Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 296
Delphi Complete Works of Polybius Page 296

by Polybius


  [1] κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτολεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος, ἀνανεωσόμενος τὴν προϋπάρχουσαν συμμαχίαν τῷ βασιλεῖ πρὸς τὸ ἔθνος τῶν Ἀχαιῶν. [6] ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας ὁ παρ᾽ ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως. [7] ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας, ὑπὲρ τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην: [8] γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκωμιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προεφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλμης, ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως. [9] τελευταίῳ δ᾽ ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων: ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφ᾽ ἵππου μεσαγκύλῳ. — ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι. [2] διὸ καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρ᾽ αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ πέντ᾽ ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις, φασκόντων τινῶν διότι δεῖ γίνεσθαι διέξοδον καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους. [3] πολλῆς δὲ περὶ τούτων ἀμφισβητήσεως ὑπαρχούσης διὰ τὸ πλείους εἶναι τοὺς καχέκτας τῶν εὐπόρων, ἐγίνετό τι συνέργημα τοῖς τὰ βέλτισθ᾽ αἱρουμένοις ἐκ ταὐτομάτου τοιοῦτον. [4] ὁ γὰρ Τίτος ἐν τῇ Ῥώμῃ πάλαι μὲν ἐσπούδαζε περὶ τοῦ καταπορευθῆναι τὸν Ζεύξιππον εἰς τὴν Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ πρὸς πολλὰ κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς καιρούς. [5] κατὰ δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν σύγκλητον τοῖς Βοιωτοῖς διότι δεῖ κατάγειν Ζεύξιππον καὶ τοὺς ἅμ᾽ αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν. [6] ὧν προσπεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων τῶν προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων εὐνοίας, βουλόμενοι κατακηρυχθῆναι τὰς κρίσεις τὰς κατὰ τῶν περὶ τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον αὐτοῖς ἐπιγεγραμμένοι, * [7] ** καὶ τούτῳ τῷ τρόπῳ τῶν δικῶν μίαν μὲν αὐτῶν κατεδίκασαν ἱεροσυλίας, διότι λεπίσαιεν τὴν τοῦ Διὸς τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν δὲ θανάτου διὰ τὸν Βραχύλλου φόνον. [8] ταῦτα δὲ διοικήσαντες οὐκέτι προσεῖχον τοῖς γραφομένοις, ἀλλ᾽ ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς περὶ Καλλίκριτον, φάσκοντες οὐ δύνασθαι τὰ κατὰ τοὺς νόμους ᾠκονομημένα παρ᾽ αὑτοῖς ἄκυρα ποιεῖν. [9] ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιούς, κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν. [10] οἱ δ᾽ Ἀχαιοὶ τοῦ μὲν διὰ στρατοπέδων ποιεῖσθαι τὴν ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν, καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐτοὺς ἐπὶ τέλος ἀγαγεῖν. [11] συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον.

