Book Read Free

Delphi Complete Works of Polybius

Page 309

by Polybius


  [1] οἱ δὲ περὶ τὸν Πολύβιον καταλαβόντες τοὺς Ῥωμαίους ἐκ μὲν τῆς Θετταλίας κεκινηκότας, τῆς δὲ Περραιβίας στρατοπεδεύοντας Ἀζωρίου μεταξὺ καὶ Δολίχης, [2] τὴν μὲν ἔντευξιν ὑπερέθεντο διὰ τοὺς περιεστῶτας καιρούς, τῶν δὲ κατὰ τὴν εἴσοδον τὴν εἰς Μακεδονίαν κινδύνων μετεῖχον. [3] ἐπεὶ δὲ τοῦ στρατεύματος κατάραντος ἐπὶ τοὺς καθ᾽ Ἡράκλειον τόπους ἔδοξε καιρὸς εἶναι πρὸς ἔντευξιν, ἅτε τοῦ στρατηγοῦ δοκοῦντος ἠνύσθαι τὸ μέγιστον τῶν προκειμένων, [4] τότε λαβόντες καιρὸν τὸ ψήφισμα τῷ Μαρκίῳ προσήνεγκαν καὶ διεσάφουν τὴν τῶν Ἀχαιῶν προαίρεσιν διότι βουληθεῖεν αὐτῷ πανδημεὶ τῶν αὐτῶν μετασχεῖν ἀγώνων καὶ κινδύνων. καὶ πρὸς τούτοις ὑπέδειξαν διότι πᾶν τὸ γραφὲν ἢ παραγγελθὲν τοῖς Ἀχαιοῖς ὑπὸ Ῥωμαίων κατὰ τὸν ἐνεστῶτα πόλεμον ἀναντίρρητον γέγονεν. [5] τοῦ δὲ Μαρκίου τὴν μὲν προαίρεσιν ἀποδεχομένου τὴν Ἀχαιῶν μεγαλωστί, τῆς δὲ κακοπαθείας αὐτοὺς καὶ τῆς δαπάνης παραλύοντος διὰ τὸ μηκέτι χρείαν ἔχειν τοὺς καιροὺς τῆς τῶν συμμάχων βοηθείας, οἱ μὲν ἄλλοι πρέσβεις ἐπανῆλθον εἰς τὴν Ἀχαΐαν, [6] ὁ δὲ Πολύβιος αὐτοῦ μείνας μετεῖχε τῶν ἐνεστώτων πραγμάτων, [7] ἕως ὁ Μάρκιος ἀκούσας Ἄππιον τὸν Κέντωνα πεντακισχιλίους στρατιώτας αἰτεῖσθαι παρὰ τῶν Ἀχαιῶν εἰς Ἤπειρον, ἐξαπέστειλε τὸν προειρημένον, παρακαλέσας φροντίζειν ἵνα μὴ δοθῶσιν οἱ στρατιῶται μηδὲ τηλικοῦτο δαπάνημα μάταιον γένηται τοῖς Ἀχαιοῖς: πρὸς οὐδένα γὰρ λόγον αἰτεῖν τοὺς στρατιώτας τὸν Ἄππιον. [8] πότερα δὲ τοῦτ᾽ ἐποίει κηδόμενος τῶν Ἀχαιῶν ἢ τὸν Ἄππιον ἀπραγεῖν βουλόμενος χαλεπὸν εἰπεῖν. [9] πλὴν ὅ γε Πολύβιος ἀναχωρήσας εἰς τὴν Πελοπόννησον, ἤδη τῶν γραμμάτων ἐκ τῆς Ἠπείρου προσπεπτωκότων καὶ μετ᾽ οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς πρόβλημα παμμέγεθες ἐνέπεσε. [10] τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν ὁ Κέντων ᾐτεῖτο στρατιωτῶν, ἃ μὲν ὁ Μάρκιος αὐτῷ φροντίζειν κατ᾽ ἰδίαν ἐνετείλατο, ταῦτα φωτίζειν οὐδαμῶς ἔκρινεν: τὸ δὲ μηδεμιᾶς αἰτίας ὑπαρχούσης φανερῶς ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές. δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως, [11] ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσιν κατὰ τὸ δόγμα τῆς συγκλήτου. [12] τοῦτο δ᾽ οὐκ ἦν προσκείμενον τοῖς γράμμασι. [13] διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ δι᾽ ἐκείνου παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος, οὔσης ὑπὲρ ἑκατὸν εἴκοσι τάλαντα μεγάλα. [14] τοῖς γε μὴν βουλομένοις διαβάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον ἀφορμὰς ἔδωκεν, ὅτι διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν περὶ τῆς βοηθείας. —

