by Polybius
[1] Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρατιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀναθήματα: [2] φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπ᾽ ἐδάφους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων. [3] ὀνομάζει δ᾽ αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφ᾽ οὗ τινες εἰρῆσθαί φασι τὸ “3Οὐδὲν πρὸς τὸν Διόνυσον”3, καὶ τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι. —
[1] ὅτι διὰ τὴν προϋπάρχουσαν τοῦ πλήθους πρὸς Φιλοποίμενα εὔνοιαν οὐ καθεῖλον τὰς εἰκόνας αὐτοῦ ἐν πόλεσί τισιν οὔσας: οὕτως μοι δοκεῖ πᾶν τὸ γινόμενον ἀληθινῶς ἐνεργάζεσθαί τινα δυσεξάλειπτον εὔνοιαν τοῖς εὖ παθοῦσι. — διὸ καὶ δικαίως ἂν εἴποι τις τὸ περιφερόμενον, [2] οὐ θύρᾳ, τὸ δὴ λεγόμενον, ἀλλ᾽ ἀμφόδῳ διέψευσται. — [3]
[1] οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος ὥσπερ ἔτι ζῶντα Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι. λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος, οὔθ᾽ ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι. — [4] *** ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός. [5] ταῦτα δ᾽ ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δ᾽ ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητουμένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ. [6] πεῖραν δὲ τῆς προαιρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς: [7] πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν ἀληθινώτατα διατετηρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν, [8] μετασχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς, ἐν ᾧ τετραμήνῳ πρότερον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλήνων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων φιλίας. [9] ὧν οἱ δέκα διακούσαντες καὶ τὴν προαίρεσιν ἀποδεξάμενοι τοῦ λέγοντος συνεχώρησαν καταμόνους αὐτῷ τὰς τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι. [10] λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος τὰς εἰκόνας ᾐτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος. [11] ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθίνην εἰκόνα. — ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, ἣν ἐποιήσαντο ἐν τῇ Ἀχαΐᾳ, οὗτοι οἱ δέκα τῷ ταμίᾳ τῷ μέλλοντι πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ὅ,τι ποτ᾽ ἂν ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρχόντων ὁ Πολύβιος, ὑφελόντα καὶ δόντα δωρεάν, τἄλλα πωλεῖν τοῖς ὠνουμένοις. [2] ὁ δὲ προειρημένος τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου μηθενὸς ἐπιθυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων. [3] συνέβαινε γὰρ τοῦτον ἐπιπορευόμενον τὰς πόλεις πάντων τῶν τῷ Διαίῳ κοινωνησάντων πωλεῖν τὰς οὐσίας, τῶν καὶ κατακριθέντων, ὅσοι μὴ παῖδας ἢ γονέας εἶχον. [4] ὧν τινὲς μὲν οὐ προσέσχον, οἱ δὲ κατακολουθήσαντες τῇ συμβουλίᾳ καλλίστην δόξαν ἐξηνέγκαντο παρὰ τοῖς πολίταις.
