Delphi Complete Works of Polybius

Home > Other > Delphi Complete Works of Polybius > Page 361
Delphi Complete Works of Polybius Page 361

by Polybius


  [1] πλήσια τοῖς ἐκ τῆς Σαρδόνος διασαφῶν. ἐφ᾽ ὃν Αὐτάριτος ὁ Γαλάτης ἐπιβαλὼν μίαν ἔφη σωτηρίαν εἶναι τοῖς ἑαυτῶν πράγμασι τὸ πάσας ἀπογνῶναι τὰς ἐν Καρχηδονίοις ἐλπίδας: [2] ἕως δ᾽ ἂν ἀντέχηταί τις τῆς ἐκείνων φιλανθρωπίας, οὐ δυνατὸν αὐτοῖς ἀληθινὸν γενέσθαι τὸν τοιοῦτον σύμμαχον. [3] διόπερ ἠξίου τούτοις πιστεύειν, τούτοις ἀκούειν, τοῖς τοιούτοις προσέχειν τὸν νοῦν, οἵτινες ἂν ἀεί τι τῶν ἀπεχθεστάτων καὶ πικροτάτων εἰσαγγέλλωσι κατὰ Καρχηδονίων: τοὺς δ᾽ ἐναντία τούτοις λέγοντας προδότας καὶ πολεμίους ἡγεῖσθαι παρῄνει. [4] ταῦτα δ᾽ εἰπὼν συνεβούλευε τόν τε Γέσκωνα καὶ τοὺς μετ᾽ αὐτοῦ συλληφθέντας καὶ τοὺς ὕστερον γενομένους αἰχμαλώτους τῶν Καρχηδονίων αἰκισαμένους ἀποκτεῖναι. [5] πρακτικώτατος δ᾽ ἦν οὗτος ἐν ταῖς συμβουλίαις διὰ τὸ πολλοὺς τὴν φωνὴν αὐτοῦ συνιέναι. [6] πάλαι γὰρ στρατευόμενος ᾔδει διαλέγεσθαι Φοινικιστί: ταύτῃ δέ πως οἱ πλεῖστοι συνεσαίνοντο τῇ διαλέκτῳ διὰ τὸ μῆκος τῆς προγεγενημένης στρατείας. [7] διόπερ ἐπαινέσαντος αὐτὸν ὁμοθυμαδὸν τοῦ πλήθους, οὗτος μὲν εὐδοκιμῶν ἀνεχώρησεν. [8] πολλῶν δὲ προπορευομένων ἀφ᾽ ἑκάστου γένους ἅμα καὶ βουλομένων αὐτὴν παραιτεῖσθαι τὴν αἰκίαν διὰ τὰς γεγενημένας ἐκ τοῦ Γέσκωνος εἰς αὐτοὺς εὐεργεσίας, οὔτε μὴν τῶν λεγομένων οὐθὲν ἦν συνετόν, ὡς ἂν ἅμα πολλῶν, ἑκάστου δὲ κατὰ τὴν ἰδίαν διάλεκτον συμβουλεύοντος: [9] ἐπεὶ δὲ καὶ παρεγυμνώθη διότι τὴν τιμωρίαν παραιτοῦνται, καί τις ἐκ τῶν καθημένων εἶπεν βάλλε, πάντας ἅμα κατέλευσαν τοὺς προπορευθέντας. [10] καὶ τούτους μὲν ὥσπερ ὑπὸ θηρίων διεφθαρμένους ἐξέφερον οἱ προσήκοντες. [11] τοὺς δὲ περὶ τὸν Γέσκωνα λαβόντες, ὄντας εἰς ἑπτακοσίους, ἦγον ἐκ τοῦ χάρακος οἱ περὶ τὸν Σπένδιον: καὶ προαγαγόντες βραχὺ πρὸ τῆς στρατοπεδείας πρῶτον μὲν ἀπέκοπτον τὰς χεῖρας, [12] ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τοῦ Γέσκωνος, ὃν βραχεῖ χρόνῳ πρότερον ἐκ πάντων Καρχηδονίων προκρίναντες ἀνέδειξαν μὲν εὐεργέτην αὑτῶν, ἐπέτρεψαν δὲ περὶ τῶν ἀμφισβητουμένων. [13] ἐπειδὴ δὲ τὰς χεῖρας ἀπέκοψαν, ἠκρωτηρίαζον τοὺς ταλαιπώρους: κολοβώσαντες δὲ καὶ τὰ σκέλη συντρίψαντες ἔτι ζῶντας ἔρριψαν εἴς τινα τάφρον.

