: μέχρι δὲ τοῦ νῦν ἁπλῶς οὐδὲν αὐτῷ παρ᾽ οὐδενὸς ἀποδεδηλῶσθαι. [4] διόπερ ἠξίου τριάκονθ᾽ ἡμέρας χάριν τοῦ διαπεμψάμενος ἐρέσθαι τὸν βασιλέα τί δεῖ πράττειν. [5] ὁ δὲ Γνάιος, θεωρῶν τὸν Ἀντίοχον ἐν πᾶσι τοῖς ἄλλοις εὐσυνθετοῦντα, συνεχώρησε πέμπειν καὶ πυνθάνεσθαι τοῦ βασιλέως: καὶ μετά τινας ἡμέρας πυθόμενος παρέδωκε τὴν πόλιν. [6]
[1] κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ δέκα πρεσβευταὶ καὶ [ὁ] βασιλεὺς Εὐμένης εἰς Ἔφεσον κατέπλευσαν, ἤδη τῆς θερείας ἐναρχομένης: καὶ δύ᾽ ἡμέρας ἐκ τοῦ πλοῦ προσαναλαβόντες αὑτοὺς ἀνέβαινον εἰς τὴν Ἀπάμειαν. [7] ὁ δὲ Γνάιος, προσπεσούσης αὐτῷ τῆς τούτων παρουσίας, Λεύκιον μὲν τὸν ἀδελφὸν μετὰ τετρακισχιλίων ἐξαπέστειλε πρὸς τοὺς Ὀροανδεῖς, πειθανάγκης ἔχοντας διάθεσιν χάριν τοῦ κομίσασθαι τὰ προσοφειλόμενα τῶν ὁμολογηθέντων χρημάτων, [8] αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἠπείγετο, σπεύδων συνάψαι τοῖς περὶ τὸν Εὐμένη. [9] παραγενόμενος δ᾽ εἰς τὴν Ἀπάμειαν καὶ καταλαβὼν τόν τε βασιλέα καὶ τοὺς δέκα, συνήδρευεν περὶ τῶν πραγμάτων. [10] ἔδοξεν οὖν αὐτοῖς κυρῶσαι πρῶτον τὰ πρὸς Ἀντίοχον ὅρκια καὶ τὰς συνθήκας, ὑπὲρ ὧν οὐδὲν ἂν δέοι πλείω διατίθεσθαι λόγον, ἀλλ᾽ ἐξ αὐτῶν τῶν ἐγγράπτων ποιεῖσθαι τὰς διαλήψεις. ἦν δὲ τοιαύτη τις ἡ τῶν κατὰ μέρος διάταξις: φιλίαν ὑπάρχειν Ἀντιόχῳ καὶ Ῥωμαίοις εἰς ἅπαντα τὸν χρόνον ποιοῦντι τὰ κατὰ τὰς συνθήκας. [2] μὴ διιέναι βασιλέα Ἀντίοχον καὶ τοὺς ὑποταττομένους διὰ τῆς αὑτῶν χώρας ἐπὶ Ῥωμαίους καὶ τοὺς συμμάχους πολεμίους μηδὲ χορηγεῖν αὐτοῖς μηδέν: [3] ὁμοίως δὲ καὶ Ῥωμαίους καὶ τοὺς συμμάχους ἐπ᾽ Ἀντίοχον καὶ τοὺς ὑπ᾽ ἐκεῖνον ταττομένους. [4] μὴ πολεμῆσαι δὲ Ἀντίοχον τοῖς ἐπὶ ταῖς νήσοις μηδὲ τοῖς κατὰ τὴν Εὐρώπην. [5] ἐκχωρείτω δὲ πόλεων καὶ χώρας * [6] **. μὴ ἐξαγέτω μηδὲν πλὴν τῶν ὅπλων ὧν φέρουσιν οἱ στρατιῶται: εἰ δέ τι τυγχάνουσιν ἀπενηνεγμένοι, καθιστάτωσαν πάλιν εἰς τὰς αὐτὰς πόλεις. [7] μηδ᾽ ὑποδεχέσθωσαν τοὺς ἐκ τῆς Εὐμένους τοῦ βασιλέως μήτε στρατιώτας μήτ᾽ ἄλλον μηδένα. [8] εἰ δέ τινες ἐξ ὧν ἀπολαμβάνουσιν οἱ Ῥωμαῖοι πόλεων μετὰ δυνάμεώς