Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 316
Delphi Complete Works of Polybius Page 316

by Polybius


  [1] καὶ τὴν μὲν Λῆμνον καὶ τὴν Δῆλον κατὰ τὴν παροιμίαν τὸν λύκον τῶν ὤτων ἔλαβον: [9] πολλὰ γὰρ ὑπέμειναν δυσκληρήματα συμπλεκόμενοι τοῖς Δηλίοις: ἐκ δὲ τῆς τῶν Ἁλιαρτίων χώρας ὄνειδος αὐτοῖς μᾶλλον ἢ καρπός τις συνεξηκολούθησεν. — ὅτι κατὰ τὸν καιρὸν τοῦτον Θεαίδητος εἰσελθὼν εἰς τὴν σύγκλητον λόγους μὲν ἐποιήσατο περὶ τῆς συμμαχίας: [2] ὑπερθεμένης δὲ τῆς συγκλήτου τὸ διαβούλιον, οὗτος μὲν μετήλλαξε τὸν βίον κατὰ φύσιν: ἔτη γὰρ εἶχε πλείω τῶν ὀγδοήκοντα: παρα [3] γενομένων δὲ φυγάδων ἔκ τε Καύνου καὶ Στρατονικείας εἰς τὴν Ῥώμην καὶ παρελθόντων εἰς τὴν σύγκλητον, ἐγένετο δόγμα Ῥοδίους ἐξάγειν τὰς φρουρὰς ἔκ τε Καύνου καὶ Στρατονικείας. [4] οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην λαβόντες ταύτην τὴν ἀπόκρισιν ἀπέπλευσαν κατὰ σπουδὴν εἰς τὴν οἰκείαν, [5] δεδιότες μὴ παρακούσαντες οἱ Ῥόδιοι περὶ τοῦ τὰς φρουρὰς ἐξαγαγεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν. —

  [1] Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ τριακοστῇ. [2] μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν κατασκευάσας μεγίστην ἐν τῷ κίρκῳ πρώτους εἰσῆγεν αὐλητὰς ἅμα πάντας. [3] οὗτοι δ᾽ ἦσαν Θεόδωρος ὁ Βοιώτιος, Θεόπομπος, Ἕρμιππος, [ὁ] Λυσίμαχος, οἵτινες ἐπιφανέστατοι ἦσαν. [4] τούτους οὖν στήσας ἐπὶ τὸ προσκήνιον μετὰ τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας. [5] τῶν δὲ διαπορευομένων τὰς κρούσεις μετὰ τῆς ἁρμοζούσης κινήσεως προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλ᾽ ἀγωνίζεσθαι μᾶλλον ἐκέλευσεν. [6] τῶν δὲ διαπορούντων ὑπέδειξέν τις τῶν ῥαβδούχων ἐπιστρέψαντας ἐπαγαγεῖν ἐφ᾽ αὑτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην. [7] ταχὺ δὲ συννοήσαντες οἱ αὐληταὶ καὶ λαβόντες *** οἰκείαν ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν. [8] συνεπιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἐπῆγον ἀνὰ μέρος ἐπ᾽ ἀλλήλους. [9] ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπεισιόντες τὴν σκηνὴν ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μεταβολῆς. [10] ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν ἐκ τοῦ καιροῦ στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότ᾽ ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων. [11] ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρχήστραν, καὶ πύκται τέτταρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν. [12] ὁμοῦ δὲ τούτων πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον. περὶ δὲ τῶν τραγῳδῶν, φησὶν ὁ Πολύβιος, ὅ,τι ἂν ἐπιβάλωμαι λέγειν, δόξω τισὶ διαχλευάζειν.

  [1] II. Res Graeciae ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Ῥαῦκον. [2] οἱ δὲ Ῥόδιοι κομισάμενοι τὰ περὶ τῶν Καυνίων καὶ θεωροῦντες οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ πάντων ἀκολούθως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως τοὺς περὶ Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμπον εἰς τὴν Ῥώμην, δόντες ἐντολὰς πειράζειν πάλιν περὶ τῆς συμμαχίας. [3] οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θερείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον καὶ παραυτίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττομένοις διεσάφουν καὶ παρεκάλουν ὑπὲρ τῆς συμμαχίας, πολλοὺς καὶ ποικίλους διατιθέμενοι λόγους. ἡ δὲ σύγκλητος ἔδωκεν ἀπόκρισιν, [4] ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησε, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὑτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν. —

  [1] ὅμοιοι γὰρ ἦσαν οἱ τὴν Περαίαν κατοικοῦντες τοῖς οἰκέταις τοῖς ἐκ τῶν δεσμῶν ἀνελπίστως λελυμένοις, [2] οἵτινες ἀπιστοῦντες τοῖς παροῦσι μείζω μὲν διαβαίνουσι τῆς κατὰ φύσιν κινήσεως, οὐ δοκοῦσι δὲ γινώσκεσθαι παρὰ τοῖς ἀπαντῶσιν οὐδὲ συνορᾶσθαι διότι λέλυνται σαφῶς, ἐὰν μή τι παράλογον ποιῶσι καὶ τῶν ἄλλων ἐξηλλαγμένον.