  80. It was now the turn of Autaritus the Gaul. “Your only hope,” he said, “of safety is to reject all hopes which rest on the Carthaginians. So long as any man clings to the idea of indulgence at their hands, he cannot possibly be a genuine ally of yours. Never trust, never listen, never attend to anyone, unless he recommend unrelenting hostility and implacable hatred towards the Carthaginians: all who speak on the other side regard as traitors and enemies.” After this preface, he gave it as his advice that they should put to death with torture both Gesco and those who had been seized with him, as well as the Carthaginian prisoners of war who had been captured since. Now this Autaritus was the most effective speaker of any, because he could make himself understood to a large number of those present at a meeting. For, owing to his length of service, he knew how to speak Phoenician; and Phoenician was the language in which the largest number of men, thanks to the length of the late war, could listen to with satisfaction. Accordingly his speech was received with acclamation, and he stood down amidst loud applause. But when many came forward from the several nationalities at the same time; and, moved by Gesco’s former kindnesses to themselves, would have deprecated at least the infliction of torture, not a word of what they said was understood: partly because many were speaking at the same time, and partly because each spoke in his own language. But when at length it was disclosed that what they meant was to dissuade the infliction of torture, upon one of those present shouting out “Throw!” they promptly stoned to death all who had come forward to speak; and their relations buried their bodies, which were crushed into shapeless masses as though by the feet of elephants. Still they at least were buried. But the followers of Spendius now seized Gesco and his fellow prisoners, numbering about seven hundred, led them outside the stockade, and having made them march a short distance from the camp, first cut off their hands, beginning with Gesco, the man whom a short while before they had selected out of all Carthage as their benefactor and had chosen as arbitrator in their controversy. When they had cut off their hands, they proceeded to lop off the extremities of the unhappy men, and having thus mutilated them and broken their legs, they threw them still alive into a trench.

