Book Read Free

Complete Works of Theocritus

Page 36

by Theocritus


  εἰς ᾿Αίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,

  χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ᾽ ἐπάξα.

  Κορύδων

  οὐ τήνα γ᾽, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων

  δῶρον ἐμοί νιν ἔλειπεν: ἐγὼ δέ τις εἰμὶ μελικτάς, 30

  κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.

  αἰνέω τάν τε Κρότωνα — καλὰ πόλις, ἅ τε Ζάκυνθοσ —

  καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας

  Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.

  τηνεῖ καὶ τὸν ταῦρον ἀπ᾽ ὤρεος ἆγε πιάξας 35

  τᾶς ὁπλᾶς κἤδωκ᾽ ᾿Αμαρυλλίδι, ταὶ δὲ γυναῖκες

  μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.

  Βάττος

  ὦ χαρίεσσ᾽ ᾿Αμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας

  λασεύμεσθ᾽: ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.

  αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει. 40

  Κορύδων

  θαρσεῖν χρὴ φίλε Βάττε: τάχ᾽ αὔριον ἔσσετ᾽ ἄμεινον.

  ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.

  χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ᾽ ὕει.

  Βάττος

  θαρσέω. βάλλε κάτωθε τὰ μοσχία: τᾶς γὰρ ἐλαίας

  τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθ᾽ ὁ λέπαργος. 45

  Κορύδων

  σίτθ᾽ ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;

  ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,

  εἰ μὴ ἄπει τουτῶθεν. ἴδ᾽ αὖ πάλιν ἅδε ποθέρπει.

  εἴθ᾽ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.

  Βάττος

  θᾶσαί μ᾽ ὦ Κορύδων πὸτ τῶ Διός: ἁ γὰρ ἄκανθα 50

  ἀρμοῖ μ᾽ ὧδ᾽ ἐπάταξ᾽ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι

  τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο:

  ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις;

  Κορύδων

  ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν: ἅδε καὶ αὐτά.

  Βάττος

  ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει. 55

  Κορύδων

  εἰς ὄρος ὅκχ᾽ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε.

  ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται.

  Βάττος

  εἴπ᾽ ἄγε μ᾽ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει,

  τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκ᾽ ἐκνίσθη;

  Κορύδων

  ἀκμάν γ᾽ ὦ δειλαῖε: πρόαν γε μὲν αὐτὸς ἐπενθὼν 60

  καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.

  Βάττος

  εὖ γ᾽ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις

  ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.

  IDYLL V. Βουκολιασταὶ Κομάτας καὶ Λάκων

  Κομάτας

  αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα

  φεύγετε τὸν Λάκωνα: τό μευ νάκος ἐχθὲς ἔκλεψεν.

  Λάκων

  οὐκ ἀπὸ τᾶς κράνας; σίττ᾽ ἀμνίδες. οὐκ ἐσορῆτε

  τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;

  Κομάτας

  τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα 5

  ἐκτάσα σύριγγα; τί δ᾽ οὐκέτι σὺν Κορύδωνι

  ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;

  Λάκων

  τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον

  Λάκων ἀγκλέψας πόκ᾽ ἔβα νάκος; εἰπὲ Κομάτα:

  οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. 10

  Κομάτας

  τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ᾽ ἔθυσε

  ταῖς Νύμφαις τὰν αἶγα: τὺ δ᾽ ὦ κακὲ καὶ τόκ᾽ ἐτάκευ

  βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.

  Λάκων

  οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων

  τὰν βαίταν ἀπέδυσ᾽ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας 15

  τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν.

  Κομάτας

  οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας,

  αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,

  οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.

  Λάκων

  αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε᾽ ἀροίμαν. 20

  ἀλλ᾽ ὦν αἴκα λῇς ἔριφον θέμεν — ἔστι μὲν οὐδὲν

  ἱερόν — ἀλλά γε τοι διαείσομαι, ἕστέ κ᾽ ἀπείπῃς.

  Κομάτας

  ὗς ποτ᾽ ᾿Αθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται

  ὥριφος: ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε.

  Λάκων

  καὶ πῶς ὦ κίναδος τὺ τάδ᾽ ἔσσεται ἐξ ἴσω ἁμίν; 25

  τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας

  αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ᾽ ἀμέλγειν;

  Κομάτας

  ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,

  σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι

  ὥριφος ἰσοπαλής, τυῖδ᾽ ὁ τράγος οὗτος. ἔρισδε. 30

  Λάκων

  μὴ σπεῦδ᾽: οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ

  τεῖδ᾽ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.

  ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται: ὧδε πεφύκει

  ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.

  Κομάτας

  ἀλλ᾽ οὔ τι σπεύδω: μέγα δ᾽ ἄχθομαι, εἰ τύ με τολμῇς

  ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ᾽ ἐόντα

  παῖδ᾽ ἔτ᾽ ἐγὼν ἐδίδασκον. ἴδ᾽ ἁ χάρις ἐς τί ποθ᾽ ἕρπει.


  θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.

  Λάκων

  καὶ πόκ᾽ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας

  μέμναμ᾽; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως. 40

  ……

  ἀλλὰ γὰρ ἕρφ᾽ ὦδ᾽, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.

  Κομάτας

  οὐχ ἑρψῶ τηνεῖ: τουτεῖ δρύες, ὧδε κύπειρος, 45

  ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι:

  ἔνθ᾽ ὕδατος ψυχρῶ κρᾶναι δύο: ταὶ δ᾽ ἐπὶ δένδρει

  ὄρνιχες λαλαγεῦντι: καὶ ἁ σκιὰ οὐδὲν ὁμοία

  τᾷ παρὰ τίν: βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις.

