Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 322
Delphi Complete Works of Polybius Page 322

by Polybius


  [1] ὅτι τοῦ Μηνοχάρους παραγενηθέντος εἰς τὴν Ἀντιόχειαν πρὸς Δημήτριον καὶ διασαφήσαντος τῷ βασιλεῖ τὴν γεγενημένην ἔντευξιν αὐτῷ πρὸς τοὺς περὶ Τεβέριον ἐν τῇ Καππαδοκίᾳ, [2] νομίσας ὁ βασιλεὺς ἀναγκαιότατον εἶναι τῶν παρόντων τὸ τοὺς προειρημένους ἄνδρας ἐξομιλῆσαι καθ᾽ ὅσον οἷός τ᾽ ἦν, [3] πάντα τἄλλα πάρεργα ποιησάμενος διεπέμπετο πρὸς τούτους, τὸ μὲν πρῶτον εἰς Παμφυλίαν, μετὰ δὲ ταῦτα πάλιν εἰς Ῥόδον, πάντα ποιήσειν Ῥωμαίοις ἀναδεχόμενος, ἕως ἐξειργάσατο βασιλεὺς ὑπ᾽ αὐτῶν προσαγορευθῆναι. [4] καὶ γὰρ ἦν ὁ Τεβέριος εὔνους αὐτῷ διαφερόντως: διὸ καὶ μεγάλα συνεβάλετο πρὸς τὸ καθικέσθαι καὶ κτήσασθαι τὰ κατὰ τὴν ἀρχὴν αὐτόν. [5] ὁ δὲ Δημήτριος τυχὼν τῆς προειρημένης ἀφορμῆς εὐθέως εἰς τὴν Ῥώμην ἔπεμπε πρεσβευτὰς στέφανόν τε κομίζοντας καὶ τὸν αὐτόχειρα τοῦ Γναΐου γεγονότα καὶ σὺν τούτοις τὸν κριτικὸν Ἰσοκράτην.

  BOOK 32

  [1] A. Olymp. 155, 1. I. Res Italiae ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον παρ᾽ Ἀριαράθου πρέσβεις στέφανόν τε κομίζοντες ἀπὸ μυρίων χρυσῶν καὶ διασαφοῦντες τὴν τοῦ βασιλέως προαίρεσιν, ἣν ἔχει πρὸς τὰ Ῥωμαίων πράγματα, *** καὶ τούτων μάρτυρας ἐπήγοντο τοὺς περὶ τὸν Τεβέριον. [2] [3] ὧν ἀνθομολογησαμένων ἡ σύγκλητος τόν τε στέφανον ἀπεδέξατο μετὰ μεγάλης χάριτος καὶ τὰ μέγιστα τῶν παρ᾽ αὐτῇ νομιζομένων δώρων ἀνταπέστειλε, τόν τε σκίπωνα καὶ τὸν ἐλεφάντινον δίφρον. [4] τούτους μὲν οὖν ἐξ αὐτῆς ἔτι πρὸ τοῦ χειμῶνος ἀπέλυσεν ἡ σύγκλητος. [5] μετὰ δὲ τούτους Ἀττάλου παραγενηθέντος, ἤδη τῶν ὑπάτων τὰς ἀρχὰς εἰληφότων, καὶ τῶν Γαλατῶν αὐτοῦ κατηγορησάντων, οὓς ἀπεστάλκει Προυσίας, [6] καὶ πλειόνων ἑτέρων ἀπὸ τῆς Ἀσίας, διακούσασα πάντων ἡ σύγκλητος οὐ μόνον ἀπέλυσε τῶν διαβολῶν τὸν Ἄτταλον, ἀλλὰ καὶ προσαυξήσασα τοῖς φιλανθρώποις ἐξαπέστειλε: [7] καθ᾽ ὅσον γὰρ ἀπηλλοτρίωτο τοῦ βασιλέως καὶ διεφέρετο πρὸς τὸν Εὐμένη, κατὰ τοσοῦτον ἐφιλοποιεῖτο καὶ συνηῦξε τὸν Ἄτταλον. —