  [1] III. Res Asiae ὁ δ᾽ αὐτὸς οὗτος βασιλεὺς ἀκούσας τοὺς ἐν τῇ Μακεδονίᾳ συντετελεσμένους ἀγῶνας ὑπὸ Αἰμιλίου Παύλου τοῦ Ῥωμαίων στρατηγοῦ, βουλόμενος τῇ μεγαλοδωρίᾳ ὑπερᾶραι τὸν Παῦλον ἐξέπεμψε πρέσβεις καὶ θεωροὺς εἰς τὰς πόλεις καταγγελοῦντας τοὺς ἐσομένους ἀγῶνας ὑπ᾽ αὐτοῦ ἐπὶ Δάφνης, ὡς πολλὴν γενέσθαι τῶν Ἑλλήνων σπουδὴν εἰς τὴν ὡς αὐτὸν ἄφιξιν. [2] ἀρχὴν δ᾽ ἐποιήσατο τῆς πανηγύρεως τὴν πομπείαν οὕτως ἐπιτελεσθεῖσαν. [3] καθηγοῦντό τινες Ῥωμαϊκὸν ἔχοντες καθοπλισμὸν ἐν θώραξιν ἁλυσιδωτοῖς, ἄνδρες ἀκμάζοντες ταῖς ἡλικίαις πεντακισχίλιοι: μεθ᾽ οὓς Μυσοὶ πεντακισχίλιοι. [4] συνεχεῖς δ᾽ ἦσαν Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι τρισχίλιοι, χρυσοῦς ἔχοντες στεφάνους. [5] ἐπὶ δὲ τούτοις Θρᾷκες τρισχίλ�
�οι καὶ Γαλάται πεντακισχίλιοι. τούτοις ἐπέβαλλον Μακεδόνες δισμύριοι καὶ χαλκάσπιδες πεντακισχίλιοι, ἄλλοι δὲ ἀργυράσπιδες, οἷς ἐπηκολούθει μονομάχων ζεύγη διακόσια τετταράκοντα. [6] τούτων κατόπιν ἦσαν ἱππεῖς Νισαῖοι μὲν χίλιοι πολιτικοὶ δὲ τρισχίλιοι, ὧν οἱ μὲν πλείους ἦσαν χρυσοφάλαροι καὶ χρυσοστέφανοι, οἱ δ᾽ ἄλλοι ἀργυροφάλαροι. [7] μετὰ δὲ τούτους ἦσαν οἱ λεγόμενοι Ἑταῖροι ἱππεῖς: οὗτοι δὲ ἦσαν εἰς χιλίους, πάντες χρυσοφάλαροι. τούτοις συνεχὲς ἦν τὸ τῶν φίλων σύνταγμα, [8] ἴσον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸν κόσμον. ἐπὶ δὲ τούτοις ἐπίλεκτοι χίλιοι, οἷς ἐπηκολούθει τὸ καλούμενον ἄγημα, κράτιστον εἶναι δοκοῦν σύστημα τῶν ἱππέων, [9] περὶ χιλίους. τελευταία δ᾽ ἦν ἡ κατάφρακτος ἵππος, οἰκείως τῇ προσηγορίᾳ τῶν ἵππων καὶ τῶν ἀνδρῶν ἐσκεπασμένων τοῖς ὅπλοις: ἦσαν δὲ καὶ αὐτοὶ χίλιοι καὶ πεντακόσιοι. [10] πάντες δ᾽ οἱ προειρημένοι εἶχον πορφυρᾶς ἐφαπτίδας, πολλοὶ δὲ καὶ διαχρύσους καὶ ζῳωτάς. [11] ἐπὶ δὲ τούτοις ἕξιππα μὲν ἦν ἑκατόν, τέθριππα δὲ τετταράκοντα, ἔπειτα ἐλεφάντων ἅρμα καὶ συνωρίς. καθ᾽ ἕνα δὲ εἵποντο ἐλέφαντες διεσκευασμένοι τριάκοντα καὶ ἕξ.