  [1] ὧν διακούσαντες οἱ Βοιωτοί, [12] στρατηγοῦντος Ἱππίου παρ᾽ αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετ᾽ ὀλίγον δὲ πάντων ὠλιγώρησαν. διόπερ ὁ Φιλοποίμην, [13] Ἱππίου μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτουμένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν. [14] ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος. παραυτίκα γὰρ ἔλαχε * [15] ** τῶν Μυρρίχου θρεμμάτων καὶ τοῦ Σίμωνος: καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς, οὐκέτι πολιτικῆς διαφορᾶς, ἀλλὰ πολεμικῆς ἔχθρας ἐγένετο καταρχὴ καὶ προοίμιον. [16] εἰ μὲν οὖν ἡ σύγκλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος: νῦν δ᾽ ἐκείνη τε παρεσιώπησεν, [17] οἵ τε Μεγαρεῖς ἐπέσχον τὰ ῥύσια, διαπρεσβευσαμένων *** τοῖς συναλλάγμασιν. — ὅτι ἐγένετο Λυκίοις διαφορὰ πρὸς Ῥοδίους διὰ τοιαύτας αἰτίας. [2] καθ᾽ οὓς καιροὺς οἱ δέκα διῴκουν τὰ περὶ τὴν Ἀσίαν, τότε παρεγενήθησαν πρέσβεις, παρὰ μὲν Ῥοδίων Θεαίδητος καὶ Φιλόφρων, ἀξιοῦντες αὑτοῖς δοθῆναι τὰ κατὰ Λυκίαν καὶ Καρίαν χάριν τῆς εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται σφίσι κατὰ τὸν Ἀντιοχικὸν πόλεμον: [3] παρὰ δὲ τῶν Ἰλιέων ἧκον Ἵππαρχος καὶ Σάτυρος, ἀξιοῦντες διὰ τὴν πρὸς αὑτοὺς οἰκειότητα συγγνώμην δοθῆναι Λυκίοις τῶν ἡμαρτημένων. [4] ὧν οἱ δέκα διακούσαντες ἐπειράθησαν ἑκατέρων στοχάσασθαι κατὰ τὸ δυνατόν. διὰ μὲν γὰρ τοὺς Ἰλιεῖς οὐθὲν ἐβουλεύσαντο περὶ αὐτῶν ἀνήκεστον, τοῖς δὲ Ῥοδίοις χαριζόμενοι προσένειμαν ἐν δωρεᾷ τοὺς Λυκίους. [5] ἐκ ταύτης τῆς διαλήψεως ἐγενήθη στάσις καὶ διαφορὰ τοῖς Λυκίοις πρὸς αὐτοὺς τοὺς Ῥοδίους οὐκ εὐκαταφρόνητος. [6] οἱ μὲν
γὰρ Ἰλιεῖς ἐπιπορευόμενοι τὰς πόλεις αὐτῶν ἀπήγγελλον ὅτι παρῄτηνται τὴν ὀργὴν τῶν Ῥωμαίων καὶ παραίτιοι γεγόνασιν αὐτοῖς τῆς ἐλευθερίας: [7] οἱ δὲ περὶ τὸν Θεαίδητον ἐποιήσαντο τὴν ἀγγελίαν ἐν τῇ πατρίδι, φάσκοντες Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου δεδόσθαι Ῥοδίοις ὑπὸ Ῥωμαίων ἐν δωρεᾷ. [8] λοιπὸν οἱ μὲν Λύκιοι πρεσβεύοντες ἧκον εἰς τὴν Ῥόδον ὑπὲρ συμμαχίας, οἱ δὲ Ῥόδιοι προχειρισάμενοί τινας τῶν πολιτῶν ἐξαπέστελλον τοὺς διατάξοντας ταῖς κατὰ Λυκίαν καὶ Καρίαν πόλεσιν ὡς ἕκαστα δεῖ γενέσθαι. [9] μεγάλης δ᾽ οὔσης τῆς παραλλαγῆς περὶ τὰς ἑκατέρων ὑπολήψεις, ἕως μέν τινος οὐ πᾶσιν ἔκδηλος ἦν ἡ διαφορὰ τῶν προειρημένων: [10] ὡς δ᾽ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν οἱ Λύκιοι διελέγοντο περὶ συμμαχίας, καὶ μετὰ τούτους Ποθίων ὁ πρύτανις τῶν Ῥοδίων ἀναστὰς ἐφώτισε τὴν ἑκατέρων αἵρεσιν καὶ προσεπετίμησε τοῖς Λυκίοις *** πᾶν γὰρ ὑπομένειν ἔφασαν μᾶλλον ἢ ποιήσειν Ῥοδίοις τὸ προσταττόμενον.

  [1] B. Olymp. 148, 1. I. Res Italiae ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν Ῥώμην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευταὶ διασαφοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν ἐπὶ Θρᾴκης πόλεων, [2] καὶ παρὰ Μαρωνειτῶν οἱ φυγάδες κατηγοροῦντες καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς αὑτῶν ἐκπτώσεως ἐπὶ τὸν Φίλιππον, [3] ἅμα δὲ τούτοις Ἀθαμᾶνες, Περραιβοί, Θετταλοί, φάσκοντες κομίζεσθαι δεῖν αὑτοὺς τὰς πόλεις, ἃς παρείλετο Φίλιππος αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον. [4] ἧκον δὲ καὶ παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς κατηγορήσαντας ἀπολογησόμενοι. [5] γενομένων δὲ πλειόνων λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ Φιλίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα καταστῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν Φίλιππον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις κατὰ πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν τοῦ βασιλέως. [6] καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον Καικίλιον καὶ Μάρκον Βαίβιον καὶ Τεβέριον Κλαύδιον. —

