Book Read Free

Delphi Complete Works of Polybius

Page 364

by Polybius


  [1] κατὰ δὲ τοὺς καιροὺς τούτους Ῥωμαῖοι τὴν πρώτην διάβασιν εἰς τὴν Ἰλλυρίδα καὶ ταῦτα τὰ μέρη τῆς Εὐρώπης ἐπεβάλοντο ποιεῖσθαι μετὰ δυνάμεως. ἅπερ οὐ παρέργως, [2] ἀλλὰ μετ᾽ ἐπιστάσεως θεωρητέον τοῖς βουλομένοις ἀληθινῶς τήν τε πρόθεσιν τὴν ἡμετέραν συνθεάσασθαι καὶ τὴν αὔξησιν καὶ κατασκευὴν τῆς Ῥωμαίων δυναστείας. [3] ἔγνωσαν δὲ διαβαίνειν διά τινας τοιαύτας αἰτίας. [4] Ἄγρων ὁ τῶν Ἰλλυριῶν βασιλεὺς ἦν μὲν υἱὸς Πλευράτου, δύναμιν δὲ πεζὴν καὶ ναυτικὴν μεγίστην ἔσχε τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἐν Ἰλλυριοῖς. [5] οὗτος ὑπὸ Δημητρίου τοῦ Φιλίππου πατρὸς πεισθεὶς χρήμασιν ὑπέσχετο βοηθήσειν Μεδιωνίοις ὑπ᾽ Αἰτωλῶν πολιορκουμένοις. [6] Αἰτωλοὶ γὰρ οὐδαμῶς δυνάμενοι πεῖσαι Μεδιωνίους μετέχειν σφίσι τῆς αὐτῆς πολιτείας, ἐπεβάλοντο κατὰ κράτος ἑλεῖν αὐτούς. [7] στρατεύσαντες οὖν πανδημεὶ καὶ περιστρατοπεδεύσαντες αὐτῶν τὴν πόλιν κατὰ τὸ συνεχὲς ἐπολιόρκουν, πᾶσαν βίαν προσφέροντες καὶ μηχανήν. [8] συνάψαντος δὲ τοῦ χρόνου τῶν ἀρχαιρεσίων, καὶ δέον στρατηγὸν ἕτερον αἱρεῖσθαι, καὶ τῶν πολιορκουμένων ἤδη κακῶς διακειμένων καὶ δοκούντων ἀν᾽ ἑκάστην ἡμέραν ἐνδώσειν ἑαυτούς, ὁ προϋπάρχων στρατηγὸς προσφέρει λόγον τοῖς Αἰτωλοῖς φάσκων, [9] ἐπειδὴ τὰς κακοπαθείας καὶ τοὺς κινδύνους αὐτὸς ἀναδέδεκται τοὺς κατὰ τὴν πολιορκίαν, δίκαιον εἶναι καὶ τὴν οἰκονομίαν τῶν λαφύρων, ἐπὰν κρατήσωσι, καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων ἑαυτῷ συγχωρεῖσθαι. τινῶν δέ, [10] καὶ μάλιστα τῶν προϊόντων πρὸς τὴν ἀρχήν, ἀμφισβητούντων πρὸς τὰ λεγόμενα καὶ παρακαλούντων τὰ πλήθη μὴ προδιαλαμβάνειν, ἀλλ᾽ ἀκέραιον ἐᾶν, ᾧ ποτ᾽ ἂν ἡ τύχη βουληθῇ περιθεῖναι τοῦτον τὸν στέφανον, [11] ἔδοξε τοῖς Αἰτωλοῖς, ὃς ἂν ἐπικατασταθεὶς στρατηγὸς κρατήσῃ τῆς πόλεως, κοινὴν ποιεῖν τῷ προϋπάρχοντι καὶ τὴν οἰκονομίαν

  2. It was at this same period that the Romans for the first time crossed to Illyricum and that part of Europe with an army. The history of this expedition must not be treated as immaterial; but must be carefully studied by those who wish to understand clearly the story I have undertaken to tell, and to trace the progress and consolidation of the Roman Empire.