  [1] ὅτι ἧκον καὶ παρὰ τοῦ Δημητρίου τοῦ βασιλέως πρέσβεις οἱ περὶ τὸν Μηνοχάρην, στέφανον ἀπὸ μυρίων χρυσῶν τῇ Ῥώμῃ κομίζοντες, ἅμα δὲ καὶ τὸν προσενέγκαντα τῷ Γναΐῳ τὰς χεῖρας ἄγοντες. [2] ἡ δὲ σύγκλητος ἐπὶ πολὺν μὲν χρόνον διηπόρησε περὶ τούτων πῶς δεῖ χρήσασθαι τοῖς πράγμασιν, [3] ὅμως δὲ προσεδέξατο καὶ τοὺς πρεσβευτὰς καὶ τὸν στέφανον: τούς γε μὴν ἀγομένους ἀνθρώπους οὐ προσεδέξατο. [4] καίτοι γε Δημήτριος οὐ μόνον τὸν Λεπτίνην ἀπέστειλε τὸν αὐτόχειρα τοῦ Γναΐου γενόμενον, ἀλλὰ καὶ τὸν Ἰσοκράτην. [5] οὗτος δ᾽ ἦν μὲν γραμματικὸς τῶν τὰς ἀκροάσεις ποιουμένων, φύσει δ᾽ ὢν λάλος καὶ πέρπερος καὶ κατακορὴς προσέκοπτε μὲν καὶ τοῖς Ἕλλησιν, ἅτε καὶ τῶν περὶ τὸν Ἀλκαῖον ἐν ταῖς Συγκρίσεσιν ἐπιδεξίως σκωπτόντων αὐτὸν καὶ διαχλευαζόντων, [6] παραγενόμενος δ᾽ εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων ποιούμενος τοὺς λόγους, [7] ἀλλὰ καὶ πραγματικὰς ἀποφάσεις ἐξέβαλε, φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμάτων καὶ τῆς ἀνέδην ἐξουσίας. [8] τοιαῦτα μὲν οὖν ῥιψολογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν.

  [1] ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης. [2] ὁ μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενεγκεῖν Γναΐῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς, φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι. [3] τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ, παρακαλῶν αὐτὸν μὴ δεδιέναι διὰ τὸν Γναΐου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαοδικέων: [4] αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύσεσθαι καὶ διδάξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν. [5] καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς, [6] ὁ δ᾽ Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ. τοῦ κλοιοῦ δ᾽ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη. [7] διὸ καὶ παρεγένετ᾽ εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ. [8] ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου, [9] τά τε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον. [10] ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος: [11] ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖν, ὑπολα�
�οῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον, [12] ὥστ᾽ ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι. [13] διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. — [14]

  [1] ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις οἱ περὶ Ξένωνα καὶ Τηλεκλῆν ὑπὲρ τῶν κατῃτιαμένων, καὶ μάλιστα τοῦ Πολυβίου καὶ τοῦ Στρατίου χάριν: [15] τοὺς μὲν γὰρ λοιποὺς σχεδὸν ἅπαντας ὁ χρόνος ἤδη καταναλώκει, τούς γε δὴ καὶ μνήμης ἀξίους. [16] παρῆσαν δ᾽ οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ. [17] εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐδ᾽ ὣς οὐδὲν ἠνύσθη, τὸ δ᾽ ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων. II. Res Graeciae ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταρα χώδους ὄντος καὶ θορυβώδους, ἀναιρεθέντος δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν καὶ ὡμονόησαν ἑνὸς ἀνθρώπου παραχωρήσαντος: [2] τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις, ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς τῆς οἰκουμένης δι᾽ ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν, ποτὲ δὲ τῶν μεγίστων ἀγαθῶν πεῖραν λαμβάνειν. — [3]