  [1] συνέβαινε τοὺς Αἰνίους πάλαι μὲν στασιάζειν, [7] προσφάτως δ᾽ ἀπονεύειν τοὺς μὲν πρὸς Εὐμένη, τοὺς δὲ πρὸς Μακεδονίαν. II. Res Graeciae ὅτι κατὰ τὴν Πελοπόννησον ὡς μέν, ἔτι Φιλοποίμενος στρατηγοῦντος, εἴς τε τὴν Ῥώμην ἐξαπέστειλε πρεσβευτὰς τὸ τῶν Ἀχαιῶν ἔθνος ὑπὲρ τῆς Λακεδαιμονίων πόλεως πρός τε τὸν βασιλέα Πτολεμαῖον τοὺς ἀνανεωσομένους τὴν προϋπάρχουσαν αὐτῷ συμμαχίαν, ἐδηλώσαμεν, φησὶν ὁ Πολύβιος. [2] κατὰ δὲ τὸν ἐνεστῶτα χρόνον, Ἀρισταίνου στρατηγοῦντος, οἵ τε παρὰ Πτολεμαίου τοῦ βασιλέως πρέσβεις ἧκον, ἐν Μεγάλῃ πόλει τῆς συνόδου τῶν Ἀχαιῶν ὑπαρχούσης: [3] ἐξαπεστάλκει δὲ καὶ πρὸς τούτοις ὁ βασιλεὺς Εὐμένης πρεσβευτάς, ἐπαγγελλόμενος ἑκατὸν καὶ εἴκοσι τάλαντα δώσειν τοῖς Ἀχαιοῖς, ἐφ᾽ ᾧ, δανειζομένων τούτων, ἐκ τῶν τόκων μισθοδοτεῖσθαι τὴν βουλὴν τῶν Ἀχαιῶν ἐπὶ ταῖς κοιναῖς συνόδοις. [4] ἧκον δὲ καὶ παρὰ Σελεύκου τοῦ βασιλέως πρεσβευταί, τήν τε φιλίαν ἀνανεωσόμενοι καὶ δεκαναΐαν μακρῶν πλοίων ἐπαγγελλόμενοι δώσειν τοῖς Ἀχαιοῖς. [5] ἐχούσης δὲ τῆς συνόδου πραγματικῶς, πρῶτοι παρῆλθον οἱ περὶ Νικόδημον τὸν Ἠλεῖον καὶ τούς τε ῥηθέντας ἐν τῇ συγκλήτῳ λόγους ὑφ᾽ αὑτῶν ὑπὲρ τῆς τῶν Λακεδαιμονίων πόλεως διῆλθον τοῖς Ἀχαιοῖς καὶ τὰς ἀποκρίσεις ἀνέγνωσαν, [6] ἐξ ὧν ἦν λαμβάνειν ἐκδοχὴν ὅτι δυσαρεστοῦνται μὲν καὶ τῇ τῶν τειχῶν συντελέσει* καὶ τῇ καταλύσει *** τῶν ἐν τῷ Κομπασίῳ διαφθαρέντων, οὐ μὴν ἄκυρόν τι ποιεῖν. οὐθενὸς δ᾽ οὔτ᾽ ἀντειπόντος οὔτε συνηγορήσαντος, [7] οὕτω πως παρεπέμφθη. [8]

