Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 315
Delphi Complete Works of Polybius Page 315

by Polybius


  [1] τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ Πολυαράτου καὶ Δείνωνος; [21] οὐχ ἵνα συνεπεμβαίνειν δόξω ταῖς ἐκείνων ἀτυχίαις. καὶ γὰρ ἄτοπόν γε τοῦτο τελέως: ἀλλ᾽ ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβουλίαν βέλτιον παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρονεῖν τοὺς κατὰ τὰς περιστάσεις εἰς παραπλησίους ἐμπίπτοντας καιρούς. — ἐξ ὧν μάλιστα κατίδοι τις ἂν ἅμα τὴν ὀξύτητα καὶ τὴν ἀβεβαιότητα τῆς τύχης, ὅταν ἃ μάλιστ᾽ ἄν τις αὑτοῦ χάριν οἴηται διαπονεῖν, ταῦτα παρὰ πόδας εὑρίσκηται τοῖς ἐχθροῖς κατασκευάζων: [2] κίονας γὰρ κατεσκεύαζε Περσεύς, καὶ ταύτας καταλαβὼν ἀτελεῖς Λεύκιος Αἰμίλιος ἐτελείωσε καὶ τὰς ἰδίας εἰκόνας ἐπέστησεν. — [3]

  [1] ὁ δὲ θαυμάσας τὴν τῆς πόλεως θέσιν καὶ τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν πρός τε τοὺς ἐντὸς Ἰσθμοῦ καὶ πρὸς τοὺς ἐκτὸς ἀπολαμβανομένους τόπους. — [4] Ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρότητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον. — [5] πάλαι μετέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε. — Πολύβιος: [6] Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ, καὶ τὸ ἄγαλμα θεασάμενος ἐξεπλάγη καὶ τοσοῦτον εἶπεν ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρ᾽ Ὁμήρῳ Δία μεμιμῆσθαι, διότι μεγάλην ἔχων προσδοκίαν τῆς Ὀλυμπίας μείζω τῆς προσδοκίας εὑρηκὼς εἴη τὴν ἀλήθειαν. — ὅτι Αἰτωλοὶ τὸν βίον ἀπὸ λῃστείας καὶ τῆς τοιαύτης παρανομίας εἰώθεισαν ἔχειν. [2] καὶ ἕως μὲν ἐξῆν τοὺς Ἕλληνας φέρειν καὶ λεηλατεῖν, ἐκ τούτων ἐπορίζοντο τοὺς βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν: [3] μετὰ δὲ ταῦτα Ῥωμαίων ἐπιστάντων τοῖς πράγμασι κωλυθέντες τῆς ἔξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατήντησαν. [4] καὶ πρότερον μὲν κατὰ τὸν ἐμφύλιον πόλεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν: [5] βραχεῖ δ᾽ ἀνώτερον χρόνῳ γεγευμένοι τοῦ φόνου τοῦ κατ᾽ ἀλλήλων ἐν ταῖς κατὰ τὴν Ἀρσινοΐαν σφαγαῖς ἕτοιμοι πρὸς πᾶν ἦσαν, ἀποτεθηριωμένοι τὰς ψυχάς, ὥστε μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι. [6] διόπερ ἦν ἀκρισίας καὶ παρανομίας καὶ φόνου πλήρη τὰ κατὰ τὴν Αἰτωλίαν, καὶ τῶν πραττομένων παρ᾽ αὐτοῖς ἐκ λογισμοῦ μὲν καὶ προθέσεως οὐδὲν ἐπετελεῖτο, πάντα δ᾽ εἰκῇ καὶ φύρδην ἐπράττετο, καθαπερεὶ λαίλαπός τινος ἐκπεπτωκυίας εἰς αὐτούς. —

  [1] ὅτι οἱ κατὰ τὴν Ἤπειρον παραπλήσια τούτοις ἔπραττον. [2] ἐφ᾽ ὅσον γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων μετριώτεροι τῶν κατὰ τὴν Αἰτωλίαν ἦσαν, ἐπὶ τοσοῦτον ὁ προεστὼς αὐτῶν ἀσεβέστερος καὶ παρανομώτερος ὑπῆρχε τῶν ἄλλων. [3] δοκῶ γὰρ μὴ γεγονέναι μηδ᾽ ἔσεσθαι θηριωδέστερον ἄνθρωπον μηδ᾽ εἰκαιότερον Χάροπος. —

