by Polybius
[1] II. Res Pergami ὅτι Εὐμένης ὁ βασιλεὺς τῇ μὲν σωματικῇ δυνάμει παραλελυμένος ἦν, τῇ δὲ τῆς ψυχῆς λαμπρότητι προσανεῖχεν, [2] ἀνὴρ ἐν μὲν τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν καθ᾽ αὑτὸν βασιλέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα καὶ κάλλιστα μείζων καὶ λαμπρότερος: [3] ὅς γε πρῶτον μὲν παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βασιλείαν συνεσταλμένην τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια ταῖς μεγίσταις τῶν καθ᾽ αὑτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν ἀρχήν, [4] οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδ᾽ ἐκ περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ πράξεως τῆς αὑτοῦ. [5] δεύτερον φιλοδοξότατος ἐγενήθη καὶ πλείστας μὲν τῶν καθ᾽ αὑτὸν βασιλέων πόλεις Ἑλληνίδας εὐεργέτησε, πλείστους δὲ κατ᾽ ἰδίαν ἀνθρώπους ἐσωματοποίησε. [6] τρίτον ἀδελφοὺς ἔχων τρεῖς καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν ***, πάντας τούτους συνέσχε πειθαρχοῦντας αὑτῷ καὶ δορυφοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας ἀξίωμα. [7] τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός.
[1] C. Olymp. 155, 3. I. Res Italiae ὅτι τῶν Ἰσσίων πλεονάκις πεπρεσβευκότων εἰς τὴν Ῥώμην καὶ διασαφούντων ὅτι Δελματεῖς τὴν χώραν ἀδικοῦσι καὶ τὰς πόλεις τὰς μετ᾽ αὐτῶν ταττομένας: [2] αὗται δ᾽ εἰσὶν Ἐπέτιον καὶ Τραγύριον: ὁμοίως δὲ καὶ τῶν Δαορσῶν ἐγκαλούντων, [3] ἐξαπέστειλεν ἡ σύγκλητος πρεσβευτὰς τοὺς περὶ Γάιον Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν Ἰλλυρίδα, καὶ μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς. [4] οὗτοι δέ, μέχρι μὲν ἔζη Πλευρᾶτος, ὑπήκουον ἐκείνῳ: μεταλλάξαντος δὲ τούτου τὸν βίον, καὶ διαδεξαμένου Γενθίου τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς ὁμόροις προσεπολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυγείτονας, ὧν ἔνιοι καὶ φόρους αὐτοῖς ἔφερον: ὁ δὲ φόρος ἦν θρέμματα καὶ σῖτος. [5] καὶ οἱ μὲν περὶ Φάννιον ἐπὶ τούτοις ἐξώρμησαν. —
[1] ὅτι ὁ βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν Ῥώμην ἔτι θερείας οὔσης: τότε δέ, [2] παρειληφότων ὑπάτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον καὶ Λεύκιον Αὐρήλιον, ἐγίνετο περὶ τὰς κατ᾽ ἰδίαν ἐντεύξεις, οἰκείαν ποιούμενος περικοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως. [3] παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι: καὶ γὰρ πρὸς Ἀριαράθην ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζοντο φιλαπεχθῶς. [4] ἀπεστάλκει δὲ καὶ Ὀροφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην, στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους πρὸς τὸν Ἀριαράθην καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσοντας. [5] ἐν μὲν οὖν ταῖς κατ᾽ ἰδίαν ἐντεύξεσιν μείζω φαντασίαν εἷλκον οἱ περὶ τὸν Διογένην καὶ Μιλτιάδην, ἅτε καὶ κατὰ τὸ πλῆθος πρὸς ἕνα συγκρινόμενοι καὶ κατὰ τὴν ἄλλην περικοπὴν εὐτυχοῦντες πρὸς ἐπταικότα θεωρούμενοι: [6] παραπλησίως δὲ καὶ περὶ τὴν τῶν πραγμάτων ἐξήγησιν πολὺ περιῆσαν: [7] πᾶν μὲν γὰρ καὶ πρὸς παντοῖα λέγειν ἐθάρρουν, οὐδένα λόγον ποιούμενοι τῆς ἀληθείας, τὸ δὲ λεγόμενον ἀνυπεύθυνον ἦν, οὐκ ἔχον τὸν ἀπολογησόμενον. [8] λοιπὸν ἀκονιτὶ τοῦ ψεύδους ἐπικρατοῦντος, ἐδόκει σφίσι τὰ πράγματα κατὰ γνώμην χωρεῖν.