εἰσιν Ἀντιόχου, τούτους εἰς Ἀπάμειαν ἀποκαταστησάτωσαν. [9] τοῖς δὲ Ῥωμαίοις καὶ τοῖς συμμάχοις εἴ τινες εἶεν ἐκ τῆς Ἀντιόχου βασιλείας, εἶναι τὴν ἐξουσίαν καὶ μένειν, εἰ βούλονται, καὶ ἀποτρέχειν. [10] τοὺς δὲ δούλους Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότω Ἀντίοχος καὶ οἱ ὑπ᾽ αὐτὸν ταττόμενοι, καὶ τοὺς ἁλόντας καὶ τοὺς αὐτομολήσαντας, καὶ εἴ τινα αἰχμάλωτόν ποθεν εἰλήφασιν. [11] ἀποδότω δὲ Ἀντίοχος, ἐὰν ᾖ δυνατὸν αὐτῷ, καὶ Ἀννίβαν Ἀμίλκου Καρχηδόνιον καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Θόαντα Αἰτωλόν, καὶ Εὐβουλίδαν καὶ Φίλωνα Χαλκιδεῖς, καὶ τῶν Αἰτωλῶν ὅσοι κοινὰς εἰλήφασιν ἀρχάς, [12] καὶ τοὺς ἐλέφαντας τοὺς ἐν Ἀπαμείᾳ πάντας, καὶ μηκέτι ἄλλους ἐχέτω. [13] ἀποδότω δὲ καὶ τὰς ναῦς τὰς μακρὰς καὶ τὰ ἐκ τούτων ἄρμενα καὶ τὰ σκεύη, καὶ μηκέτι ἐχέτω πλὴν δέκα καταφράκτων: μηδὲ λέμβον πλείοσι τριάκοντα κωπῶν ἐχέτω ἐλαυνόμενον, μηδὲ μονήρη πολέμου ἕνεκεν, [14] οὗ αὐτὸς κατάρχει. μηδὲ πλείτωσαν ἐπὶ τάδε τοῦ Καλυκάδνου καὶ Σαρπηδονίου ἀκρωτηρίου, εἰ μὴ φόρους ἢ πρέσβεις ἢ ὁμήρους ἄγοιεν. [15] μὴ ἐξέστω δὲ Ἀντιόχῳ μηδὲ ξενολογεῖν ἐκ τῆς ὑπὸ Ῥωμαίους ταττομένης μηδ᾽ ὑποδέχεσθαι τοὺς φεύγοντας. [16] ὅσαι δὲ οἰκίαι Ῥοδίων ἢ τῶν συμμάχων ἦσαν ἐν τῇ ὑπὸ βασιλέα Ἀντίοχον ταττομένῃ ταύτας εἶναι Ῥοδίων, ὡς καὶ πρὸ τοῦ τὸν πόλεμον ἐξενεγκεῖν. [17] καὶ εἴ τι χρῆμα ὀφείλετ᾽ αὐτοῖς, ὁμοίως ἔστω πράξιμον: καὶ εἴ τι ἀπελήφθη ἀπ᾽ αὐτῶν, ἀναζητηθὲν ἀποδοθήτω. ἀτελῆ δὲ ὁμοίως ὡς καὶ πρὸ τοῦ πολέμου τὰ πρὸς τοὺς Ῥοδίους ὑπαρχέτω. εἰ δέ τινας τῶν πόλεων, [18] ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος, ἐξαγέτω καὶ ἐκ τούτων τὰς φρουρὰς καὶ τοὺς ἄνδρας. ἐὰν δέ τινες ὕστερον ἀποτρέχειν βούλωνται, μὴ προσδεχέσθω. [19] ἀργυρίου δὲ δότω Ἀντίοχος Ἀττικοῦ Ῥωμαίοις ἀρίστου τάλαντα μύρια δισχίλια ἐν ἔτεσι δώδεκα, διδοὺς καθ᾽ ἕκαστον ἔτος χίλια: μὴ ἔλαττον δ᾽ ἑλκέτω τὸ τάλαντον λιτρῶν Ῥωμαϊκῶν ὀγδοήκοντα: καὶ μοδίους σίτου πεντηκοντακισμυρίους καὶ τετρακισμυρίους. [20] δότω δὲ Εὐμένει τῷ βασιλεῖ τάλαντα τριακόσια πεντήκοντα ἐν ἔτεσι τοῖς πρώτοις πέντε, ἑβδομήκοντα κατὰ τὸ ἔτος, τῷ ἐπιβαλλομένῳ * καιρῷ, ᾧ καὶ τοῖς Ῥωμαίοις ἀποδίδωσι, καὶ τ�
�ῦ σίτου, [21] καθὼς ἐτίμησεν ὁ βασιλεὺς Ἀντίοχος, τάλαντα ἑκατὸν εἴκοσιν ἑπτὰ καὶ δραχμὰς χιλίας διακοσίας ὀκτώ: ἃ συνεχώρησεν Εὐμένης λαβεῖν, γάζαν εὐαρεστουμένην ἑαυτῷ. [22] ὁμήρους δὲ εἴκοσι διδότω Ἀντίοχος, δι᾽ ἐτῶν τριῶν ἄλλους ἀνταποστέλλων, μὴ νεωτέρους ἐτῶν ὀκτωκαίδεκα μηδὲ πρεσβυτέρους τετταράκοντα πέντε. [23] ἐὰν δέ τι διαφωνήσῃ τῶν ἀποδιδομένων χρημάτων, τῷ ἐχομένῳ ἔτει ἀποδότωσαν. [24] ἂν δέ τινες τῶν πόλεων ἢ τῶν ἐθνῶν, πρὸς ἃ γέγραπται μὴ πολεμεῖν Ἀντίοχον, πρότεροι ἐκφέρωσι πόλεμον, ἐξέστω πολεμεῖν Ἀντιόχῳ. [25] τῶν δὲ ἐθνῶν καὶ πόλεων τούτων μὴ ἐχέτω τὴν κυρίαν αὐτὸς μηδ᾽ εἰς φιλίαν προσαγέσθω. [26] περὶ δὲ τῶν ἀδικημάτων τῶν πρὸς ἀλλήλους γινομένων εἰς κρίσιν προκαλείσθωσαν. [27] ἐὰν δέ τι θέλωσι πρὸς τὰς συνθήκας ἀμφότεροι κοινῷ δόγματι προστεθῆναι ἢ ἀφαιρεθῆναι ἀπ᾽ αὐτῶν, ἐξέστω.
[1] τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις, εὐθέως ὁ στρατηγὸς Κόιντον Μινύκιον Θέρμον καὶ Λεύκιον τὸν ἀδελφόν, ἄρτι κεκομικότα τὰ χρήματα παρὰ τῶν Ὀροανδέων, [2] εἰς Συρίαν ἐξαπέστειλε, συντάξας κομίζεσθαι τοὺς ὅρκους παρὰ τοῦ βασιλέως καὶ διαβεβαιώσασθαι τὰ κατὰ μέρος ὑπὲρ τῶν συνθηκῶν. [3] πρὸς δὲ Κόιντον Φάβιον τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν ἐξέπεμψε γραμματοφόρους, κελεύων πάλιν πλεῖν αὐτὸν εἰς Πάταρα καὶ παραλαβόντα τὰς ὑπαρχούσας αὐτόθι ναῦς διαπρῆσαι. —
[1] Μάλιος ὁ ἀνθύπατος τριακόσια τάλαντα πραξάμενος παρ᾽ Ἀριαράθου φίλον αὐτὸν ἐποιήσατο Ῥωμαίων. — ὅτι κατὰ τὴν Ἀπάμειαν οἵ τε δέκα καὶ Γνάιος ὁ στρατηγὸς τῶν Ῥωμαίων, διακούσαντες πάντων τῶν ἀπηντηκότων, τοῖς μὲν περὶ χώρας ἢ χρημάτων ἤ τινος ἑτέρου διαφερομένοις πόλεις ἀπέδωκαν ὁμολογουμένας ἀμφοτέροις, ἐν αἷς διακριθήσονται περὶ τῶν ἀμφισβητουμένων: τὴν δὲ περὶ τῶν ὅλων ἐποιήσαντο διάληψιν τοιαύτην. [2] ὅσαι μὲν τῶν αὐτονόμων πόλεων πρότερον ὑπετέλουν Ἀντιόχῳ φόρον, τότε δὲ διεφύλαξαν τὴν πρὸς Ῥωμαίους πίστιν, ταύτας μὲν ἀπέλυσαν τῶν φόρων: ὅσαι δ᾽ Ἀττάλῳ σύνταξιν ἐτέλουν, ταύταις ἐπέταξαν τὸν αὐτὸν Εὐμένει διδόναι φόρον. [3] εἰ δέ τινες ἀποστᾶσαι τῆς Ῥωμαίων φιλίας Ἀντιόχῳ συνεπολέμουν, ταύτας ἐκέλευσαν Εὐμένει διδόναι τοὺς Ἀντιόχῳ διατεταγμένους φόρους. [4] Κολοφωνίους δὲ τοὺς τὸ Νότιον οἰκοῦντας καὶ Κυμαίους καὶ Μυλασεῖς ἀφορολογήτους ἀφῆκαν, [5] Κλαζομενίοις δὲ καὶ δωρεὰν προσέθηκαν τὴν Δρυμοῦσσαν καλουμένην νῆσον, Μιλησίοις δὲ τὴν ἱερὰν χώραν ἀποκατέστησαν, ἧς διὰ τοὺς πολέμους πρότερον ἐξεχώρησαν. [6] Χίους δὲ καὶ Σμυρναίους, ἔτι δ᾽ Ἐρυθραίους, ἔν τε τοῖς ἄλλοις προῆγον καὶ χώραν προσένειμαν, ἧς ἕκαστοι κατὰ τὸ παρὸν ἐπεθύμουν καὶ σφίσι καθήκειν ὑπελάμβανον, ἐντρεπόμενοι τὴν εὔνοιαν καὶ σπουδήν, ἣν παρέσχηντο κατὰ τὸν πόλεμον αὐτοῖς. [7] ἀπέδωκαν δὲ καὶ Φωκαιεῦσι τὸ πάτριον πολίτευμα καὶ τὴν χώραν, ἣν καὶ πρότερον εἶχον. [8] μετὰ δὲ ταῦτα Ῥοδίοις ἐχρημάτισαν, διδόντες Λυκίαν καὶ Καρίας τὰ μέχρι Μαιάνδρου ποταμοῦ πλὴν Τελμεσσοῦ. [9] περὶ δὲ τοῦ βασιλέως Εὐμένους καὶ τῶν ἀδελφῶν ἔν τε ταῖς πρὸς Ἀντίοχον συνθήκαις τὴν ἐνδεχομένην πρόνοιαν ἐποιήσαντο καὶ τότε τῆς μὲν Εὐρώπης αὐτῷ προσέθηκαν Χερρόνησον καὶ Λυσιμάχειαν καὶ τὰ προσοροῦντα τούτοις ἐρύματα καὶ χώραν, ἧς Ἀντίοχος ἐπῆρχεν: [10] τῆς δ᾽ Ἀσίας Φρυγίαν τὴν ἐφ᾽ Ἑλλησπόντου, Φρυγίαν τὴν μεγάλην, Μυσούς, οὓς Προυσίας πρότερον αὐτοῦ παρεσπάσατο, Λυκαονίαν, Μιλυάδα, Λυδίαν, Τράλλεις, Ἔφεσον, Τελμεσσόν. [11] ταύτας μὲν οὖν ἔδωκαν Εὐμένει τὰς δωρεάς: περὶ δὲ τῆς Παμφυλίας, Εὐμένους μὲν εἶναι φάσκοντος αὐτὴν ἐπὶ τάδε τοῦ Ταύρου, τῶν δὲ παρ᾽ Ἀντιόχου πρεσβευτῶν ἐπέκεινα, διαπορήσαντες ἀνέθεντο περὶ τούτων εἰς τὴν σύγκλητον. [12] σχεδὸν δὲ τῶν ἀναγκαιοτάτων καὶ πλείστων αὐτοῖς διῳκημένων, ἀναζεύξαντες προῆγον ἐφ᾽ Ἑλλήσποντον, βουλόμενοι κατὰ τὴν πάροδον ἔτι τὰ πρὸς τοὺς Γαλάτας ἀσφαλίσασθαι. —
[1] ὅτι τῶν Ῥωμαίων κατὰ τὴν ἐπάνοδον παρὰ τῶν Θρᾳκῶν πολλὰ δεινὰ ... ναρ ... Ῥωμαίων στρατιω ... ... οὐκ ἂν φήσειε κα ... ... εὐμαρὲς φυ̣λα ... δι ... ... ἂν περὶ τὰς ἰδίας ... βαιν ... ... εστιν ... ν ... ησα̣μενου̣ς ... ... ν ... !εναιρομ ... ν ... ς πράξεις ... ...