  [1] ὅτι οἱ Κυδωνιᾶται κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολογουμένως. [2] καίπερ γὰρ πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συνήθειαν τὸ τότε γενόμενον. [3] ὑπαρχούσης γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρκου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον, [4] παρασπονδήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δ᾽ ὑπάρχοντα διήρπασαν, τὰς δὲ γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. —

  [1] ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυνίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρ᾽ ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη, βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν. [2] ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τριακοσίους ἐξαπέστειλε κατὰ σπουδήν. [3] ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν. —

  [1] ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας αἰεὶ μᾶλλον ἐπέτεινεν. [2] προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὑτῆς δόγμασι, καὶ τῶν πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν, [3] οἱ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα, φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ ναυτικοῦ. [4] τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους. [5] κροτηθείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας Ἁγησίλοχος Ἁγησίου, [6] Νικαγόρας, Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἁγέπολις, [7] ἀρίστων, Πασικράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ τῆς πόλεως, [8] οἱ δὲ περὶ τὸν Ἁγησίλοχον ἅμα τοῖς προειρημένοις καὶ περὶ
σιτικῆς ἐξαγωγῆς ποιησόμενοι λόγους. [9] τὰ μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς δοθείσας αὐτοῖς ἀποκρίσεις ὑπὸ τῆς συγκλήτου καὶ διότι πάντων τῶν φιλανθρώπων τυχόντες ἐπανῆλθον, ἐν τοῖς Ἰταλικοῖς εἴπομεν. [10] περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις ὑπομιμνήσκειν, ὃ δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολλάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν πρεσβειῶν καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς. [11] ἐπεὶ γὰρ καθ᾽ ἕκαστον ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθ᾽ ἐν ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρ᾽ ἑκάστοις πράξεις, δῆλον ὡς ἀναγκαῖόν ἐστιν τοῦτο συμβαίνειν περὶ τὴν γραφήν.

  [1] οἱ δὲ περὶ τὸν Ἁγέπολιν ἀφικόμενοι πρὸς τὸν Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειον στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς. [2] ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν ἡκόντων ἐπεμέτρησεν. [3] ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν δῆμον τῶν Ῥοδίων. [4] τοῦ δ᾽ Ἁγεπόλιδος ἐψυχαγωγημένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν κατ᾽ ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμάζειν ἔφη πῶς οὐ πειρῶνται διαλύειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος. [5] πότερα δὲ τοῦτ᾽ ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων μή ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γένηται, τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμβάνοντος: [6] ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν περὶ Κοίλης Συρίας πόλεμον: [7] ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ [8] καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται, τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν, [9] δοκῶ δὲ μᾶλλον τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετ᾽ ὀλίγον συμβάντα τοῖς Ῥοδίοις. [10] οἵ γε μὴν περὶ τὸν Ἁγέπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν. [11] γινομένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως. [12] οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρ᾽ αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον. [13] ὅτε δὲ καὶ τὸν Ἁγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατ᾽ ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον, [14] τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους. [15] ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ.