[1] II. Res Asiae ὅτι οὐκ ὀλίγοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν καὶ τὸ πνεῦμα προσέθηκαν τοῖς χρήμασιν, οἷς Ὀροφέρνης ὁ τῆς Καππαδοκίας βασιλεὺς κατάληπτος γενόμενος ἀπώλετο καὶ τῆς βασιλείας ἐξέπεσεν. [2] ἡμεῖς δὲ συγκεφαλαιωσάμενοι τὴν τούτου κάθοδον ἐπανάξομεν τὴν διήγησιν ἐπὶ τὴν εἰθισμένην τάξιν, ᾗ χρώμεθα παρ᾽ ὅλην τὴν πραγματείαν: [3] καὶ γὰρ νῦν ὑπερβάντες τὰ κατὰ τὴν Ἑλλάδα προελάβομεν τῶν κατὰ τὴν Ἀσίαν τὰ κατὰ τὴν Καππαδοκίαν διὰ τὸ μηδεμίαν εὔλογον ἔχειν διαίρεσιν τὸν ἐκ τῆς Ἰταλίας ἀπόπλουν καὶ τὴν ἐπὶ τὰ πράγματα κάθοδον [τοῦ] Ἀριαράθου. [4] διόπερ ἐπάνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ τοὺς αὐτοὺς καιρούς. [5] ἐν οἷς ἴδιον καὶ παράλογον πρᾶγμα συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρωπίων πόλιν: [6] ὑπὲρ οὗ τὰ μὲν ἀναδραμόντες, τὰ δὲ προλαβόντες τοῖς χρόνοις συγκεφαλαιωσόμεθα τὴν ὅλην πρᾶξιν, ἵνα μὴ κατὰ μέρος αὐτῆς οὔσης οὐδ᾽ ὅλως ἐπιφανοῦς ἐν διῃρημένοις χρόνοις ἀπαγγέλλοντες εὐτελῆ καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν. [7] ὅταν γὰρ μόλις τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς ἀκούουσιν, ἦ πού γε τοῖς κατὰ μέρος ἐκ διαστήματος λεγομένοις τὸν νοῦν προσέξει τις τῶν φιλομαθούντων; — [8]
[1] ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπιτυχίαις ὡς ἐπίπαν ἄνθρωποι συμφρονοῦσι, κατὰ δὲ τὰς ἀποτυχίας ἀσχάλλοντες τοῖς πράγμασιν ἑλκώδεις καὶ δύσκολοι γίνονται πρὸς τοὺς φίλους: [9] ὃ καὶ περὶ τὸν Ὀροφέρνην συνέβη γενέσθαι, τῶν πραγμάτων αὐτῷ ἀντιπιπτόντων καὶ τῷ Θεοτίμῳ καὶ μεμφομένων ἀλλήλοις ***. — Ὀροφέρνην . [10] ... ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν. — ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεω
ς τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν. D. Olymp. 155, 4. I. Res Italiae ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπ᾽ αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὡς οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρ᾽ αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν: πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, [2] ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρ᾽ ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὑτῶν: [3] ἑτοίμους δ᾽ εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν. [4] ὧν ἡ σύγκλητος ἀκούσασα μετ᾽ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας. [5] τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, [6] ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατ᾽ οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην: [7] ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων. διόπερ ἐβουλεύοντο, [8] πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπ᾽ αὐτῶν παραγγελλομένοις. [9] αὗται μὲν οὖν ἦσαν αἰτίαι δι᾽ ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι: τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον, ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν. —
[1] κατὰ τὸν καιρὸν τοῦτον παραγεγονότων πρεσβευτῶν ἐξ Ἠπείρου παρά τε τῶν τὴν Φοινίκην κατεχόντων καὶ παρὰ τῶν ἐκπεπτωκότων καὶ ποιησαμένων λόγους κατὰ πρόσωπον, [2] ἔδωκεν ἀπόκρισιν αὐτοῖς ἡ σύγκλητος ὅτι δώσει περὶ τούτων ἐντολὰς τοῖς ἀποστελλομένοις πρεσβευταῖς εἰς τὴν Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου.