  [1] ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι τὸ τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν. — ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη, κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως μετὰ τὸν Λυκίσκου θάνατον, [2] καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν ἡ διάθεσις κατὰ τὴν Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών. [3] σχεδὸν γὰρ ὡσανεὶ καθαρμόν τινα συνέβη γενέσθαι τῆς Ἑλλάδος, τῶν ἀλιτηρίων αὐτῆς ἐκ τοῦ ζῆν μεθισταμένων. [4] καὶ γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συνεκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλλάξαι τὸν βίον. [5] τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτ᾽ ἐν ἀκαταστασίαις ἦν καὶ ταραχαῖς, ὡς κατὰ τοὺς ἐπάνω χρόνους, διὰ τὴν Χάροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη τελεσθῆναι τὸν πρὸς Περσέα πόλεμον. [6] μετὰ γὰρ τὸ κατακρῖναι Λεύκιον Ἀνίκιον καὶ Λεύκιον Αἰμίλιον ἀνελεῖν τοὺς μὲν τῶν ἐπιφανῶν ἀνδρῶν, τοὺς δ᾽ ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν ὑποψίαν εἶχον, [7] τότε λαβὼν ὁ Χάροψ τὴν ἐξουσίαν ὃ βούλοιτο πράττειν, οὐκ ἔστι τῶν δεινῶν ὁποῖον οὐκ ἐποίει, [8] τὰ μὲν δι᾽ αὑτοῦ, τὰ δὲ διὰ τῶν φίλων, ἅτε νέος μὲν ὢν αὐτὸς κομιδῇ, συνδεδραμηκότων δὲ πρὸς αὐτὸν τῶν χειρίστων καὶ τῶν εἰκαιοτάτων ἀνθρώπων διὰ τὸν ἐκ τῶν ἀλλοτρίων νοσφισμόν. [9] εἶχε δ᾽ οἷον ἐφεδρείαν καὶ ῥοπὴν πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ ποιεῖ καὶ μετὰ τῆς Ῥωμαίων γνώμης τήν τε προϋπάρχουσαν αὐτῷ σύστασιν πρὸς τοὺς προειρημένους καὶ πρὸς ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ Νικάνορα, [10] τἄλλα τε μετρίους ἀνθρώπους καὶ δοκοῦντας εἶναι Ῥωμαίων φίλους, οἳ πολύ τι κεχωρισμένοι τὸν πρὸ τοῦ χρόνον ἁπάσης ἀδικίας οὐκ οἶδ᾽ ὅπως τότε συνεπέδωκαν αὑτοὺς εἰς τὸ συνεπισχύειν καὶ κοινωνεῖν ταῖς τοῦ Χάροπος ἀνομίαις. [11] ἐπειδὴ δ᾽ ὁ προειρημένος τοὺς μὲν κατὰ τὴν ἀγορὰν ἀναφανδὸν ἐφόνευσε, τοὺς δ᾽ ἐν ταῖς ἰδίαις οἰκίαις, ἐνίους δ᾽ ἐπὶ τῶν ἀγρῶν καὶ κατὰ τὰς ὁδοὺς ἐπαποστέλλων ἐδολοφόνησε καὶ πάντων τῶν τεθνεώτων ἐξηνδραποδίσατο τοὺς βίους, ἄλλην ἐπεισῆγε μηχανήν. [12] προέγραφε γὰρ τοὺς εὐκαιροῦντας τοῖς βίοις φυγάδας, οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας: [13] ἀναταθεὶς δὲ τὸν φόβον τοῦτον ἐχρηματίζετ᾽ ἀεὶ τοὺς μὲν ἄνδρας δι᾽ ἑαυτοῦ, τὰς δὲ γυναῖκας διὰ τῆς μητρὸς Φιλώτιδος: [14] πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ πλεῖόν τι δυνάμενον συνεργεῖν ἢ κατὰ γυναῖκα.