BOOK 22
[1] A. Olymp. 147, 4. Res Graeciae ὅτι κατὰ τὴν ὀγδόην καὶ μ# ὀλυμπιάδα πρὸς ταῖς ρ# πρεσβειῶν παρουσίαι ἐγένοντο πρὸς Ῥωμαίους παρὰ Φιλίππου καὶ παρὰ τῶν: προσορούντων τῇ Μακεδονίᾳ. τὰ δόξαντα τῇ συγκλήτῳ περὶ τῶν πρέσβεων. [2]
[1] ὅτι κατὰ τὴν Ἑλλάδα Φιλίππου διαφορὰ πρὸς Θετταλοὺς καὶ Περραιβοὺς περὶ τῶν πόλεων ὧν κατεῖχε Φίλιππος ἐκ τῶν Ἀντιοχικῶν καιρῶν τῆς Θετταλίας καὶ Περραιβίας. [3] ἡ γενομένη δικαιολογία περὶ τούτων ἐπὶ Κοΐντου Καικιλίου περὶ τὰ Τέμπη. τὰ κριθέντα διὰ τῶν περὶ τὸν Καικίλιον. [4] κρίσις ἄλλη περὶ τῶν ἐπὶ Θρᾴκης πόλεων Φιλίππῳ πρὸς τοὺς παρ᾽ Εὐμένους πρεσβευτὰς καὶ τοὺς ἐκ Μαρωνείας φυγάδας, καὶ τὰ ῥηθέντα περὶ τούτων ἐν Θετταλονίκῃ καὶ τὰ δόξαντα τοῖς περὶ τὸν Καικίλιον. [5] ἡ γενομένη σφαγὴ διὰ Φιλίππου τοῦ βασιλέως ἐν Μαρωνείᾳ. παρουσία πρεσβευτῶν ἐκ Ῥώμης καὶ τὰ προσταχθέντα διὰ τούτων. αἰτίαι δι᾽ ἃς ἐγένετο Ῥωμ
αίοις πρὸς Περσέα πόλεμος. [6] κατὰ τὴν Πελοπόννησον πρεσβευτῶν παρουσία παρά τε Πτολεμαίου τοῦ βασιλέως καὶ παρὰ Εὐμένους καὶ παρὰ Σελεύκου. [7] καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς ὑπέρ τε τῆς πρὸς Πτολεμαῖον συμμαχίας καὶ τῶν δωρεῶν τῶν προτεινομένων αὐτοῖς ὑπὸ τῶν προειρημένων βασιλέων. [8] παρουσία Κοίντου Καικιλίου καὶ μέμψις ὑπὲρ τῶν κατὰ Λακεδαίμονα διῳκημένων. [9] ὡς Ἀρεὺς καὶ Ἀλκιβιάδης ὄντες τῶν ἀρχαίων φυγάδων ἐκ Λακεδαίμονος ἐπρέσβευσαν εἰς τὴν Ῥώμην καὶ κατηγορίαν ἐποιήσαντο Φιλοποίμενος καὶ τῶν Ἀχαιῶν. Quae ex Polybii libro XXII. excerpenda et titulo Constantiniano περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς sint inserenda. ὅτι κατὰ τὴν ὀγδόην καὶ μ# ὀλυμπιάδα πρὸς ταῖς ρ# παρουσία ἐγένετο πρεσβευτῶν Ῥωμαίων εἰς Κλείτορα καὶ σύνοδος τῶν Ἀχαιῶν. καὶ οἱ ῥηθέντες ὑπὸ ἀμφοτέρων λόγοι περὶ τῶν κατὰ Λακεδαίμονα πραγμάτων καὶ τὰ δόξαντα τοῖς Ἀχαιοῖς. ταῦτα κεφαλαιωδῶς. ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λακεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φιλοποίμενος ἅμα τὴν δύναμιν καὶ τὴν προστασίαν καταλελύσθαι τὴν Λακεδαιμονίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φιλοποίμενος. [2] καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπέδου τοῦ μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν εἰληφότος: [3] ὃς ἔγραφε τοῖς Ἀχαιοῖς, φάσκων οὐκ ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους. ὧν πρεσβευόντων, [4] εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην. [5]