  [1] οἱ δὲ Καρχηδόνιοι τοῦ δυστυχήματος αὐτοῖς ἀναγγελθέντος ποιεῖν μὲν οὐδὲν εἶχον, ἐσχετλίαζον δὲ καὶ περιπαθεῖς γινόμενοι τῇ συμφορᾷ πρὸς μὲν Ἀμίλκαν καὶ τὸν ἕτερον τῶν στρατηγῶν Ἄννωνα πρεσβευτὰς ἐξέπεμπον, δεόμενοι βοηθεῖν καὶ τιμωρεῖν τοῖς ἠτυχηκόσι. [2] πρὸς δὲ τοὺς ἠσεβηκότας κήρυκας ἐξαπέστελλον περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως. [3] οἱ δ᾽ οὔτ᾽ ἔδοσαν, προεῖπόν τε τοῖς παροῦσιν μήτε κήρυκα πέμπειν πρὸς σφᾶς μήτε πρεσβευτήν, ὡς τῆς αὐτῆς κολάσεως ὑπομενούσης τοὺς παραγενομένους ἧς νῦν Γέσκων τέτευχε. [4] πρὸς δὲ τὸ λοιπὸν ἐδογματοποίησαν καὶ παρῄνεσαν αὑτοῖς, ὃν μὲν ἂν λάβωσιν Καρχηδονίων, τιμωρησαμένους ἀποκτείνειν: ὃν δ᾽ ἂν τῶν συμμαχούντων αὐτοῖς, ἀποκόψαντας τὰς χεῖρας αὖθις εἰς Καρχηδόν᾽ ἀποπέμπειν. ὃ δὴ καὶ διετέλεσαν ἐπιμελῶς ποιοῦντες. [5] διόπερ εἰς ταῦτα βλέπων οὐκ ἄν τις εἰπεῖν ὀκνήσειεν ὡς οὐ μόνον τὰ σώματα τῶν ἀνθρώπων καί τινα τῶν ἐν αὐτοῖς γεννωμένων ἑλκῶν καὶ φυμάτων ἀποθηριοῦσθαι συμβαίνει καὶ τελέως ἀβοήθητα γίνεσθαι, πολὺ δὲ μάλιστα τὰς ψυχάς. [6] ἐπί τε γὰρ τῶν ἑλκῶν, ἐὰν μὲν θεραπείαν τοῖς τοιούτοις προσάγῃ τις, ὑπ᾽ αὐτῆς ἐνίοτε ταύτης ἐρεθιζόμενα θᾶττον ποιεῖται τὴν νομήν: ἐὰν δὲ πάλιν ἀφῇ, κατὰ τὴν ἐξ αὑτῶν φύσιν φθείροντα τὸ συνεχὲς οὐκ ἴσχει παῦλαν, ἕως ἂν ἀφανίσῃ τὸ ὑποκείμενον: [7] ταῖς τε ψυχαῖς παραπλησίως τοιαῦται πολλάκις ἐπιφύονται μελανίαι καὶ σηπεδόνες ὥστε μηδὲν ἀσεβέστερον ἀνθρώπου μηδ᾽ ὠμότερον ἀποτελεῖσθαι �
�ῶν ζῴων. [8] οἷς ἐὰν μὲν συγγνώμην τινὰ προσάγῃς καὶ φιλανθρωπίαν, ἐπιβουλὴν καὶ παραλογισμὸν ἡγούμενοι τὸ συμβαῖνον ἀπιστότεροι καὶ δυσμενέστεροι γίνονται πρὸς τοὺς φιλανθρωποῦντας: [9] ἐὰν δ᾽ ἀντιτιμωρῇ, διαμιλλώμενοι τοῖς θυμοῖς οὐκ ἔστι τι τῶν ἀπειρημένων ἢ δεινῶν ὁποῖον οὐκ ἀναδέχονται, σὺν καλῷ τιθέμενοι τὴν τοιαύτην τόλμαν: τέλος δ᾽ ἀποθηριωθέντες ἐξέστησαν τῆς ἀνθρωπίνης φύσεως. [10] τῆς δὲ διαθέσεως ἀρχηγὸν μὲν καὶ μεγίστην μερίδα νομιστέον ἔθη μοχθηρὰ καὶ τροφὴν ἐκ παίδων κακήν, συνεργὰ δὲ καὶ πλείω, μέγιστα δὲ τῶν συνεργῶν τὰς ἀεὶ τῶν προεστώτων ὕβρεις καὶ πλεονεξίας. [11] ἃ δὴ τότε συνέβαινε καὶ περὶ μὲν τὸ σύστημα τῶν μισθοφόρων, ἔτι δὲ μᾶλλον περὶ τοὺς ἡγεμόνας αὐτῶν ὑπάρχειν.

  81. When news of this dreadful affair reached the Carthaginians, they were powerless indeed to do anything, but they were filled with horror; and in a transport of agony despatched messengers to Hamilcar and the second general Hanno, entreating them to rally to their aid and avenge the unhappy victims; and at the same time they sent heralds to the authors of this crime to negotiate for the recovery of the dead bodies. But the latter sternly refused; and warned the messengers to send neither herald nor ambassador to them again; for the same punishment which had just befallen Gesco awaited all who came. And for the future they passed a resolution, which they encouraged each other to observe, to put every Carthaginian whom they caught to death with torture; and that whenever they captured one of their auxiliaries they would cut off his hands and send him back to Carthage. And this resolution they exactly and persistently carried out. Such horrors justify the remark that it is not only the bodies of men, and the ulcers and imposthumes which are bred in them, that grow to a fatal and completely incurable state of inflammation, but their souls also most of all. For as in the case of ulcers, sometimes medical treatment on the one hand only serves to irritate them and make them spread more rapidly, while if, on the other hand, the medical treatment is stopped, having nothing to check their natural destructiveness, they gradually destroy the substance on which they feed; just so at times it happens that similar plague spots and gangrenes fasten upon men’s souls; and when this is so, no wild beast can be more wicked or more cruel than a man. To men in such a frame of mind if you show indulgence or kindness, they regard it as a cover for trickery and sinister designs, and only become more suspicious and more inflamed against the authors of it; while if you retaliate, their passions are aroused to a kind of dreadful rivalry, and then there is no crime too monstrous or too cruel for them to commit. The upshot with these men was, that their feelings became so brutalised that they lost the instincts of humanity: which we must ascribe in the first place, and to the greatest extent, to uncivilised habits and a wretchedly bad early training; but many other things contributed to this result, and among them we must reckon as most important the acts of violence and rapacity committed by their leaders, sins which at that time were prevalent among the whole mercenary body, but especially so with their leaders.

