Book Read Free

Complete Works of Theocritus

Page 37

by Theocritus


  οὐδ᾽ ἔποπας κύκνοισι: τὺ δ᾽ ὦ τάλαν ἐσσὶ φιλεχθής.

  Μόρσων

  παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα

  δωρεῖται Μόρσων τὰν ἀμνίδα: καὶ τὺ δὲ θύσας

  ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.

  Κομάτας

  πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων

  νῦν ἀγέλα: κἠγὼ γὰρ ἴδ᾽ ὡς μέγα τοῦτο καχαξῶ

  κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκ᾽ ἤδη

  ἀνυσάμαν τὰν ἀμνόν: ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.

  αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες: αὔριον ὔμμε 145

  πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.

  οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τιν᾽ ὀχευσεῖς

  τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γ᾽ ἐμὲ καλλιερῆσαι

  ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δ᾽ αὖ πάλιν. ἀλλὰ γενοίμαν,

  αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. 150

  IDYLL VI. Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας

  Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον

  τὰν ἀγέλαν πόκ᾽ ῎Αρατε συνάγαγον: ἦς δ᾽ ὁ μὲν αὐτῶν

  πυρρός, ὁ δ᾽ ἡμιγένειος: ἐπὶ κράναν δέ τιν᾽ ἄμφω

  ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδ᾽ ἄειδον.

  πρᾶτος δ᾽ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε. 5

  βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια

  μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα:

  καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι

  ἁδέα συρίσδων. πάλιν ἅδ᾽ ἴδε τὰν κύνα βάλλει,

  ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός: ἁ δὲ βαΰσδει 10

  εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει

  ἅσυχα καχλάζοντα ἐπ᾽ αἰγιαλοῖο θέοισαν.

  φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ

  ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.

  ἁ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπ᾽ ἀκάνθας 15

  ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει:

  καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,

  καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον: ἦ γὰρ ἔρωτι

  πολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται.

  τῷ δ᾽ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδ᾽ ἄειδεν. 20

  εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκ᾽ ἔβαλλε,

  κοὔ μ᾽ ἔλαθ᾽, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι

  ἐς τέλος: αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρ᾽ ἀγορεύων

  ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι.

  ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι, 25

  ἀλλ᾽ ἄλλαν τινὰ φαμὶ γυναῖκ᾽ ἔχεν: ἁ δ᾽ ἀίοισα

  ζαλοῖ μ᾽ ὦ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας

  οἰστρεῖ παπταίνοισα ποτ᾽ ἄντρά τε καὶ ποτὶ ποίμνας.

  σίξα δ᾽ ὑλακτεῖν νιν καὶ τᾷ κυνί: καὶ γὰρ ὅκ᾽ ἤρων

  αὐτᾶς, ἐκνυζεῖτο ποτ᾽ ἰσχία ῥύγχος ἔχοισα. 30

  ταῦτα δ᾽ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ

  ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κ᾽ ὀμόσσῃ

  αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδ᾽ ἐπὶ νάσω.

  καὶ γάρ θην οὐδ᾽ εἶδος ἔχω κακόν, ὥς με λέγοντι.

  ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα, 35

  καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,

  ὡς παρ᾽ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τ᾽ ὀδόντων

  λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.

  ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον:

  ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε. 40

  ἃ πρᾶν ἀμάντεσσι παρ᾽ ῾Ιπποκίωνι ποταύλει.

  τόσσ᾽ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε,

  χὡ μὲν τῷ σύριγγ᾽, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.

  αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας,

  ὠρχεῦντ᾽ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ. 45

  νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δ᾽ ἐγένοντο.

  IDYLL VII. θαλύσια

  ̂̓Ης χρόνος ἁνίκ᾽ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν ῞Αλεντα

  εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν ᾿Αμύντας:

  τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος

  κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν

  χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ 5

  Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν

  εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ: ταὶ δὲ παρ᾽ αὐτὰν

  αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,

  χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.

  κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα 10

  ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν

  ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,

  οὔνομα μὲν Λυκίδαν, ἦς δ᾽ αἰπόλος, οὐδέ κέ τίς νιν

  ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ᾽ ἐῴκει.

  ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο 15

  κνακὸν δέρμ᾽ ὤμοισι νέας ταμίσοιο ποτόσδον,

  ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος

  ζωστῆρι πλακερῷ, ῥοικὰν δ᾽ ἔχεν ἀγριελαίω

  δεξιτερᾷ κορύναν. καί μ᾽ ἀτρέμας εἶπε σεσαρὼς

  ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς: 20

  ‘Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδ
ας ἕλκεις,

  ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,

  οὐδ᾽ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;

  ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν

  λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο 25

  πᾶσα λίθος πταίοισα ποτ᾽ ἀρβυλίδεσσιν ἀείδει.’

  τὸν δ᾽ ἐγὼ ἀμείφθην: ‘Λυκίδα φίλε, φαντί τυ πάντες

  συριγκτὰν ἔμεναι μέγ᾽ ὑπείροχον ἔν τε νομεῦσιν

  ἔν τ᾽ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει

  ἁμέτερον: καί τοι κατ᾽ ἐμὸν νόον ἰσοφαρίζειν 30

  ἔλπομαι. ἁ δ᾽ ὁδὸς ἅδε θαλυσιάς: ἦ γὰρ ἑταῖροι

  ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι

  ὄλβω ἀπαρχόμενοι: μάλα γάρ σφισι πίονι μέτρῳ

  ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.