  [1] IV. Bellum Antiochi Iv Cum Ptolemaeo Philometore ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἦν καὶ πρακτικὸς καὶ μεγαλεπίβολος καὶ τοῦ τῆς βασιλείας προσχήματος ἄξιος, πλὴν τῶν κατὰ τὸ Πηλούσιον στρατηγημάτων. — ὅτι μετὰ τὸ παραλαβεῖν Ἀντίοχον τὰ κατὰ τὴν Αἴγυπτον ἔδοξε τοῖς περὶ τὸν Κομανὸν καὶ Κινέαν συνεδρεύσασιν μετὰ τοῦ βασιλέως κοινοβούλιον καταγράφειν ἐκ τῶν ἐπιφανεστάτων ἡγεμόνων τὸ βουλευσόμενον περὶ τῶν ἐνεστώτων. [2] πρῶτον οὖν ἔδοξε τῷ συνεδρίῳ τοὺς ἀπὸ τῆς Ἑλλάδος παρεπιδημήσαντας πέμπειν πρεσβευτὰς ὡς τὸν Ἀντίοχον κοινολογησομένους ὑπὲρ διαλύσεως. [3] ἦσαν δὲ τότε παρὰ μὲν τοῦ κοινοῦ τῶν Ἀχαιῶν πρεσβεῖαι διτταί, μία μὲν ὑπὲρ τῆς τῶν φιλανθρώπων ἀνανεώσεως, ἣν ἐπρέσβευον Ἀλκίθος Ξενοφῶντος Αἰγιεὺς καὶ Πασιάδας, ἄλλη δὲ περὶ τοῦ τῶν Ἀντιγονείων ἀγῶνος. [4] ἦν δὲ καὶ παρὰ τῶν Ἀθηναίων πρεσβεία περὶ δωρεᾶς, ἧς ἡγεῖτο Δημάρατος, καὶ θεωρίαι διτταί, μία μὲν ὑπὲρ τῶν Παναθηναίων, ἧς προειστήκει Καλλίας ὁ παγκρατιαστής, ἡ δ᾽ ἄλλη περὶ μυστηρίων, ὑπὲρ ἧς Κλεόστρατος ἐποιεῖτο τὸν χρηματισμὸν καὶ τοὺς λόγους. [5] ἐκ δὲ Μιλήτου παρῆσαν Εὔδημος καὶ Ἱκέσιος, ἐκ δὲ Κλαζομενῶν Ἀπολλωνίδης καὶ Ἀπολλώνιος. [6] ἐξαπέστειλε δὲ καὶ Πτολεμαῖος ὁ βασιλεὺς Τληπόλεμον καὶ Πτολεμαῖον τὸν ῥήτορα πρεσβευτάς. [7] οὗτοι μὲν οὖν ἔπλεον ἀνὰ τὸν ποταμὸν εἰς τὴν ἀπάντησιν. —

  [1] ὅτι κατὰ τὸν καιρόν, ὅτε Ἀντίοχος τὴν Αἴγυπτον παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ πεμφθέντες ἐπὶ τὰς διαλύσεις. ἀποδεξάμενος δὲ τοὺς ἄνδρας φιλανθρώπως τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν ἐποιήσατο μεγαλομερῆ, [2] κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν ἔντευξιν καὶ λέγειν ἐκέλευσεν περὶ ὧν ἔχουσι τὰς ἐντολάς. [3] πρῶτοι μὲν οὖν οἱ παρὰ τῶν Ἀχα�
�ῶν ἐποιήσαντο λόγους, τούτοις δ᾽ ἑξῆς Δημάρατος ὁ παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦτον Εὔδημος ὁ Μιλήσιος. [4] πάντων δὲ πρὸς τὸν αὐτὸν καιρὸν καὶ τὴν αὐτὴν ὑπόθεσιν διαλεγομένων, παραπλησίους εἶναι συνέβαινε καὶ τοὺς κατὰ μέρος αὐτῶν λόγους. [5] τὴν μὲν γὰρ αἰτίαν τῶν συμβεβηκότων πάντες ἀνέφερον ἐπὶ τοὺς περὶ τὸν Εὐλαῖον, τὴν δὲ συγγένειαν καὶ τὴν ἡλικίαν τὴν τοῦ Πτολεμαίου προφερόμενοι παρῃτοῦντο τὴν ὀργὴν τοῦ βασιλέως. [6] Ἀντίοχος δὲ πᾶσι τούτοις ἀνθομολογησάμενος καὶ προσαυξήσας τὴν ἐκείνων ὑπόθεσιν ἤρξατο λέγειν [τὴν] ὑπὲρ τῶν ἐξ ἀρχῆς δικαίων, δι᾽ ὧν ἐπειρᾶτο συνιστάνειν τῶν ἐν Συρίᾳ βασιλέων ὑπάρχουσαν τὴν κτῆσιν τῶν κατὰ Κοίλην Συρίαν τόπων, [7] ἰσχυροποιῶν μὲν τὰς ἐπικρατείας τὰς Ἀντιγόνου τοῦ πρώτου κατασχόντος τὴν ἐν Συρίᾳ βασιλείαν, προφερόμενος δὲ τὰ συγχωρήματα τὰ γενόμενα Σελεύκῳ διὰ τῶν ἀπὸ Μακεδονίας βασιλέων μετὰ τὸν Ἀντιγόνου θάνατον: [8] ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν κατὰ πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔγκτησιν, [9] ἐπὶ δὲ πᾶσιν ἐξαρνούμενος τὴν ὁμολογίαν, ἣν ἔφασαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλλαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, διότι δεῖ λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτ᾽ ἐλάμβανε Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα. [10] πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν. [11] χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς Ἀλεξανδρείας. [12] τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέσχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν ἀνακάμψωσιν ὡς αὐτόν. [13] ἐξαπεσταλκέναι γὰρ ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συνίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος πρεσβευτάς. —

 

‹ Prev