  [1] Ἀμίλκας δὲ δυσχρηστούμενος τῇ τῶν πολεμίων ἀπονοίᾳ τὸν μὲν Ἄννωνα πρὸς ἑαυτὸν ἐκάλει, πεπεισμένος ἁθροισθέντων ὁμοῦ τῶν στρατοπέδων θᾶττον ἐπιθήσειν τέλος τοῖς ὅλοις. [2] τῶν δὲ πολεμίων οὕς ποτε κρατήσειε, τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ζωγρίᾳ πρὸς αὐτὸν εἰσαναχθέντας ὑπέβαλλε τοῖς θηρίοις, μίαν ὁρῶν λύσιν ταύτην, εἰ δυνηθείη τοὺς ἐχθροὺς ἄρδην ἀφανίσαι. [3] δοκούντων δὲ τῶν Καρχηδονίων ἐπικυδεστέρας ἐλπίδας ἔχειν ἤδη κατὰ τὸν πόλεμον, γίνεταί τις ὁλοσχερὴς καὶ παράδοξος περὶ αὐτοὺς παλίρροια τῶν πραγμάτων. [4] οἵ τε γὰρ στρατηγοὶ συνελθόντες ἐπὶ ταὐτὸ διεστασίασαν πρὸς σφᾶς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον τοὺς κατὰ τῶν ἐχθρῶν παραλείπειν καιρούς, ἀλλὰ καὶ κατὰ σφῶν αὐτῶν πολλὰς ἀφορμὰς διδόναι τοῖς ὑπεναντίοις διὰ τὴν πρὸς ἀλλήλους φιλονικίαν. [5] ἃ δὴ καὶ συνέντες οἱ Καρχηδόνιοι τῷ μὲν ἑνὶ τῶν στρατηγῶν ἀπαλλάττεσθαι προσέταξαν, τῷ δ᾽ ἑτέρῳ μένειν, ὃν ἂν αἱ δυνάμεις προκρίνωσιν. [6] ἅμα δὲ τούτοις καὶ τὰς παρακομιζομένας ἀγορὰς ἐκ τῶν παρ᾽ αὐτοῖς καλουμένων Ἐμπορίων, ἐφ᾽ αἷς εἶχον τὰς μεγίστας ἐλπίδας περί τε τῆς τροφῆς καὶ τῶν ἄλλων ἐπιτηδείων, διαφθαρῆναι συνέβη κατὰ θάλατταν ὁλοσχερῶς ὑπὸ χειμῶνος. [7] τὰ δὲ κατὰ τὴν Σαρδόνα, καθάπερ ἐπάνω προεῖπον, ἐτύγχανεν ἀπηλλοτριωμένα, μεγάλας αὐτοῖς αἰεί ποτε χρείας παρεχομένης τῆς νήσου ταύτης κατὰ τὰς περιστάσεις. [8] τὸ δὲ μέγιστον, ἡ τῶν Ἱππακριτῶν καὶ τῶν Ἰτυκαίων ἀπέστη πόλις, αἵτινες ἐτύγχανον μόναι τῶν κατὰ τὴν Λιβύην οὐ μόνον τὸν ἐνεστῶτα πόλεμον ἀναδεδεγμέναι γενναίως, ἀλλὰ καὶ τοὺς κατ᾽ Ἀγαθοκλέα καιροὺς καὶ τὴν Ῥωμαίων ἔφοδον εὐγενῶς ὑπομεμενηκυῖαι καὶ συλλήβδην οὐδέποτε βεβουλευμέναι Καρχηδονίοις οὐδὲν ὑπεναντίον. [9] τότε δὲ χωρὶς τῆς ἀλόγου πρὸς τοὺς Λίβυας ἀποστάσεως καὶ διὰ τῆς μεταθέσεως εὐθέως τούτοις μὲν τὴν μεγίστην οἰκειότητα καὶ πίστιν ἐναπεδείξαντο, πρὸς δὲ τοὺς Καρχηδονίους ἀπαραίτητον ὀργὴν ἐνεστήσαντο καὶ μῖσος. [10] τοὺς μὲν γὰρ παραβεβοηθηκότας αὐτοῖς παρ᾽ ἐκείνων, ὄντας εἰς πεντακοσίους, καὶ τὸν ἡγεμόνα τούτων ἀποκτείναντες ἅπαντας ἔρριψαν κατὰ τοῦ τείχους, τὴν δὲ πόλιν ἐνεχείρισαν τοῖς Λίβυσι: τοῖς γε μὴν Καρχηδονίοις οὐδὲ θάψαι συνεχώρησαν τοὺς ἠτυχηκότας αἰτουμένοις. [11] τούτων δὲ συμβαινόντων οἱ μὲν περὶ τὸν Μάθω καὶ Σπένδιον ἐπαρθέντες τοῖς συμβεβηκόσιν πολιορκεῖν ἐνεχείρησαν αὐτὴν τὴν Καρχηδόνα. [12] Βάρκας δὲ παραλαβὼν Ἀννίβαν τὸν στρατηγόν: τοῦτον γὰρ ἐξαπέστειλαν οἱ πολῖται πρὸς τὰς δυνάμεις, ἐπεὶ τὸν Ἄννωνα τὸ στρατόπεδον ἔκρινε δεῖν ἀπαλλάττεσθαι κατὰ τὴν ὑπὸ τῶν Καρχηδονίων αὐτοῖς δοθεῖσαν ἐπιτροπὴν περὶ τὰς γενομένας τῶν στρατηγῶν στάσεις πρὸς ἀλλήλους: [13] διόπερ Ἀμίλκας ἔχων τοῦτόν τε καὶ Ναραύαν ἐπῄει τὴν χώραν, διακλείων τὰς χορηγίας τοῖς περὶ τὸν Μάθω καὶ Σπένδ
ιον, μεγίστην αὐτῷ παρεχομένου χρείαν περί τε ταῦτα καὶ τἄλλα Ναραύα τοῦ Νομάδος. [14] τὰ μὲν οὖν περὶ τὰς ὑπαίθρους δυνάμεις ἐν