  Λάκων

  ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, 50

  αἴκ᾽ ἔνθῃς, ὕπνω μαλακώτερα: ταὶ δὲ τραγεῖαι

  ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις.

  στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος

  ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.

  Κομάτας

  αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς 55

  καὶ γλάχων᾽ ἀνθεῦσαν: ὑπεσσεῖται δὲ χιμαιρᾶν

  δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.

  στασῶ δ᾽ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,

  ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί᾽ ἐχοίσας.

  Λάκων

  αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ: 60

  τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε

  τίς κρινεῖ; αἴθ᾽ ἔνθοι πόθ᾽ ὁ βουκόλος ὧδ᾽ ὁ Λυκώπας.

  Κομάτας

  οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι: ἀλλὰ τὸν ἄνδρα,

  αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας

  τήνας τὰς παρὰ τὶν ξυλοχίζεται: ἔστι δὲ Μόρσων. 65

  Λάκων

  βωστρέωμες.

  Κομάτας

  τὺ κάλει νιν.

  Λάκων

  ἴθ᾽ ὦ ξένε μικκὸν ἄκουσον

  τεῖδ᾽ ἐνθών: ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων

  βουκολιαστάς ἐστι. τὺ δ᾽ ὦ φίλε μήτ᾽ ἐμὲ Μόρσων

  ἐν χάριτι κρίνῃς, μήτ᾽ ὦν τύγα τοῦτον ὀνάσῃς.

  Κομάτας

  ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ 70

  τὸ πλέον ἰθύνῃς, μήτ᾽ ὦν τύγα τῷδε χαρίξῃ.

  ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,

  Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα.

  Λάκων

  μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα

  αἴτ᾽ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί.

  Κομάτας

  βέντισθ᾽ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ᾽ ἀγορεύω

  κοὐδὲν καυχέομαι: τὺ δ᾽ ἄγαν φιλοκέρτομος ἐσσί.

  Λάκων

  εἶα λέγ᾽ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις

  ζῶντ᾽ ἄφες: ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα.

  Κομάτας

  ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν 80

  Δάφνιν: ἐγὼ δ᾽ αὐταῖς χιμάρως δύο πρᾶν ποκ᾽ ἔθυσα.

  Λάκων

  καὶ γὰρ ἔμ᾽ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ

  κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.

  Κομάτας

  πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,

  καί μ᾽ ἁ παῖς ποθορεῦσα ‘τάλαν’ λέγει ‘αὐτὸς ἀμέλγεις;’ 85

  Λάκων

  φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ

  τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.

  Κομάτας

  βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα

  τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.

  Λάκων

  κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν 90

  ἐκμαίνει: λιπαρὰ δὲ παρ᾽ αὐχένα σείετ᾽ ἔθειρα.

  Κομάτας

  ἀλλ᾽ οὐ σύμβλητ᾽ ἐστὶ κυνόσβατος οὐδ᾽ ἀνεμώνα

  πρὸς ῥόδα, τῶν ἄνδηρα παρ᾽ αἱμασιαῖσι πεφύκει.

  Λάκων

  οὐδὲ γὰρ οὐδ᾽ ἀκύλοις ὁμομαλίδες: αἱ μὲν ἔχοντι

  λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί. 95

  Κομάτας

  κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν

  ἐκ τᾶς ἀρκεύθω καθελών: τηνεῖ γὰρ ἐφίσδει.

  Λάκων

  ἀλλ᾽ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω

  τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.

  Κομάτας

  σίττ᾽ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες: ὧδε νέμεσθε, 100

  ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.

  Λάκων

  οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;

  τουτεῖ βοσκησεῖσθε ποτ᾽ ἀντολάς, ὡς ὁ Φάλαρος.

  Κομάτας

  ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,

  ἔργον Πραξιτέλευς: τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω. 105

  Λάκων

  χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει,

  ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.

  Κομάτας

  ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,

  μή μευ λωβασεῖσθε τὰς ἀμπέλος: ἐντὶ γὰρ ἇβαι.

  Λάκων

  τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω: 110

  οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς.

  Κομάτας

  μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος

  αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζον�
�ι.

  Λάκων

  καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα

  σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. 115

  Κομάτας

  ἦ οὐ μέμνᾳ, ὅκ᾽ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς

  εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;

  Λάκων

  τοῦτο μὲν οὐ μέμναμ᾽: ὅκα μάν ποκα τεῖδέ τυ δήσας

  Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γ᾽ ἴσαμι.

  Κομάτας

  ἦ δή τις Μόρσων πικραίνεται: ἢ οὐχὶ παρῄσθευ; 120

  σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.

  Λάκων

  κἠγὼ μὰν κνίζω Μόρσων τινά: καὶ τὺ δὲ λεύσσεις.

  ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν ῎Αλεντα.

  Κομάτας

  ῾Ιμέρα ἀνθ᾽ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι

  οἴνῳ πορφύροις, τὰ δέ τ᾽ οἴσυα καρπὸν ἐνείκαι. 125

  Λάκων

  ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον

  ἁ παῖς ἀνθ᾽ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.

  Κομάτας

  ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,

  καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται.

  Λάκων

  ταῖσι δ᾽ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια 130

  φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.

  Κομάτας

  οὐκ ἔραμ᾽ ᾿Αλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε

  τῶν ὤτων καθελοῖσ᾽, ὅκά οἱ τὰν φάσσαν ἔδωκα.

  Λάκων

  ἀλλ᾽ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα: καὶ γὰρ ὅκ᾽ αὐτῷ

  τὰν σύριγγ᾽ ὤρεξα, καλόν τί με κάρτ᾽ ἐφίλασεν. 135

  Κομάτας

  οὐ θεμιτὸν Λάκων ποτ᾽ ἀηδόνα κίσσας ἐρίσδειν,

 

‹ Prev