  ἀλλ᾽ ἄγε δή — ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώσ — 35

  βουκολιασδώμεσθα: τάχ᾽ ὥτερος ἄλλον ὀνασεῖ.

  καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι

  πάντες ἀοιδὸν ἄριστον: ἐγὼ δέ τις οὐ ταχυπειθής,

  οὐ Δᾶν: οὐ γάρ πω κατ᾽ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν

  Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν 40

  ἀείδων, βάτραχος δὲ ποτ᾽ ἀκρίδας ὥς τις ἐρίσδω.’

  ὣς ἐφάμαν ἐπίταδες: ὁ δ᾽ αἰπόλος ἁδὺ γελάσσας,

  ‘τάν τοι” ἔφα “κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ

  πᾶν ἐπ᾽ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.

  ὥς μοι καὶ τέκτων μέγ᾽ ἀπέχθεται, ὅστις ἐρευνῇ 45

  ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,

  καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν

  ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.

  ἀλλ᾽ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθ᾽ ἀοιδᾶς,

  Σιμιχίδα: κἠγὼ μέν — ὅρη φίλος, εἴ τοι ἀρέσκει 50

  τοῦθ᾽ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.’

  Λυκίδας

  ῎Εσσεται ᾿Αγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,

  χὥταν ἐφ᾽ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ

  κύματα, χὡρίων ὅτ᾽ ἐπ᾽ ὠκεανῷ πόδας ἴσχῃ,

  αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ ᾿Αφροδίτας 55

  ῥύσηται: θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.

  χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν

  τόν τε νότον τόν τ᾽ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ:

  ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα

  ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. 60

  ᾿Αγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν

  ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο.

  κἠγὼ τῆνο κατ᾽ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα

  ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων

  τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ 65

  πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.

  χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστ᾽ ἐπὶ πᾶχυν

  κνύζᾳ τ᾽ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.

  καὶ πίομαι μαλακῶς μεμνημένος ᾿Αγεάνακτος

  αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. 70

  αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν ᾿Αχαρνεύς,

  εἷς δὲ Λυκωπίτας: ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,

  ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,

  χὡς ὄρος ἀμφ᾽ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,

  ῾Ιμέρα αἵτε φύοντι παρ᾽ ὄχθῃσιν ποταμοῖο, 75

  εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφ᾽ Αἷμον

  ἢ ῎Αθω ἢ ῾Ροδόπαν ἢ Καύκασον ἐσχατόωντα.

  ᾀσεῖ δ᾽ ὥς ποκ᾽ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ

  ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,

  ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι 80

  κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,

  οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.

  ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,

  καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν

  κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας. 85

  αἴθ᾽ ἐπ᾽ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν,

  ὥς τοι ἐγὼν ἐνόμευον ἀν᾽ ὤρεα τὰς καλὰς αἶγας

  φωνᾶς εἰσαΐων, τὺ δ᾽ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις

  ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.

  χὡ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο: τὸν δὲ μετ᾽ αὖθις 90

  κἠγὼ τοῖ᾽ ἐφάμαν: ‘Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα

  νύμφαι κἠμὲ δίδαξαν ἀν᾽ ὤρεα βουκολέοντα

  ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα:

  ἀλλὰ τόγ᾽ ἐκ πάντων μέγ᾽ ὑπείροχον, ᾧ τυ γεραίρειν

  ἀρξεῦμ᾽: ἀλλ᾽ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.’

  Σιμιχίδας

  Σιμιχίδᾳ μὲν ῎Ερωτες ἐπέπταρον: ἦ γὰρ ὁ δειλὸς

  τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.

  ὥρατος δ᾽ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ

  παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν ῎Αριστις,

  ἐσθλὸς ἀνήρ, μέγ᾽ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν

  Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,

  ὡς ἐκ παιδὸς ῎Αρατος ὑπ᾽ ὀστέον αἴθετ᾽ ἔρωτι.

  τόν μοι Πάν, ῾Ομόλας ἐρατὸν πέδον ὅστε λέλογχας,

 
; ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,

  εἴτ᾽ ἐστ᾽ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος. 105

  κἢν μὲν ταῦτ᾽ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες

  ᾿Αρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους

  τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη:

  εἰ δ᾽ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ᾽ ὀνύχεσσι

  δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, 110

  εἴης δ᾽ ᾿Ηδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ

  ῞Εβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,

  ἐν δὲ θέρει πυμάτοισι παρ᾽ Αἰθιόπεσσι νομεύοις

  πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.

  ὔμμες δ᾽ ῾Υετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες 115

  νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,

  ὦ μάλοισιν ῎Ερωτες ἐρευθομένοισιν ὁμοῖοι,

  βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,

  βάλλετ᾽, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.

  καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες 120

  ‘αἰαῖ” φαντὶ “Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.’

  μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν ῎Αρατε,

  μηδὲ πόδας τρίβωμες: ὁ δ᾽ ὄρθριος ἄλλον ἀλέκτωρ

  κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη,

  εἷς δ᾽ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας,

  ἄμμιν δ᾽ ἁσυχία τε μέλοι γραία τε παρείη,

  ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.

  τόσσ᾽ ἐφάμαν: ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας

 

‹ Prev