  [1] ἐπειδὴ δὲ πάντας καὶ πάσας ἐξηργυρίσαντο κατὰ τὸ δυνατόν, εἰσῆγον εἰς τὸν δῆμον οὐδὲν ἧττον ἅπαντας τοὺς προγεγραμμένους. [2] οἱ δὲ πολλοὶ τῶν ἐν τῇ Φοινίκῃ τὰ μὲν διὰ τὸν φόβον, τὰ δὲ καὶ δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα κατέκριναν οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελθέντας ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων. [3] οὗτοι μὲν οὖν πάντες ἔφυγον, ὁ δὲ Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην, ἔχων χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθ᾽ αὑτοῦ, βουλόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν αὑτοῦ παρανομίαν. [4] ἐν ᾧ καιρῷ κάλλιστον μὲν ἐγένετο δεῖγμα τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ θέαμα πᾶσι τοῖς Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα δὲ τοῖς ἀνακεκλημένοις: [5] ὅ τε γὰρ Μάρκος, ἀρχιερεὺς ὢν καὶ πρῶτος τῆς συγκλήτου γραφόμενος, ὅ τε Λεύκιος ὁ τὸν Περσέα νικήσας, μεγίστην ἔχων πίστιν καὶ δύναμιν, πυνθανόμενοι τὰ πεπραγμένα τῷ Χάροπι κατὰ τὴν Ἤπειρον ἐκώλυσαν εἰς τὰς οἰκίας αὑτῶν εἰσιέναι τὸν Χάροπα. [6] οὗ γενομ�
�νου περιβοήτου πάντες ἐγενήθησαν οἱ παρεπιδημοῦντες περιχαρεῖς, ἀποδεχόμενοι τὸ μισοπόνηρον τῶν Ῥωμαίων. [7] μετὰ δὲ ταῦτα τοῦ Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον, οὐ συγκατέθετο τοῖς ἀξιουμένοις οὐδ᾽ ἐβουλήθη δοῦναι ῥητὴν ἀπόκρισιν, [8] ἀλλὰ τοῖς ἀποστελλομένοις πρεσβευταῖς ἔφη δώσειν ἐντολὰς ἐπισκέψασθαι περὶ τῶν γεγονότων. [9] ὁ δὲ Χάροψ ἀναχωρήσας ταύτην μὲν τὴν ἀπόκρισιν ἀπεσιώπησε, γράψας δὲ πρὸς τὴν ἰδίαν ὑπόθεσιν ἁρμόζουσαν ἀπήγγειλεν ὡς συνευδοκούντων Ῥωμαίων τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις.

  [1] B. Olymp. 155, 2. I. Res Italiae ὅτι παρὰ τῶν Ἀθηναίων ἧκον πρέσβεις *** καὶ παρὰ τῶν Ἀχαιῶν οἱ περὶ Θεαρίδαν καὶ Στέφανον ὑπὲρ τῶν Δηλίων. [2] τοῖς γὰρ Δηλίοις δοθείσης ἀποκρίσεως παρὰ Ῥωμαίων, μετὰ τὸ συγχωρηθῆναι τὴν Δῆλον τοῖς Ἀθηναίοις, αὐτοῖς μὲν ἐκχωρεῖν ἐκ τῆς νήσου, [3] τὰ δ᾽ ὑπάρχοντα κομίζεσθαι, μεταστάντες εἰς Ἀχαΐαν οἱ Δήλιοι καὶ πολιτογραφηθέντες ἐβούλοντο τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν Ἀθηναίων κατὰ τὸ πρὸς τοὺς Ἀχαιοὺς σύμβολον. [4] τῶν δ᾽ Ἀθηναίων φασκόντων μηδὲν εἶναι πρὸς αὐτοὺς τῆς δικαιοδοσίας ταύτης, ᾐτοῦντο ῥύσια τοὺς Ἀχαιοὺς οἱ Δήλιοι κατὰ τῶν Ἀθηναίων. [5] ὑπὲρ ὧν τότε πρεσβεύσαντες ἔλαβον ἀπόκρισιν κυρίας εἶναι τὰς κατὰ τοὺς νόμους γεγενημένας παρὰ τοῖς Ἀχαιοῖς οἰκονομίας περὶ τῶν Δηλίων.

 

‹ Prev