  82. Alarmed by the recklessness displayed by the enemy, Hamilcar summoned Hanno to join him, being convinced that a consolidation of the two armies would give him the best chance of putting an end to the whole war. Such of the enemy as he took in the field he put to execution on the spot, while those who were made prisoners and brought to him he threw to the elephants to be trampled to death; for he now made up his mind that the only possibility of finishing the war was to entirely destroy the enemy. But just as the Carthaginians were beginning to entertain brighter hopes in regard to the war, a reverse as complete as it was unexpected brought their fortunes to the lowest ebb. For these two generals, when they had joined forces, quarrelled so bitterly with each other, that they not only omitted to take advantage of chances against the enemy, but by their mutual animosity gave the enemy many opportunities against themselves. Finding this to be the case, the Carthaginian government sent out instructions that one of the generals was to retire, the other to remain, and that the army itself was to decide which of them it should be. This was one cause of the reverse in the fortunes of Carthage at this time. Another, which was almost contemporaneous, was this. Their chief hope of furnishing the army with provisions and other necessaries rested upon the supplies that were being brought from a place to which they give the name of Emporiae: but as these supplies were on their way, they were overtaken by a storm at sea and entirely destroyed. This was all the more fatal because Sardinia was lost to them at the time, as we have seen, and that island had always been of the greatest service to them in difficulties of this sort. But the worst blow of all was the revolt of the cities of Hippo Zarytus and Utica, the only cities in all Libya that had been faithful to them, not only in the present war, but also at the time of the invasion of Agathocles, as well as that of the Romans. To both these latter they had offered a gallant resistance; and, in short, had never at any time adopted any policy hostile to Carthage. But now they were not satisfied with simply revolting to the Libyans, without any reason to allege for their conduct. With all the bitterness of turncoats, they suddenly paraded an ostentatious friendship and fidelity to them, and gave practical expression to implacable rage and hatred towards the Carthaginians. They killed every man of the force which had come from Carthage to their aid, as well as its commander, and threw the bodies from the wall. They surrendered their town to the Libyans, while they even refused the request of the Carthaginians to be allowed to bury the corpses of their unfortunate soldiers. Mathos and Spendius were so elated by these events that they were emboldened to attempt Carthage itself. But Barcas had now got Hannibal as his coadjutor, who had been sent by the citizens to the army in the place of Hanno, — recalled in accordance with the sentence of the army, which the government had left to their discretion in reference to the disputes that arose between the two generals. Accompanied, therefore, by this Hannibal and by Narávas, Hamilcar scoured the country to intercept the supplies of Mathos and Spendius, receiving his most efficient support in this, as in other things, from the Numidian Narávas.

 

‹ Prev