[1] ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα [καὶ] τῆς ἐαρινῆς ὥρας ἐνισταμένης ἀπέπλευσαν εἰς τὴν Ἰταλίαν, καλὸν δεῖγμα τῆς Ῥωμαίων προαιρέσεως ἀπολελοιπότες πᾶσι τοῖς Ἕλλησιν. [2] ἐνετείλαντο δὲ τῷ Πολυβίῳ χωριζόμενοι τὰς πόλεις ἐπιπορευθῆναι καὶ περὶ ὧν οἱ ἄνθρωποι ἀμφιβάλλουσι διευκρινῆσαι, μέχρις οὗ συνήθειαν ἔχωσι τῇ πολιτείᾳ καὶ τοῖς νόμοις. [3] ὃ δὴ καὶ μετά τινα χρόνον ἐποίησε πρὸς λόγον τοὺς ἀνθρώπους στέρξαι τὴν δεδομένην πολιτείαν καὶ μηδὲν ἀπόρημα μήτε κατ᾽ ἰδίαν μήτε κατὰ κοινὸν ἐκ τῶν νόμων γενέσθαι περὶ μηδενός. [4] διὸ καὶ καθόλου μὲν ἐξ ἀρχῆς ἀποδεχόμενοι καὶ τιμῶντες τὸν ἄνδρα, περὶ τοὺς ἐσχάτους καιροὺς καὶ τὰς προειρημένας πράξεις εὐδοκούμενοι κατὰ πάντα τρόπον ταῖς μεγίσταις τιμαῖς ἐτίμησαν αὐτὸν κατὰ πόλεις καὶ ζῶντα καὶ μεταλλάξαντα. [5] πάντες δ᾽ ἔκριναν κατὰ λόγον τοῦτο ποιεῖν: μὴ γὰρ ἐξεργασαμένου τούτου καὶ γράψαντος τοὺς περὶ τῆς κοινῆς δικαιοδοσίας νόμους ἄκριτα πάντα ἦν καὶ πολλῆς γέμοντα ταραχῆς. [6] διὸ καὶ τοῦτο κάλλιστον Πολυβίῳ πεπρᾶχθαι νομιστέον πάντων τῶν προειρημένων. —
[1] ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις, τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος. [2] εἰκότως δὲ τιμᾶσθαι συνέβαινεν αὐτὸν καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν: [3] καὶ γὰρ ἐγκρατῶς καὶ καθαρῶς ἀνεστράφη καὶ πρᾴως ἐχρήσατο τοῖς ὅλοις πράγμασι, μέγαν καιρὸν ἐν τοῖς Ἕλλησιν ἔχων καὶ μεγάλην ἐξουσίαν. [4] καὶ γὰρ ἐν οἷς ἐδόκει παρεωρακέναι τι τῶν καθηκόντ
ων, ἐμοὶ μὲν οὐκ ἐφαίνετο δι᾽ ἑαυτὸν τοῦτο πεποιηκέναι, διὰ δὲ τοὺς παρακειμένους φίλους. [5] τοῦτο δ᾽ ἦν ἐκφανέστατον ἐν τοῖς τῶν Χαλκιδέων ἱππεῦσιν, οὓς ἀνεῖλεν.
[1] II. Res Aegypti ὅτι Πτολεμαῖος ὁ τῆς Συρίας βασιλεὺς κατὰ τὸν πόλεμον πληγεὶς ἐτελεύτησε τὸν βίον, κατὰ μέν τινας μεγάλων ἐπαίνων καὶ μνήμης ὢν ἄξιος, [2] κατὰ δέ τινας τοὐναντίον. [3] πρᾷος μὲν γὰρ ἦν καὶ χρηστός, εἰ καί τις ἄλλος τῶν προγεγονότων βασιλέων. [4] σημεῖον δὲ τούτου μέγιστον: ὃς πρῶτον μὲν οὐδένα τῶν ἑαυτοῦ φίλων ἐπ᾽ οὐδενὶ τῶν ἐγκλημάτων ἐπανείλετο: δοκῶ δὲ μηδὲ τῶν ἄλλων Ἀλεξανδρέων μηδένα δι᾽ ἐκεῖνον ἀποθανεῖν: [5] ἔπειτα δόξας ἐκπεσεῖν ἀπὸ τῆς ἀρχῆς ὑπὸ τἀδελφοῦ, τὸ μὲν πρῶτον ἐν Ἀλεξανδρείᾳ λαβὼν κατ᾽ αὐτοῦ καιρὸν ὁμολογούμενον ἀμνησικάκητον ἐποιήσατο τὴν ἁμαρτίαν: [6] μετὰ δὲ ταῦτα πάλιν ἐπιβουλεύσαντος τῇ Κύπρῳ, κύριος γενόμενος ἐν Λαπήθῳ τοῦ σώματος ἅμα καὶ τῆς ψυχῆς αὐτοῦ, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν ὡς ἐχθρὸν ὥστε καὶ δωρεὰς προσέθηκε παρὰ τὰς πρότερον ὑπαρχούσας αὐτῷ κατὰ συνθήκας καὶ τὴν θυγατέρα δώσειν ὑπέσχετο. [7] κατὰ μέντοι γε τὰς ἐπιτυχίας καὶ κατορθώσεις ἐξελύετο τῇ ψυχῇ, καί τις οἷον ἀσωτία καὶ ῥᾳθυμία περὶ αὐτὸν Αἰγυπτιακὴ συνέβαινεν: καὶ κατὰ τὰς τοιαύτας διαθέσεις εἰς περιπετείας ἐνέπιπτεν.