  Agron, king of the Illyrians, was the son of Pleuratus, and possessed the most powerful force, both by land and sea, of any of the kings who had reigned in Illyria before him. By a bribe received from Demetrius he was induced to promise help to the Medionians, who were at that time being besieged by the Aetolians, who, being unable to persuade the Medionians to join their league, had determined to reduce the city by force. They accordingly levied their full army, pitched their camp under the walls of the city, and kept up a continuous blockade, using every means to force their way in, and every kind of siege-machine. But when the time of the annual election of their Strategus drew near, the besieged being now in great distress, and seeming likely every day to surrender, the existing Strategus made an appeal to the Aetolians. He argued that as he had had during his term of office all the suffering and the danger, it was but fair that when they got possession of the town he should have the apportioning of the spoil, and the privilege of inscribing his name on such arms as should be preserved for dedication. This was resisted by some, and especially by those who were candidates for the office, who urged upon the Assembly not to prejudge this matter, but to leave it open for fortune to determine who was to be invested with this honour; and, finally, the Aetolians decided that whoever was general when the city was taken should share the apportioning of the spoils, and the honour of inscribing the arms, with his predecessor.

  [1] τῶν λαφύρων καὶ τὴν ἐπιγραφὴν τῶν ὅπλων. δεδογμένων δὲ τούτων, καὶ δέον τῇ κατὰ πόδας ἡμέρᾳ γενέσθαι τὴν αἵρεσιν καὶ τὴν παράληψιν τῆς ἀρχῆς, καθάπερ ἔθος ἐστὶν Αἰτωλοῖς, προσπλέουσιν τῆς νυκτὸς ἑκατὸν λέμβοι πρὸς τὴν Μεδιωνίαν κατὰ τοὺς ἔγγιστα τόπους τῆς πόλεως, ἐφ᾽ ὧν ἦσαν Ἰλλυριοὶ πεντακισχίλιοι. [2] καθορμισθέντες δὲ καὶ τῆς ἡμέρας ἐπιγενομένης ἐνεργὸν καὶ λαθραίαν ποιησάμενοι τὴν ἀπόβασιν καὶ χρησάμενοι τῇ παρ᾽ αὐτοῖς εἰθισμένῃ τάξει προῆγον κατὰ σπείρας ἐπὶ τὴν τῶν Αἰτωλῶν στρατοπεδείαν. [3] οἱ δ᾽ Αἰτωλοὶ συνέντες τὸ γινόμενον ἐπὶ μὲν τῷ παραδόξῳ καὶ τῇ τόλμῃ τῶν Ἰλλυριῶν ἦσαν ἐκπλαγεῖς: πεφρονηματισμένοι δ᾽ ἐκ πολλοῦ χρόνου καὶ καταπιστεύσαντες ταῖς ἰδίαις δυνάμεσιν κατὰ ποσὸν εὐθαρσῶς εἶχον. [4] τὸ μὲν οὖν πολὺ μέρος τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων αὐτοῦ πρὸ τῆς στρατοπεδείας ἐν τοῖς ἐπιπέδοις παρενέβαλλον, μέρει δέ τινι τῆς ἵππου καὶ τοῖς εὐζώνοις τοὺς ὑπερδεξίους καὶ πρὸ τοῦ χάρακος εὐφυῶς κειμένους τόπους προκατελάμβανον. [5] οἱ δ᾽ Ἰλλυριοὶ τοὺς μὲν ἐλαφροὺς ἐξ ἐφόδου προσπεσόντες τῷ τε πλήθει καὶ τῷ βάρει τῆς συντάξεως ἐξέωσαν, τοὺς δὲ μετὰ τούτων ἱππεῖς συγκινδυνεύοντας ἠνάγκασαν ἀποχωρῆσαι πρὸς τὰ βαρέα τῶν ὅπλων. [6] λοιπὸν ἐξ ὑπερδεξίου ποιούμενοι τὴν ἔφοδον ἐπὶ τοὺς ἐν τῷ πεδίῳ τεταγμένους ταχέως ἐτρέψαντο, συνεπιθεμένων τοῖς Αἰτωλοῖς ἅμα καὶ τῶν Μεδιωνίων ἐκ τῆς πόλεως. [7] καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, ἔτι δὲ πλείους αἰχμαλώτους ἔλαβον: τῶν δ᾽ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐγένοντο πάσης ἐγκρατεῖς. [8] οἱ μὲν οὖν Ἰλλυριοὶ πράξαντες τὸ συνταχθὲν ὑπὸ τοῦ βασιλέως καὶ διακομίσαντες τὴν ἀποσκευὴν καὶ τὴν ἄλλην ὠφέλειαν ἐπὶ τοὺς λέμβους εὐθέως ἀνήγοντο, ποιούμενοι τὸν