  [1] ὅτι μετὰ τὴν τοῦ Περσέως κατάλυσιν ἅμα τῷ κριθῆναι τὰ ὅλα πανταχόθεν ἐξέπεμπον πρέσβεις συγχαρησομένους τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν. [2] τῶν δὲ πραγμάτων ὁλοσχερῶς ἐπὶ Ῥωμαίους κεκλικότων, ἐπιπολάζοντες διὰ τὸν καιρὸν οἱ δοκοῦντες εἶναι φίλοι Ῥωμαίων ἐν πᾶσι τοῖς πολιτεύμασιν, εἴς τε τὰς πρεσβείας οὗτοι καθίσταντο καὶ τὰς ἄλλας χρείας. [3] διὸ συνέδραμον εἰς τὴν Μακεδονίαν ἐκ μὲν Ἀχαΐας Καλλικράτης, Ἀριστόδαμος, Ἀγησίας, Φίλιππος, [4] ἐκ δὲ Βοιωτίας οἱ περὶ Μνάσιππον, ἐκ δὲ τῆς Ἀκαρνανίας οἱ περὶ Χρέμαν, παρὰ δὲ τῶν Ἠπειρωτῶν οἱ περὶ τὸν Χάροπα καὶ Νικίαν, παρὰ δὲ τῶν Αἰτωλῶν οἱ περὶ τὸν Λυκίσκον καὶ Τίσιππον. [5] ἁπάντων δὲ τούτων ὁμοῦ γενομένων καὶ πρὸς τὴν αὐτὴν ὑπόθεσιν ἁμιλλωμένων προθύμως, καὶ μηδενὸς ὑπάρχοντος ἀνταγωνιστοῦ διὰ τὸ τοὺς ἀντιπολιτευομένους ἅπαντας εἴκοντας τοῖς καιροῖς ἀνακεχωρηκέναι τελέως, ἀκονιτὶ κατεκράτησαν τῆς ὑποθέσεως οἱ προειρημένοι. [6] πρὸς μὲν οὖν τὰς ἄλλας πόλεις καὶ τὰς ἐθνικὰς συστάσεις οἱ δέκα δι᾽ αὐτῶν τῶν στρατηγῶν ἐποιήσαντο τὴν ἐπιταγήν, οὓς δεήσει πορεύεσθαι τῶν ἀνδρῶν εἰς τὴν Ῥώμην. [7] οὗτοι δ᾽ ἦσαν ὡς ἐπίπαν οὓς ἀπέγραψαν οἱ προειρημένοι κατὰ τὰς ἰδίας ἀντιπαραγωγάς, πλὴν ὀλίγων τελέως τῶν ἔκδηλόν τι πεποιηκότων. [8] πρὸς δὲ τὸ τῶν Ἀχαιῶν ἔθνος πρεσβευτὰς ἐξέπεμψαν τοὺς ἐπιφανεστάτους ἄνδρας τῶν δέκα, Γάιον Κλαύδιον καὶ Γνάιον Δομέτιον, [9] διὰ δύ᾽ αἰτίας, πρῶτον μὲν εὐλαβούμενοι τοὺς Ἀχαιοὺς μή ποτ᾽ οὐ πειθαρχήσωσι τοῖς γραφομένοις, ἀλλὰ καὶ κινδυνεύσωσιν οἱ περὶ τὸν Καλλικράτην, δόξαντες ἐξειργάσθαι τὰς κατὰ πάντων τῶν Ἑλλήνων διαβολάς, [10] ὃ κατ᾽ ἀλήθειαν ἦν, δεύτερον δὲ διὰ τὸ μηθὲν ἐν τοῖς αἰχμαλώτοις γράμμασιν ἀκριβὲς εὑρῆσθαι κατὰ μηδενὸς τῶν Ἀχαιῶν. [11] περὶ μὲν οὖν τούτων μετά τινα χρόνον ἐξέπεμπεν ὁ στρατηγὸς τὰς ἐπιστολὰς καὶ τοὺς πρέσβεις, καίπερ οὐκ εὐδοκούμενος κατά γε τὴν αὑτοῦ γνώμην ταῖς τῶν περὶ τὸν Λυκίσκον καὶ Καλλικράτην διαβολαῖς, ὡς ἐξ αὐτῶν τῶν πραγμάτων ὕστερον ἐγένετο καταφανές. —