[1] B. Olymp. 158, 4. Ex Epilogo ὅτι ὁ Πολύβιός φησι κατὰ τὸ τέλος τῆς συγγραφῆς: ταῦτα μὲν οὖν ἡμεῖς καταπράξαντες ἐκ τῆς Ῥώμης ἐπανήλθομεν, ὡσανεὶ κεφάλαιά τινα τῶν προπεπολιτευμένων κατειργασμένοι, χάριν ἀξίαν τῆς πρὸς Ῥωμαίους εὐνοίας. [2] διὸ καὶ πᾶσι τοῖς θεοῖς εὐχὰς ποιούμεθα τὸ λοιπὸν μέρος τῆς ζωῆς ἐν τούτοις καὶ ἐπὶ τούτων διαμεῖναι, θεωροῦντες τὴν τύχην ὡς ἔστιν ἀγαθὴ φθονῆσαι τοῖς ἀνθρώποις καὶ μάλιστα κατὰ τοῦτο τὸ μέρος ἰσχύει καθ᾽ ὅ τις ἂν δοκῇ μάλιστα μακαρίζεσθαι καὶ κατορθοῦν ἐν τῷ βίῳ. καὶ ταῦτα μὲν οὕτω γενέσθαι συνέπεσεν: [3] ἡμεῖς δὲ παραγεγονότες ἐπὶ τὸ τέρμα τῆς ὅλης πραγματείας βουλόμεθα, προσαναμνήσαντες τῆς ἀρχῆς καὶ τῆς προεκθέσεως ἧς ἐποιησάμεθα καταβαλόμενοι τὴν ἱστορίαν, συγκεφαλαιώσασθαι τὴν ὅλην ὑπόθεσιν, οἰκειώσαντες τὴν ἀρχὴν τῷ τέλει καὶ καθόλου καὶ κατὰ μέρος. [4] ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατασκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφ᾽ ὧν Τίμαιος ἀπέλιπεν: [5] ἐπιδραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων κἀκεῖνος πεποίηται τὴν ἱστορίαν, ὅτ᾽ ἀνήλθομεν ἐπὶ τοὺς χρόνους, ἐν οἷς Ἀννίβας μὲν παρέλαβε τὰς Καρχηδόνος δυνάμεις, ὁ δὲ Δημητρίου Φίλιππος τὴν ἐν Μακεδονίᾳ βασιλείαν, Κλεομένης δ᾽ ὁ Σπαρτιάτης ἔφυγεν ἐκ τῆς Ἑλλάδος, ἅμα δὲ τούτοις Ἀντίοχος μὲν τὴν ἐν τῇ Συρίᾳ βασιλείαν διεδέδεκτο, Πτολεμαῖος δὲ τὴν κατ᾽ Αἴγυπτον ὁ κληθεὶς Φιλοπάτωρ, [6] ἐπηγγειλάμεθα διότι πάλιν ἀπὸ τούτων τῶν καιρῶν ἀρξάμενοι καθ᾽ οὓς ἦν ὀλυμπιὰς ἐνάτη καὶ τριακοστὴ πρὸς ταῖς ἑκατόν, διέξιμεν τὰς κοινὰς τῆς οἰκουμένης πράξεις, περιγράφοντες κατ᾽ ὀλυμπιάδας καὶ διαιροῦντες κατ᾽ ἔτος καὶ συγκρίνοντες ἐκ παραβολῆς τὰς καταλλήλους ἕως τῆς Καρχηδόνος ἁλώσεως καὶ τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν μάχης, ἔτι δὲ τῆς ἐπιγενομένης ἐκ τούτων ἀποκαταστάσεως περὶ τοὺς Ἕλληνας. [7] ἐξ ὧν τὸ κάλλιστον ἔφαμεν, ἅμα δ᾽ ὠφελιμώτατον περιγενέσθαι τοῖς φιλομαθοῦσι: τοῦτο δ᾽ ἦν τὸ γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός. [8] τούτων δὴ πάντων ἡμῖν ἐπιτετελεσμένων λείπεται διασαφῆσαι τοὺς χρόνους τοὺς περιειλημμένους ὑπὸ τῆς ἱστορίας καὶ τὸ πλῆθος τῶν βύβλων καὶ τὸν ἀριθμὸν τῆς ὅλης πραγματείας.