  3. The decision was come to on the day before the election of a new Strategus, and the transference of the command had, according to the Aetolian custom, to take place. But on that very night a hundred galleys with five thousand Illyrians on board, sailed up to land near Medion. Having dropped anchor at daybreak, they effected a disembarkation with secrecy and despatch; they then formed in the order customary in their country, and advanced in their several companies against the Aetolian lines. These last were overwhelmed with astonishment at the unexpected nature and boldness of the move; but they had
long been inspired with overweening self-confidence, and having full reliance in their own forces were far from being dismayed. They drew up the greater part of their hoplites and cavalry in front of their lines on the level ground, and with a portion of their cavalry and their light infantry they hastened to occupy some rising ground in front of their camp, which nature had made easily defensible. A single charge, however, of the Illyrians, whose numbers and close order gave them irresistible weight, served to dislodge the light-armed troops, and forced the cavalry who were on the ground with them to retire to the hoplites. But the Illyrians, being on the higher ground, and charging down from it upon the Aetolian troops formed up on the plain, routed them without difficulty; the Medionians at the same time making a diversion in their favour by sallying out of the town and charging the Aetolians. Thus, after killing a great number, and taking a still greater number prisoners, and becoming masters also of their arms and baggage, the Illyrians, having carried out the orders of their king, conveyed their baggage and the rest of the booty to their boats, and immediately set sail for their own country.

  [1] πλοῦν εἰς τὴν οἰκείαν. οἱ δὲ Μεδιώνιοι τετευχότες ἀνελπίστου σωτηρίας, ἁθροισθέντες εἰς τὴν ἐκκλησίαν ἐβουλεύοντο περί τε τῶν ἄλλων καὶ περὶ τῆς τῶν ὅπλων ἐπιγραφῆς. [2] ἔδοξεν οὖν αὐτοῖς κοινὴν ποιήσειν τὴν ἐπιγραφὴν ἀπό τε τοῦ τὴν ἀρχὴν τῶν Αἰτωλῶν ἔχοντος καὶ τῶν εἰς τὸ μέλλον προπορευομένων κατὰ τὸ τῶν Αἰτωλῶν δόγμα, [3] τῆς τύχης ὥσπερ ἐπίτηδες καὶ τοῖς ἄλλοις ἀνθρώποις ἐπὶ τῶν ἐκείνοις συμβαινόντων ἐνδεικνυμένης τὴν αὑτῆς δύναμιν. [4] ἃ γὰρ ὑπὸ τῶν ἐχθρῶν αὐτοὶ προσεδόκων ὅσον ἤδη πείσεσθαι, ταῦτα πράττειν αὐτοῖς ἐκείνοις παρέδωκεν ἐν πάνυ βραχεῖ χρόνῳ κατὰ τῶν πολεμίων. [5] Αἰτωλοὶ δὲ τῇ παραδόξῳ χρησάμενοι συμφορᾷ πάντας ἐδίδαξαν μηδέποτε βουλεύεσθαι περὶ τοῦ μέλλοντος ὡς ἤδη γεγονότος, μηδὲ προκατελπίζειν βεβαιουμένους ὑπὲρ ὧν ἀκμὴν ἐνδεχόμενόν ἐστιν ἄλλως γενέσθαι, νέμειν δὲ μερίδα τῷ παραδόξῳ πανταχῇ μὲν ἀνθρώπους ὄντας, μάλιστα δ᾽ ἐν τοῖς πολεμικοῖς. ὁ δὲ βασιλεὺς Ἄγρων, [6] ἐπεὶ κατέπλευσαν οἱ λέμβοι, διακούσας τῶν ἡγεμόνων τὰ κατὰ τὸν κίνδυνον καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ δοκεῖν Αἰτωλοὺς τοὺς μέγιστον ἔχοντας τὸ φρόνημα νενικηκέναι, πρὸς μέθας καί τινας τοιαύτας ἄλλας εὐωχίας τραπεὶς ἐνέπεσεν εἰς πλευρῖτιν: ἐκ δὲ ταύτης ἐν ὀλίγαις ἡμέραις μετήλλαξε τὸν βίον. [7] τὴν δὲ βασιλείαν ἡ γυνὴ Τεύτα διαδεξαμένη τὸν κατὰ μέρος χειρισμὸν τῶν πραγμάτων ἐποιεῖτο διὰ τῆς τῶν φίλων πίστεως. [8] χρωμένη δὲ λογισμοῖς γυναικείοις καὶ πρὸς αὐτὸ τὸ γεγονὸς εὐτύχημα μόνον ἀποβλέπουσα, τῶν δ᾽ ἐκτὸς οὐδὲν περισκεπτομένη πρῶτον μὲν συνεχώρησε τοῖς κατ᾽ ἰδίαν πλέουσι λῄζεσθαι τοὺς ἐντυγχάνοντας, [9] δεύτερον δ᾽ ἁθροίσασα στόλον καὶ δύναμιν οὐκ ἐλάττω τῆς πρότερον ἐξέπεμψε, πᾶσαν παραλίαν ἀποδείξασα πολεμίαν τοῖς ἡγουμένοις.