  [1] ὅτι τῆς αὐτῆς ψυχῆς ἐστιν ἀγῶνάς τε διατίθεσθαι καλῶς καὶ παρασκευὴν καὶ πότον μεγαλομερῆ χειρίσαι δεόντως καὶ παρατάξασθαι τοῖς πολεμίοις στρατηγικῶς. — τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις Πολύβιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων καὶ Περσέως κατάλυσιν: Μολοττῶν δ᾽ ὑπάρξαι τὰς πλείστας: πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξανδραποδίσασ�
�αι. III. Res Aegypti ὅτι κατὰ τὴν Αἴγυπτον οἱ βασιλεῖς ἀπολελυμένοι τοῦ πρὸς Ἀντίοχον πολέμου πρῶτον μὲν εἰς Ῥώμην πρεσβευτὴν ἐξέπεμψαν Νουμήνιον, ἕνα τῶν φίλων, εὐχαριστήσοντα περὶ τῶν εἰς αὐτοὺς γεγονότων εὐεργετημάτων: [2] ἀπέλυσαν δὲ καὶ τὸν Λακεδαιμόνιον Μεναλκίδαν, ἐνεργῶς κεχρημένον τοῖς κατὰ τῆς βασιλείας καιροῖς πρὸς τὴν ἰδίαν ἐπανόρθωσιν, Γαΐου Ποπιλίου τὴν ὑπὲρ τῆς ἀπολύσεως χάριν αἰτησαμένου παρὰ τῶν βασιλέων.

  [1] B. Olymp. 153, 2. I. Res Italiae ὅτι κατὰ τὸν καιρὸν τοῦτον Κότυς ὁ τῶν Ὀδρυσῶν βασιλεὺς ἀπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην, ἀξιῶν ἀποδοθῆναι τὸν υἱὸν αὑτῷ καὶ περὶ τῆς γενομένης πρὸς Περσέα κοινοπραγίας δικαιολογούμενος. [2] οἱ δὲ Ῥωμαῖοι νομίσαντες ἠνύσθαι σφίσι τὸ προκείμενον, τοῦ πρὸς τὸν Περσέα πολέμου κατὰ νοῦν προκεχωρηκότος, τὴν δὲ πρὸς Κότυν διαφορὰν πρὸς οὐδὲν ἔτι διατείνειν, [3] συνεχώρησαν αὐτῷ κομίζεσθαι τὸν υἱόν, ὃς ὁμηρείας χάριν δοθεὶς εἰς Μακεδονίαν ἑαλώκει μετὰ τῶν Περσέως τέκνων, [4] βουλόμενοι τὴν αὑτῶν πρᾳότητα καὶ μεγαλοψυχίαν ἐμφαίνειν, ἅμα δὲ καὶ τὸν Κότυν ἀναδούμενοι διὰ τῆς τοιαύτης χάριτος. —

  [1] ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἦλθε καὶ Προυσίας ὁ βασιλεὺς εἰς τὴν Ῥώμην, συγχαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν. [2] ὁ δὲ Προυσίας οὗτος οὐδαμῶς γέγονεν ἄξιος τοῦ τῆς βασιλείας προσχήματος. τεκμήραιτο δ᾽ ἄν τις ἐκ τούτων. [3] ὅς γε πρῶτον μέν, πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πιλίον ἔχων λευκὸν καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ διασκευῇ κεχρημένος οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευθερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους: [4] καὶ δεξιωσάμενος τοὺς πρεσβευτάς “ὁρᾶτ᾽” ἔφη “τὸν ὑμέτερον λίβερτον ἐμέ, πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρ᾽ ὑμῖν.” ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν. [5] *** τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον, στὰς κατὰ τὸ θύρετρον ἀντίος τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους, ἐπιφθεγξάμενος “χαίρετε, θεοὶ σωτῆρες”, ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας, ἅμα δὲ καὶ γυναικισμοῦ καὶ κολακείας οὐδενὶ τῶν ἐπιγινομένων. [6] ἀκόλουθα δὲ τούτοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, περὶ ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν. [7] φανεὶς δὲ τελέως εὐκαταφρόνητος ἀπόκρισιν ἔλαβε δι᾽ αὐτὸ τοῦτο φιλάνθρωπον.

