Book Read Free

Delphi Complete Works of Lucian

Page 230

by Lucian Samosata


  [20] τὴν μοῦνος ἀπάξειν ἔμελλεν. ὡς δὲ οὐδαμὰ ἐπείθετο, ὁ δὲ ἱκεσίης δευτέρης ἅπτεται δοῦναί οἱ χρόνον ἑπτὰ ἡμερέων, μετὰ δὲ ἀποστεῖλαί μιν τελέσαντὰ τι τῶν μάλιστα ἐδέετο. τυχὼν δὲ ῥηιδίως, ἐς τὸν ἑωυτοῦ οἶκον ἀπικνέεται καὶ πεσὼν χαμᾶζε τοιάδε ὠδύρετο ‘ὢ δείλαιος, τί μοι ταύτης τῆς πίστιος; τί δέ μοι ὁδοῦ, τῆς τέλος ἤδη δέρκομαι; νέος μὲν ἐγὼ καὶ γυναικὶ καλῇ ἕψομαι. τὸ δέ μοι μεγάλη συμφορὴ ἔσσεται, εἰ μὴ ἔγωγε πᾶσαν αἰτίην κακοῦ ἀποθήσομαι: τῷ με χρῆν μέγα ἔργον ἀποτελέσαι, τό μοι πάντα φόβον ἰήσεται.’ Τάδε εἰπὼν ἀτελέα ἑωυτὸν ἐποίεεν, καὶ ταμὼν τὰ αἰδοῖα ἐς ἀγγήιον μικρὸν κατέθετο σμύρνῃ τε ἅμα καὶ μέλιτι καὶ ἄλλοισι θυώμασι: καὶ ἔπειτα σφρηγῖδι τὴν ἐφόρεε σημηνάμενος τὸ τρῶμα ἰῆτο, μετὰ δέ, ὥς μιν ὁδοιπορέειν ἐδόκεεν, ἀπικόμενος ἐς τὸν βασιλέα πολλῶν παρεόντων διδοῖ τε ἅμα τὸ ἀγγήιον καὶ λέγει ὧδε ‘ὦ δέσποτα, τόδε μοι μέγα κειμήλιον ἐν τοῖσι οἰκείοισι ἀπεκέατο, τὸ ἐγὼ κάρτα ἐπόθεον νῦν δὲ ἐπεὶ μεγάλην ὁδὸν ἔρχομαι, παρὰ σοὶ τόδε θήσομαι. σὺ δέ μοι ἀσφαλέως ἔχειν τόδε γάρ μοι χρυσοῦ βέλτερον, τόδε μοι ψυχῆς ἐμῆς ἀντάξιον. εὖτ᾽ ἂν δὲ ἀπίκωμαι, σόον αὖτις ἀποίσομαι.’ ὁ δὲ δεξάμενος ἑτέρῃ σφρηγῖδι ἐσημαίνετο καὶ τοῖσι ταμίῃσι φρουρέειν ἐνετείλατο.

  [21] Κομβάβος μέν νυν τὸ ἀπὸ τοῦδε ἀσφαλέα ὁδὸν ἤνυεν ἀπικόμενοι δὲ ἐς τὴν ἱρὴν πόλιν σπουδῇ τὸν νηὸν οἰκοδόμεον καὶ σφίσι τρία ἔτεα ἐν τῷ ἔργῳ ἐξεγένετο, ἐν τοῖσι ἀπέβαινε τάπερ ὁ Κομβάβος ὀρρώδεεν. ἡ Στρατονίκη γὰρ χρόνον ἐπὶ πολλὸν συνόντα μιν ποθέειν ἄρχετο, μετὰ δὲ οἱ καὶ κάρτα ἐπεμήνατο. καὶ λέγουσιν οἱ ἐν τῇ ἱρῇ πόλει τὴν Ἥρην τουτέων αἰτίην ἐθέλουσαν γενέσθαι, Κομβάβον ἐσθλὸν μὲν ἐόντα λαθέειν μηδαμά, Στρατονίκην δὲ τίσασθαι, ὅτι οὐ ῥηιδίως τὸν νηὸν ὑπίσχετο.