  4. This was a most unexpected relief to the Medionians. They met in public assembly and deliberated on the whole business, and especially as to the inscribing the arms reserved for dedication. They decided, in mockery of the Aetolian decree, that the inscription should contain the name of the Aetolian commander on the day of battle, and of the candidates for succession to his office. And indeed Fortune seems, in what happened to them, to have designed a display of her power to the rest of mankind. The very thing which these men were in momentary expectation of undergoing at the hands of their enemies, she put it in their power to inflict upon those enemies, and all within a very brief interval. The unexpected disaster of the Aetolians, too, may teach all the world not to calculate on the future as though it were the actually existent, and not to reckon securely on what may still turn out quite otherwise, but to allow a certain margin to the unexpected. And as this is true everywhere and to every man, so is it especially true in war.

  When his galleys returned, and he heard from his officers the events of the expedition, King Agron was so beside himself with joy at the idea of having conquered the Aetolians, whose confidence in their own prowess had been extreme, that, giving himself over to excessive drinking and other similar indulgences, he was attacked by a pleurisy of which in a few days he died. His wife Teuta succeeded him on the throne; and managed the various details of administration by means of friends whom she could trust. But her woman’s head had been turned by the success just related, and she fixed her gaze upon that, and had no eyes for anything going on outside the country. Her first measure was to grant letters of marque to privateers, authorising them to plunder all whom they fell in with; and she next collected a fleet and military force as large as the former one, and despatched them with general instructions to the leaders to regard every land as belonging to an enemy.