  [1] μετὰ δὲ τούτους εἰσῆλθον οἱ παρ᾽ Εὐμένους πρέσβεις καὶ τήν τε συμμαχίαν τὴν πατρικὴν ἀνενεώσαντο καὶ τὴν ὑπὲρ τῶν χρημάτων ἐπαγγελίαν διεσάφησαν τοῖς πολλοῖς. [9] καὶ πλείω δὲ πρὸς ταύτας τὰς ὑποθέσεις διαλεχθέντες καὶ μεγάλην εὔνοιαν καὶ φιλανθρωπίαν τοῦ βασιλέως ἐμφήναντες πρὸς τὸ ἔθνος, κατέπαυσαν τὸν λόγον. μεθ᾽ οὓς Ἀπολλωνίδας ὁ Σικυώνιος ἀναστὰς κατὰ μὲν τὸ πλῆθος τῶν διδομένων χρημάτων ἀξίαν ἔφη τὴν δωρεὰν τῶν Ἀχαιῶν, κατὰ δὲ τὴν προαίρεσιν τοῦ διδόντος καὶ τὴν χρείαν, [2] εἰς ἣν δίδοται, πασῶν αἰσχίστην καὶ παρανομωτάτην. [3] τῶν γὰρ νόμων κωλυόντων μηθένα μήτε τῶν ἰδιωτῶν μήτε τῶν ἀρχόντων παρὰ βασιλέως δῶρα λαμβάνειν κατὰ μηδ᾽ ὁποίαν πρόφασιν, πάντας ἅμα δωροδοκεῖσθαι προφανῶς, προσδεξαμένους τὰ χρήματα, πάντων εἶναι παρανομώτατον, πρὸς δὲ τούτοις αἴσχιστον ὁμολογουμένως. [4] τὸ γὰρ ὀψωνιάζεσθαι τὴν βουλὴν ὑπ᾽ Εὐμένους καθ᾽ ἕκαστον ἔτος καὶ βουλεύεσθαι περὶ τῶν κοινῶν καταπεπωκότας οἱονεὶ δέλεαρ, πρόδηλον ἔχειν τὴν αἰσχύνην καὶ τὴν βλάβην. [5] νῦν μὲν γὰρ Εὐμένη διδόναι χρήματα, μετὰ δὲ ταῦτα Προυσίαν δώσειν, καὶ πάλιν Σέλευκον. [6] τῶν δὲ πραγμάτων ἐναντίαν φύσιν ἐχόντων τοῖς βασιλεῦσι καὶ ταῖς δημοκρατίαις, καὶ τῶν πλείστων καὶ μεγίστων διαβουλίων αἰεὶ γινομένων περὶ τῶν πρὸς τοὺς βασιλεῖς ἡμῖν διαφερόντων, [7] φανερῶς ἀνάγκη δυεῖν θάτερον ἢ τὸ τῶν βασιλέων λυσιτελὲς ἐπίπροσθεν γίνεσθαι τοῦ κατ᾽ ἰδίαν συμφέροντος ἢ τούτου μὴ συμβαίνοντος ἀχαρίστους φαίνεσθαι πᾶσιν, ἀντιπράττ�
�ντας τοῖς αὑτῶν μισθοδόταις. [8] διὸ μὴ μόνον ἀπείπασθαι παρεκάλει τοὺς Ἀχαιούς, ἀλλὰ καὶ μισεῖν τὸν Εὐμένη διὰ τὴν ἐπίνοιαν τῆς δόσεως. [9]