  [1] τὴν δ᾽ ἄλλην πομπὴν λέγειν ἐστὶ δυσέφικτον, [12] ὡς ἐν κεφαλαίῳ δὲ λεκτέον. ἔφηβοι μὲν γὰρ ἐπόμπευσαν εἰς ὀκτακοσίους, χρυσοῦς ἔχοντες στεφάνους, βόες δ᾽ εὐτραφεῖς περὶ χιλίους, θεωρίδες δὲ βραχὺ λείπουσαι τριακοσίων, ἐλεφάντων δὲ ὀδόντες ὀκτακόσιοι. [13] τὸ δὲ τῶν ἀγαλμάτων πλῆθος οὐ δυνατὸν ἐξηγήσασθαι: πάντων γὰρ τῶν παρ᾽ ἀνθρώποις λεγομένων ἢ νομιζομένων θεῶν ἢ δαιμόνων, προσέτι δὲ ἡρώων εἴδωλα διήγετο, τὰ μὲν κεχρυσωμένα, τὰ δ᾽ ἠμφιεσμένα στολαῖς διαχρύσοις. [14] καὶ πᾶσι τούτοις οἱ προσήκοντες μῦθοι κατὰ τὰς παραδεδομένας ἱστορίας ἐν διασκευαῖς πολυτελέσι παρέκειντο. [15] εἵπετο δ᾽ αὐτοῖς καὶ Νυκτὸς εἴδωλον καὶ Ἡμέρας, Γῆς τε καὶ Οὐρανοῦ, καὶ Ἠοῦς καὶ Μεσημβρίας. [16] τὸ δὲ τῶν χρυσωμάτων καὶ ἀργυρωμάτων πλῆθος οὕτως ἄν τις ὑπονοήσειεν ὅσον ἦν: ἑνὸς γὰρ τῶν φίλων, Διονυσίου τοῦ ἐπιστολιαγράφου, χίλιοι παῖδες ἐπόμπευσαν ἀργυρώματα ἔχοντες, ὧν οὐδὲν ἐλάττον᾽ ὁλκὴν εἶχεν δραχμῶν χιλίων. [17] βασιλικοὶ δὲ παῖδες παρῆλθον ἑξακόσιοι χρυσώματα ἔχοντες. ἔπειτα γυναῖκες ἐκ χρυσῶν καλπίδων μύροις ἔρραινον, εἰς διακοσίας. [18] ταύταις δ᾽ ἑξῆς ἐπόμπευον ἐν χρυσόποσι μὲν φορείοις ὀγδοήκοντα γυναῖκες, ἐν ἀργυρόποσι δὲ πεντακόσιαι καθήμεναι, πολυτελῶς διεσκευασμέναι. καὶ τῆς μὲν πομπῆς τὰ ἐπιφανέστατα ταῦτα ἦν. [19] ἐπιτελεσθέντων δὲ τῶν ἀγώνων καὶ μονομαχιῶν καὶ κυνηγεσίων κατὰ τριάκονθ᾽ ἡμέρας, ἐν αἷς τὰς θέας συνετέλει, πέντε μὲν τὰς πρώτας ἐν τῷ γυμνασίῳ πάντες ἐκ χρυσῶν ὁλκείων ἠλείφοντο κροκίνῳ μύρῳ. [2] ἦν δὲ ταῦτα πεντεκαίδεκα, καὶ κινναμωμίνου τὰ ἴσα καὶ ναρδίνου. παραπλησίως δὲ καὶ ταῖς ἑξῆς εἰσεφέρετο τήλινον, ἀμαράκινον, ἴρινον, πάντα διαφέροντα ταῖς εὐωδίαις. [3] ἔστρωτο δὲ εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια μετὰ τῆς πολυτελεστάτης διασκευῆς.

  [1] ὅτι μετὰ τὴν συντέλειαν τῶν ἀγώνων, ἄρτι τούτων γεγονότων, ἧκον οἱ περὶ τὸν Τεβέριον πρεσβευταί, κατασκόπων ἔχοντες τάξιν. [2] οἷς οὕτως ἐπιδεξίως ἀπήντησεν Ἀντίοχος καὶ φιλοφρόνως ὥστε μὴ οἷον τοὺς περὶ τὸν Τεβέριον ὑποπτεῦσαί τι περὶ αὐτοῦ πραγματικὸν ἢ παρατριβῆς ἔμφασιν ἔχον ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν, ἀλλὰ καὶ τῶν λεγόντων τι τοιοῦτον καταγινώσκειν διὰ τὴν ὑπερβολὴν τῆς κατὰ τὴν ἀπάντησιν φιλανθρωπίας: [3] ὅς γε πρὸς τοῖς ἄλλοις καὶ τῆς αὐλῆς παρεχώρησε τοῖς πρεσβευταῖς, μικροῦ δὲ καὶ τοῦ διαδήματος κατὰ τὴν ἐπίφασιν, καίπερ οὐκ ὢν τῇ προαιρέσει τοιοῦτος, [4] ἀλλὰ τοὐναντίον ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους.