  [1] οἱ δ᾽ ἐξαποσταλέντες τὴν μὲν πρώτην ἐπιβολὴν ἔσχον ἐπὶ τὴν Ἠλείαν καὶ τὴν Μεσσηνίαν: ταύτας γὰρ ἀεὶ τὰς χώρας Ἰλλυριοὶ πορθοῦντες διετέλουν. [2] διὰ γὰρ τὸ μῆκος τῆς παραλίας καὶ διὰ τὸ μεσογαίους εἶναι τὰς δυναστευούσας ἐν αὐταῖς πόλεις μακραὶ καὶ βραδεῖαι λίαν ἐγίνοντο τοῖς προειρημένοις αἱ παραβοήθειαι πρὸς τὰς ἀποβάσεις τῶν Ἰλλυριῶν: ὅθεν ἀδεῶς ἐπέτρεχον καὶ κατέσυρον ἀεὶ ταύτας τὰς χώρας. [3] οὐ μὴν ἀλλὰ τότε γενόμενοι τῆς Ἠπείρου κατὰ Φοινίκην προσέσχον ἐπισιτισμοῦ χάριν. [4] συμμίξαντες δὲ τῶν Γαλατῶν τισιν, οἳ μισθοφοροῦντες παρὰ τοῖς Ἠπειρώταις διέτριβον ἐν τῇ Φοινίκῃ, τὸ πλῆθος ὄντες εἰς ὀκτακοσίους, καὶ κοινολογηθέντες τούτοις περὶ προδοσίας τῆς πόλεως ἐξέβησαν, συγκαταθεμένων σφίσι τῶν προειρημένων, καὶ τῆς πόλεως ἐξ ἐφόδου καὶ τῶν ἐν αὐτῇ κύριοι κατέστησαν, συνεργησάντων ἔσωθεν αὐτοῖς τῶν Γαλατῶν. [5] οἱ δ᾽ Ἠπειρῶται πυθόμενοι τὸ γεγονὸς ἐβοήθουν πανδημεὶ μετὰ σπουδῆς. παραγενόμενοι δὲ πρὸς τὴν Φοινίκην καὶ προβαλόμενοι τὸν παρὰ τῇ πόλει ῥέοντα ποταμὸν ἐστρατοπέδευσαν, τῆς ἐπ᾽ αὐτῷ γεφύρας ἀνασπάσαντες τὰς σανίδας ἀσφαλείας χάριν. [6] προσαγγελθέντος δ᾽ αὐτοῖς Σκερδιλαΐδαν ἔχοντα πεντακισχιλίους Ἰλλυριοὺς παραγίνεσθαι κατὰ γῆν διὰ τῶν παρ᾽ Ἀντιγόνειαν στενῶν, μερίσαντες αὑτῶν τινας ἐξαπέστειλαν παραφυλάξοντας τὴν Ἀντιγόνειαν: αὐτοὶ δὲ τά τε λ
οιπὰ ῥᾳθύμως διῆγον, ἀπολαύοντες τῶν ἐκ τῆς χώρας ἀνέδην, τῶν τε κατὰ τὰς φυλακὰς καὶ προκοιτίας ὠλιγώρουν. [7] οἱ δ᾽ Ἰλλυριοὶ συνέντες τὸν μερισμὸν αὐτῶν καὶ τὴν λοιπὴν ῥᾳθυμίαν ἐκπορεύονται νυκτός: καὶ τῇ γεφύρᾳ σανίδας ἐπιβαλόντες τόν τε ποταμὸν ἀσφαλῶς διέβησαν καὶ λαβόντες ὀχυρὸν τόπον ἔμειναν τὸ λοιπὸν μέρος τῆς νυκτός. [8] ἐπιγενομένης δὲ τῆς ἡμέρας, καὶ παραταξαμένων ἀμφοτέρων πρὸ τῆς πόλεως, συνέβη λειφθῆναι τοὺς Ἠπειρώτας, καὶ πολλοὺς μὲν αὐτῶν πεσεῖν, ἔτι δὲ πλείους ἁλῶναι, τοὺς δὲ λοιποὺς διαφυγεῖν ὡς ἐπ᾽ Ἀτιντάνων.

  5. Their first attack was to be upon the coast of Elis and Messenia, which had been from time immemorial the scene of the raids of the Illyrians. For owing to the length of their seaboard, and to the fact that their most powerful cities were inland, troops raised to resist them had a great way to go, and were long in coming to the spot where the Illyrian pirates landed; who accordingly overran those districts, and swept them clean without having anything to fear. However, when this fleet was off Phoenice in Epirus they landed to get supplies. There they fell in with some Gauls, who to the number of eight hundred were stationed at Phoenice, being in the pay of the Epirotes; and contracted with them to betray the town into their hands. Having made this bargain, they disembarked and took the town and everything in it at the first blow, the Gauls within the walls acting in collusion with them. When this news was known, the Epirotes raised a general levy and came in haste to the rescue. Arriving in the neighbourhood of Phoenice, they pitched their camp so as to have the river which flows past Phoenice between them and the enemy, tearing up the planks of the bridge over it for security. But news being brought them that Scerdilaidas with five thousand Illyrians was marching overland by way of the pass near Antigoneia, they detached some of their forces to guard that town; while the main body gave themselves over to an unrestrained indulgence in all the luxuries which the country could supply; and among other signs of demoralisation they neglected the necessary precaution of posting sentries and night pickets. The division of their forces, as well as the careless conduct of the remainder, did not escape the observation of the Illyrians; who, sallying out at night, and replacing the planks on the bridge, crossed the river safely, and having secured a strong position, remained there quietly for the rest of the night. At daybreak both armies drew up their forces in front of the town and engaged. In this battle the Epirotes were decidedly worsted: a large number of them fell, still more were taken prisoners, and the rest fled in the direction of the country of the Atintanes.

 

‹ Prev