  [1] μετὰ δὲ τοῦτον ἀναστὰς Κάσσανδρος Αἰγινήτης ἀνέμνησε τοὺς Ἀχαιοὺς τῆς Αἰγινητῶν ἀκληρίας, ᾗ περιέπεσον διὰ τὸ μετὰ τῶν Ἀχαιῶν συμπολιτεύεσθαι, ὅτε Πόπλιος Σολπίκιος ἐπιπλεύσας τῷ στόλῳ πάντας ἐξηνδραποδίσατο τοὺς ταλαιπώρους Αἰγινήτας: [10] ὑπὲρ ὧν διεσαφήσαμεν, τίνα τρόπον Αἰτωλοί, κύριοι γενόμενοι τῆς πόλεως κατὰ τὰς πρὸς Ῥωμαίους συνθήκας, Ἀττάλῳ παραδοῖεν, τριάκοντα τάλαντα παρ᾽ αὐτοῦ λαβόντες. [11] ταῦτ᾽ οὖν τιθεὶς τοῖς Ἀχαιοῖς πρὸ ὀφθαλμῶν ἠξίου τὸν Εὐμένη μὴ διάφορα προτείνοντα θηρεύειν τὴν τῶν Ἀχαιῶν εὔνοιαν, ἀλλὰ τὴν πόλιν ἀποδιδόντα τυγχάνειν πάντων τῶν φιλανθρώπων ἀναντιρρήτως. [12] τοὺς δ᾽ Ἀχαιοὺς παρεκάλει μὴ δέχεσθαι τοιαύτας δωρεάς, δι᾽ ὧν φανήσονται καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας ἀφαιρούμενοι τῆς Αἰγινητῶν σωτηρίας. τοιούτων δὲ γενομένων λόγων, [13] ἐπὶ τοσοῦτον παρέστη τὸ πλῆθος ὥστε μὴ τολμῆσαι μηθένα συνειπεῖν τῷ βασιλεῖ, πάντας δὲ μετὰ κραυγῆς ἐκβαλεῖν τὴν προτεινομένην δωρεάν, καίτοι δοκούσης αὐτῆς ἔχειν τι δυσαντοφθάλμητον διὰ τὸ πλῆθος τῶν προτεινομένων χρημάτων. ἐπὶ δὲ τοῖς προειρημένοις εἰσήχθη τὸ περὶ Πτολεμαίου διαβούλιον: [2] ἐν ᾧ προκληθέντων τῶν ἀποσταλέντων πρεσβευτῶν ὑπὸ τῶν Ἀχαιῶν πρὸς Πτολεμαῖον, προελθὼν Λυκόρτας μετὰ τῶν πρεσβευτῶν ἀπελογίσατο πρῶτον μὲν τίνα τρόπον καὶ δοῖεν καὶ λάβοιεν τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας, [3] εἶτα διότι κομίζοιεν δωρεὰν κοινῇ τοῖς Ἀχαιοῖς ἑξακισχίλια μὲν ὅπλα χαλκᾶ πελταστικά, διακόσια δὲ τάλαντα νομίσματος ἐπισήμου χαλκοῦ: [4] πρὸς δὲ τούτοις ἐπῄνεσε τὸν βασιλέα καὶ βραχέα περὶ τῆς εὐνοίας αὐτοῦ καὶ προθυμίας τῆς εἰς τὸ ἔθνος εἰπὼν κατέστρεψε τὸν λόγον. [5] ἐφ᾽ οἷς ἀναστὰς ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἀρίσταινος ἤρετο τόν τε παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴν καὶ τοὺς ἐξαπεσταλμένους ὑπὸ τῶν Ἀχαιῶν ἐπὶ τὴν ἀνανέωσιν, ποίαν ἧκε συμμαχίαν ἀνανεωσάμενος. [6] οὐδενὸς δ᾽ ἀποκρινομένου, πάντων δὲ διαλαλούντων πρὸς ἀλλήλους, πλῆρες ἦν τὸ βουλευτήριον ἀπορίας. [7] ἦν δὲ τὸ ποιοῦν τὴν ἀλογίαν τοιοῦτον. οὐσῶν καὶ πλειόνων συμμαχιῶν τοῖς Ἀχαιοῖς πρὸς τὴν Πτολεμαίου βασιλείαν, καὶ τούτων ἐχουσῶν μεγάλας διαφορὰς κατὰ τὰς τῶν καιρῶν περιστάσεις, [8] οὔθ᾽ ὁ παρὰ τοῦ Πτολεμαίου πρεσβευτὴς οὐδεμίαν ἐποιήσατο διαστολήν, ὅτ᾽ ἀνενεοῦτο, καθολικῶς δὲ περὶ τοῦ πράγματος ἐλάλησεν, οὔθ᾽ οἱ πεμφθέντες πρέσβεις, [9] ἀλλ᾽ ὡς μιᾶς ὑπαρχούσης αὐτοί τε τοὺς ὅρκους ἔδοσαν καὶ παρὰ τοῦ βασιλέως ἔλαβον. [10] ὅθεν προφερομένου τοῦ στρατηγοῦ πάσας τὰς συμμαχίας καὶ κατὰ μέρος ἐν ἑκάστῃ διαστελλομένου, μεγάλης οὔσης διαφορᾶς, ἐζήτει τὸ πλῆθος εἰδέναι ποίαν ἀνανεοῖτο συμμαχίαν. [11] οὐ δυναμένου δὲ λόγον ὑποσχεῖν οὔτε τοῦ Φιλοποίμενος, ὃς ἐποιήσατο στρατηγῶν τὴν ἀνανέωσιν, οὔτε τῶν περὶ τὸν Λυκόρταν τῶν πρεσβευσάντων εἰς τὴν Ἀλεξάνδρειαν, [12] οὗτοι μὲν ἐσχεδιακότες ἐφαίνοντο τοῖς κοινοῖς πράγμασιν, ὁ δ᾽ Ἀρίσταινος μεγάλην ἐφείλκετο φαντασίαν ὡς μόνος εἰδὼς τί λέγει, καὶ τέλος οὐκ εἴασε κυρωθῆναι τὸ διαβούλιον, ἀλλ᾽ εἰς ὑπέρθεσιν ἤγαγε διὰ τὴν προειρημένην ἀλογίαν. [13] τῶν δὲ παρὰ τοῦ Σελεύκου πρέσβεων εἰσελθόντων, ἔδοξε τοῖς Ἀχαιοῖς τὴν μὲν φιλίαν ἀνανεώσασθαι πρὸς τὸν Σέλευκον, τὴν δὲ τῶν πλοίων δωρεὰν κατὰ τὸ παρὸν ἀπείπασθαι. [14] καὶ τότε μὲν περὶ τούτων βουλευσάμενοι διέλυσαν εἰς τὰς ἰδίας ἕκαστοι πόλεις.

 

‹ Prev