The Dual Texts
Ruins at Carthage — the younger Scipio eventually destroyed Carthage in 146 BC. When the Achaean hostages were released in 150 BC, Polybius was granted leave to return home, but the next year he went on campaign with Scipio Aemilianus to Africa, and was present at the capture of Carthage, which he later described.
DUAL GREEK AND ENGLISH TEXT
Translated by Evelyn S. Shuckburgh
In this section, readers can view a section by section text of the five complete books of Polybius’ history, alternating between the original Greek text and Shuckburgh’s English translation.
CONTENTS
BOOK 1
BOOK 2
BOOK 3
BOOK 4
BOOK 5
BOOK 1
[1] εἰ μὲν τοῖς πρὸ ἡμῶν ἀναγράφουσι τὰς πράξεις παραλελεῖφθαι συνέβαινε τὸν ὑπὲρ αὐτῆς τῆς ἱστορίας ἔπαινον, ἴσως ἀναγκαῖον ἦν τὸ προτρέπεσθαι πάντας πρὸς τὴν αἵρεσιν καὶ παραδοχὴν τῶν τοιούτων ὑπομνημάτων διὰ τὸ μηδεμίαν ἑτοιμοτέραν εἶναι τοῖς ἀνθρώποις διόρθωσιν τῆς τῶν προγεγενημένων πράξεων ἐπιστήμης. [2] ἐπεὶ δ᾽ οὐ τινὲς οὐδ᾽ ἐπὶ ποσόν, ἀλλὰ πάντες ὡς ἔπος εἰπεῖν ἀρχῇ καὶ τέλει κέχρηνται τούτῳ, φάσκοντες ἀληθινωτάτην μὲν εἶναι παιδείαν καὶ γυμνασίαν πρὸς τὰς πολιτικὰς πράξεις τὴν ἐκ τῆς ἱστορίας μάθησιν, ἐναργεστάτην δὲ καὶ μόνην διδάσκαλον τοῦ δύνασθαι τὰς τῆς τύχης μεταβολὰς γενναίως ὑποφέρειν τὴν τῶν ἀλλοτρίων περιπετειῶν ὑπόμνησιν, [3] δῆλον ὡς οὐδενὶ μὲν ἂν δόξαι καθήκειν περὶ τῶν καλῶς καὶ πολλοῖς εἰρημένων ταυτολογεῖν, ἥκ
ιστα δ᾽ ἡμῖν. αὐτὸ γὰρ τὸ παράδοξον τῶν πράξεων, [4] ὑπὲρ ὧν προῃρήμεθα γράφειν, ἱκανόν ἐστι προκαλέσασθαι καὶ παρορμῆσαι πάντα καὶ νέον καὶ πρεσβύτερον πρὸς τὴν ἔντευξιν τῆς πραγματείας. [5] τίς γὰρ οὕτως ὑπάρχει φαῦλος ἢ ῥᾴθυμος ἀνθρώπων ὃς οὐκ ἂν βούλοιτο γνῶναι πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην οὐχ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν ἔπεσε τὴν Ῥωμαίων, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός, [6] τίς δὲ πάλιν οὕτως ἐκπαθὴς πρός τι τῶν ἄλλων θεαμάτων ἢ μαθημάτων ὃς προυργιαίτερον ἄν τι ποιήσαιτο τῆσδε τῆς ἐμπειρίας;