[1] II. Prusiae Bellum Cum Attalo ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον παρασκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τἈσκληπιοῦ, [2] καὶ βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, [3] κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ λίθινα τῶν ἀγαλμάτων. [4] τὸ δὲ τελευταῖον καὶ τὸ τἈσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυρομάχου κατεσκευασμένον, [5] ἀπήνεγκεν ὡς αὑτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος, ὅπερ εἰκός, ἵλεων αὑτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον. [6] ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις καὶ πρότερον εἴρηκά που, περὶ Φιλίππου ποιούμενος τὸν λόγον, μανικάς. [7] τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ τούτων ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τὰς τραπέζας καὶ τοὺς βωμοὺς ἐξάλλως, ὅπερ ὁ Προυσίας εἴθιστο ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενος, [8] ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι θυμοῦ λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας τῶν λογισμῶν; [9] ὃ καὶ τότε συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν. ἀνδρὸς μὲν γὰρ ἔργον οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσβολάς, ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ πρὸς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μετήγαγε τὸ στράτευμα πρὸς Ἐλαίαν: [10] καὶ καταπειράσας τῆς Ἐλαίας καί τινας προσβολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνάμενος διὰ τὸ Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον εἰσεληλυθότα μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπιβολάς, ἀπῆρεν ἐπὶ Θυατείρων. [11] κατὰ δὲ τὴν ἐπάνοδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ βίας ἐσύλησεν. [12] ὁμοίως καὶ τὸ τοῦ Κυννείου Ἀπόλλωνος τέμενος τὸ περὶ Τῆμνον οὐ μόνον ἐσύλησεν, ἀλλὰ καὶ τῷ πυρὶ διέφθειρεν. [13] καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς. [14] ἐταλαιπώρησε δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύτας τὰς αἰτίας ***. —
[1] ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου, προχειρισάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν περὶ τὸν Πόπλιον, διασαφήσοντα τῇ συγκλήτῳ τὸ γεγονός. [2] οἱ γὰρ ἐν τῇ Ῥώμῃ, τοῦ μὲν Ἀνδρονίκου παραγενομένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην ἔφοδον τῶν πολεμίων, [3] οὐ προσεῖχον, ἀλλ᾽ ὑπενόουν τὸν Ἄτταλον βουλόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφάσεις προκατασκευάζεσθαι καὶ προκαταλαμβάνειν διαβολαῖς: [4] ἅμα δὲ τοῦ τε Νικομήδους καὶ τῶν περὶ τὸν Ἀντίφιλον, τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπιστεῖτο τὰ λεγόμενα περὶ τοῦ Προυσίου. [5] μετὰ δέ τινα χρόνο�
� ἐπιδιασαφουμένης τῆς πραγματείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων ἡ σύγκλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ Γάιον Πετρώνιον τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ κατὰ τοὺς προειρημένους βασιλεῖς.
BOOK 33
[1] A. Olymp. 156, 1. I. Res Italiae ὅτι ἡ σύγκλητος ἔτι κατὰ χειμῶνα διακούσασα τῶν περὶ τὸν Πόπλιον Λέντλον ὑπὲρ τῶν κατὰ Προυσίαν διὰ τὸ νεωστὶ παραγεγονέναι τούτους ἐκ τῆς Ἀσίας, εἰσεκαλέσατο καὶ τὸν Ἀθήναιον τὸν Ἀττάλου τοῦ βασιλέως ἀδελφόν. [2] οὐ μέντοι πολλῶν προσεδεήθη λόγων, ἀλλ᾽ εὐθέως καταστήσασα πρεσβευτὰς συνεξαπέστελλε τῷ προειρημένῳ τοὺς περὶ Γάιον Κλαύδιον Κέντωνα καὶ Λεύκιον Ὁρτήσιον καὶ Γάιον Αὐρογκολήιον, ἐντολὰς δοῦσα κωλύειν τὸν Προυσίαν Ἀττάλῳ πολεμεῖν. [3]
[1] παρεγένοντο δὲ καὶ παρὰ τῶν Ἀχαιῶν πρέσβεις εἰς Ῥώμην ὑπὲρ τῶν κατεχομένων οἱ περὶ Ξένωνα τὸν Αἰγιέα καὶ Τηλεκλέα τὸν Αἰγειράτην. [4] ὧν ποιησαμένων λόγους ἐν τῇ συγκλήτῳ, καὶ τοῦ διαβουλίου προτεθέντος, παρ᾽ ὀλίγον ἦλθον ἀπολῦσαι τοὺς κατῃτιαμένους οἱ τοῦ συνεδρίου. [5] τὴν δ᾽ αἰτίαν ἔσχε τοῦ μὴ συντελεσθῆναι τὴν ἀπόλυσιν Αὖλος Ποστόμιος, στρατηγὸς ὢν ἑξαπέλεκυς καὶ βραβεύων τὸ διαβούλιον. [6] τριῶν γὰρ οὐσῶν γνωμῶν, μιᾶς μὲν τῆς ἀφιέναι κελευούσης, ἑτέρας δὲ τῆς ἐναντίας ταύτης, τρίτης δὲ τῆς ἀπολύειν μέν, ἐπισχεῖν δὲ κατὰ τὸ παρόν, καὶ πλείστων δ᾽ ὄντων τῶν ἀφιέντων, [7] παρελθὼν τὴν μίαν γνώμην διηρώτα τὰς δύο καθολικῶς, οἷς δοκεῖ τοὺς ἀνακεκλημένους ἀφιέναι καὶ τοὐναντίον. [8] λοιπὸν οἱ κατὰ τὸ παρὸν ἐπέχειν κελεύοντες προσέβησαν πρὸς τοὺς μὴ φάσκοντας δεῖν ἀπολύειν, καὶ πλείους ἐγενήθησαν τῶν ἀφιέντων. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. — ὅτι τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν ἀνακαμψάντων εἰς τὴν Ἀχαΐαν καὶ διασαφούντων ὅτι παρ᾽ ὀλίγον ἔλθοι τὰ πράγματα τοῦ πάντας ἐπανελθεῖν τοὺς κατεχομένους, [2] εὐέλπιδες γενόμενοι καὶ μετεωρισθέντες οἱ πολλοὶ πάλιν ἐξ αὐτῆς ἔπεμπον Τηλεκλέα καὶ τὸν Μεγαλοπολίτην Ἀναξίδαμον. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐπὶ τούτων ἦν.