  [1] C. Olymp. 153, 3. I. Res Italiae ὅτι τοῖς παρὰ τῶν ἐκ τῆς Ἀσίας Γαλατῶν πρεσβευταῖς συνεχώρησαν τὴν αὐτονομίαν μένουσιν ἐν ταῖς ἰδίαις κατοικίαις καὶ μὴ στρατευομένοις ἐκτὸς τῶν ἰδίων ὅρων. II. Res Graeciae ὅτι κατὰ τὴν Πελοπόννησον, παραγενομένων τῶν πρεσβευτῶν καὶ διασαφούντων τὰ κατὰ τὰς ἀποκρίσεις, οὐκέτι θόρυβος ἦν, ἀλλ᾽ ὀργὴ καὶ μῖσος ἐκφανὲς πρὸς τοὺς περὶ τὸν Καλλικράτην. — [2]

  [1] ὅτι τοῦ περὶ Καλλικράτην μίσους καὶ Ἀνδρωνίδαν καὶ τοὺς λοιποὺς τοὺς ὁμογνώμονας τούτων οὕτως ἄν τις τεκμήραιτο. [3] τῆς γὰρ τῶν Ἀντιγονείων πανηγύρεως ἐν τῷ Σικυῶνι συντελουμένης, καὶ τῶν βαλανείων ἁπάντων ἐχόντων τάς τε κοινὰς μάκτρας καὶ πυέλους ταύταις παρακειμένας, εἰς ἃς οἱ κομψότεροι τῶν ἀνθρώπων εἰώθασι κατ᾽ ἰδίαν ἐμβαίνειν, [4] εἰς ταύτας ὅτε τις καθείη τῶν περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην, οὐδεὶς ἐτόλμα τῶν ἐφεστώτων ἔτι καθιέναι, πρὶν ἢ τὸν βαλανείτην τὸ μὲν ὑπάρχον ὕδωρ ἀφεῖναι πᾶν, ἕτερον δὲ καθαρὸν ἐγχέαι. [5] τοῦτο δ᾽ ἐποίουν, ὑπολαμβάνοντες ὡσανεὶ μιαίνεσθαι καθιέντες εἰς ταὐτὸ τοῖς προειρημένοις ὕδωρ. [6] τοὺς δὲ συριγμοὺς τοὺς ἐν ταῖς κοιναῖς πανηγύρεσι τῶν Ἑλλήνων καὶ τοὺς χλευασμούς, ὅτε τις ἐπιβάλοιτο κηρύττειν τινὰ τῶν προειρημένων, οὐδ᾽ ἂν ἐξηγήσαιτο ῥᾳδίως οὐδείς. [7] ἐθάρρει δὲ καὶ τὰ παιδάρια κατὰ τὰς ὁδοὺς ἐκ τ
ῶν διδασκαλείων ἐπανάγοντα κατὰ πρόσωπον αὐτοὺς προδότας ἀποκαλεῖν. τοιαύτη τις ὑπέδραμε προσκοπὴ καὶ μῖσος κατὰ τῶν προειρημένων. D. Olymp. 153, 4. Res Italiae ὅτι εἰς τὴν Ῥώμην παραγεγονότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν ἡ σύγκλητος. [2] οἱ μὲν οὖν παρὰ τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντ᾽ Εὐμένους τοῦ βασιλέως, φάσκοντες αὑτῶν τέ τινα χωρία παραιρεῖσθαι τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι τὸ παράπαν οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν, ἀλλὰ τοὺς τὰ σφέτερα μὲν φρονοῦντας σωματοποιεῖν, [3] τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως κατὰ πάντα τρόπον ἐλαττοῦν. [4] ἦσαν δέ τινες πρεσβευταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν Ἀντίοχον κοινοπραγίας. [5] ἡ δὲ σύγκλητος διακούσασα τῶν κατηγορούντων οὔτ᾽ ἀπέρριπτε τὰς διαβολὰς οὔτ᾽ ἐξέφαινε τὴν ἑαυτῆς γνώμην, ἀλλὰ συνετήρει παρ᾽ ἑαυτῇ, διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον: [6] τοῖς γε μὴν Γαλάταις ἀεί τι προσετίθει καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας. [7] οἱ δὲ περὶ τὸν Τεβέριον ἥκοντες ἀπὸ τῆς πρεσβείας οὐδὲν περιττότερον ἠδυνήθησαν οὔτ᾽ αὐτοὶ διαλαβεῖν οὔτε τῇ συγκλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἤπερ ἃ καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ διελάμβανον. [8] οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ.

 

‹ Prev