  [1] ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος, προσέπεσε παραγίνεσθαι τὸν Εὐμένη. [2] τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ: διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατ᾽ οὐδένα τρόπον ἐμφανίζειν αὑτούς. [3] πᾶσι γὰρ ἀναδεδειχότες πρῶτον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δικαιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις διαλήψεσιν, ἐκθεατριεῖν αὑτούς, εἰ τοιοῦτον ἄνθρωπον ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις, [4] εἰ δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλανθρώπως ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ τῇ πατρίδι συμφέρον. [5] διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν, εὕροντο λύσιν τοῦ προβλήματος τοιαύτην. [6] ὡς γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπιδημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς αὑτούς. [7] μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύσοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων: [8] εἰ δὲ μηδενὸς δεῖται, παραγγελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι. [9] ὁ δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου, γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπεσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι. [10] καὶ δὴ τούτῳ τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως. [11] συνηκολουθήκει δὲ καὶ ἕτερόν τι πραγματικὸν τούτῳ τῷ διαβουλίῳ. [12] μεγάλου γὰρ ὑπὸ τῶν Γαλατῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ, προφανὲς ἦν ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν τοῦ βασιλέως σύμμαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ Γαλάται διπλασίως ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον. [13] διὸ πάντῃ πάντως βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ ταύτην κατηνέχθησαν τὴν γνώμην. [14] τούτων δὲ γινομένων ἔτι κατ᾽ ἀρχὰς τοῦ χειμῶνος, λοιπὸν ἡ σύγκλητος ἅπασιν τοῖς παραγεγονόσι κατὰ πρεσβείαν: [15] οὐ γὰρ ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε βασιλεὺς ὃς οὐκ ἀπεστάλκει πρεσβείαν κατ᾽ ἐκεῖνον τὸν καιρὸν τὴν συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν: [16] οἷς ἅπασιν οἰκείως ἀπήντησε καὶ φιλανθρώπως πλὴν τῶν Ῥοδίων. [17] τούτους δὲ παρέπεμπε ποικίλας ἐμφάσεις ποιοῦσα περὶ τοῦ μέλλοντος. ἐπείχετο δὲ καὶ τὰ κατὰ τοὺς Ἀθηναίους. —

  [1] ὅτι οἱ Ἀθηναῖοι παρεγένοντο πρεσβεύοντες τὸ μὲν πρῶτον ὑπὲρ τῆς Ἁλιαρτίων σωτηρίας, [2] παρακουόμενοι δὲ περὶ τούτου τοῦ μέρους ἐκ με�
�αθέσεως διελέγοντο περὶ Δήλου καὶ Λήμνου καὶ τῆς τῶν Ἁλιαρτίων χώρας, εἰς ἑαυτοὺς ἐξαιτούμενοι τὴν κτῆσιν: εἶχον γὰρ διττὰς ἐντολάς. [3] οἷς περὶ μὲν τῶν κατὰ Δῆλον καὶ Λῆμνον οὐκ ἄν τις ἐπιτιμήσειε διὰ τὸ καὶ πρότερον ἀντιπεποιῆσθαι τῶν νήσων τούτων, περὶ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας εἰκότως ἄν τις καταμέμψαιτο. [4] τὸ γὰρ πόλιν σχεδὸν ἀρχαιοτάτην τῶν κατὰ τὴν Βοιωτίαν ἐπταικυῖαν μὴ συνεπανορθοῦν κατὰ πάντα τρόπον, τὸ δ᾽ ἐναντίον ἐξαλείφειν, ἀφαιρουμένους καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν ἠκληρηκότων, [5] δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι τῶν Ἑλλήνων καθήκειν, ἥκιστα δὲ τῶν ἄλλων Ἀθηναίοις. [6] τὸ γὰρ τὴν μὲν ἰδίαν πατρίδα κοινὴν ποιεῖν ἅπασιν, τὰς δὲ τῶν ἄλλων ἀναιρεῖν, οὐδαμῶς οἰκεῖον ἂν φανείη τοῦ τῆς πόλεως ἤθους. [7] πλὴν ἥ γε σύγκλητος καὶ τὴν Δῆλον αὐτοῖς ἔδωκε καὶ τὴν Λῆμνον καὶ τὴν τῶν Ἁλιαρτίων χώραν. καὶ τὰ μὲν κατὰ τοὺς Ἀθηναίους τοιαύτην ἔσχε διάθεσιν. — [8]

 

‹ Prev