  [22] ἡ δὲ τὰ μὲν πρῶτα ἐσωφρόνεεν καὶ τὴν νοῦσον ἔκρυπτεν ὡς δέ οἱ τὸ κακὸν μέζον ἡσυχίης ἐγένετο, ἐς ἐμφανὲς ἐτρύχετο κλαίεσκέν τε δι᾽ ἡμέρης καὶ Κομβάβον ἀνεκαλέετο καὶ οἱ πάντα Κομβάβος ἦν. τέλος δὲ ἀμηχανέουσα τῇ συμφορῇ εὐπρεπέα ἱκεσίην ἐδίζητο. ἄλλῳ μὲν ὦν τὸν ἔρωτα ὁμολογέειν ἐφυλάσσετο, αὐτὴ δὲ ἐπιχειρέειν αἰδέετο.^ ἐπινοέει ὦν τοιάδε, οἴνῳ ἑωυτὴν μεθύσασα ἐς λόγους οἱ ἐλθεῖν. ἅμα δὲ οἴνῳ ἐσιόντι παρρησίη τε ἐσέρχεται καὶ ἡ ἀποτυχίη οὐ κάρτα αἰσχρή, ἀλλὰ τῶν πρησσομένων ἕκαστα ἐς ἀγνοίην ἀναχωρέει. ὡς δέ οἱ ἐδόκεε, καὶ ἐποίεε ταῦτα. καὶ ἐπεὶ ἐκ δείπνου ἐγένοντο, ἀπικομένη ἐς τὰ οἰκεῖα ἐν τοῖσι Κομβάβος αὐλίζετο, λίσσετό τε καὶ γούνων ἅπτετο καὶ τὸν ἔρωτα ὡμολόγεεν. ὁ δὲ τόν τε λόγον ἀπηνέως ἀπεδέκετο καὶ τὸ ἔργον ἀναίνετο καὶ οἱ τὴν μέθην ἐπεκάλεεν. ἀπειλούσης δὲ μέγα τι κακὸν ἑωυτὴν ἐργάσασθαι, δείσας πάντα οἱ λόγον ἔφηνεν καὶ πᾶσαν τὴν ἑωυτοῦ πάθην ἀπηγήσατο καὶ τὸ ἔργον ἐς ἐμφανὲς ἤνεικεν. ἰδοῦσα δὲ ἡ Στρατονίκη τὰ οὔποτε ἔλπετο, μανίης μὲν ἐκείνης ἔσχετο, ἔρωτος δὲ οὐδαμὰ ἐλήθετο, ἀλλὰ πάντα οἱ συνεοῦσα ταύτην παραμυθίην ἐποιέετο ἔρωτος ἀπρήκτοιο. ἔστιν ὁ ἔρως οὗτος ἐν τῇ ἱρῇ πόλει καὶ ἔτι νῦν γίγνεται: γυναῖκες Γάλλων ἐπιθυμέουσι καὶ γυναιξὶ Γάλλοι ἐπιμαίνονται, ζηλοτυπέει δὲ οὐδείς, ἀλλὰ σφίσι τὸ χρῆμα κάρτα ἱρὸν νομίζουσιν.

  [23] τὰ δ᾽ ὦ ν ἐν τῇ ἱρῇ πόλει ἀμφὶ τὴν Στρατονίκην οὐδαμὰ τὸν ‘ βασιλέα λέληθεν, ἀλλὰ πολλοὶ ἀπικνεόμενοι κατηγόρεον καὶ τὰ γιγνόμενα ἀπηγέοντο. ἐπὶ τοῖσι περιαλγέων ἐξ ἀτελέος τοῦ ἔργου Κομβάβον μετεκάλεεν. ἄλλοι δὲ λέγουσι λόγον οὔτι ἀληθέα, τὴν Στρατονίκην, ἐπειδὴ ἀπέτυχε τῶν ἐδέετο, αὐτὴν γράψασαν ἐς τὸν ἄνδρα τοῦ Κομβάβου κατηγορέειν πείρην οἱ ἐπικαλέουσαν, καὶ τὸ Ἕλληνες Σθενεβοίης πέρι λέγουσι καὶ Φαίδρης τῆς Κνωσσίης, ταυτὶ καὶ Ἀσσύριοι ἐς Στρατονίκην μυθολογέουσιν. ἐγὼ μέν νυν οὐδὲ Σθενεβοίην πείθομαι οὐδὲ Φαίδρην τοιάδε ἐπιτελέσαι, εἰ τὸν Ἱππόλυτον ἀτρεκέως ἐπόθεε Φαίδρη. ἀλλὰ τὰ μὲν ἐχέτω ὅκως καὶ ἐγένετο.

  [24] ὡς δὲ ἡ ἀγγελίη ἐς τὴν ἱρὴν: πόλιν ἀπίκετο ἔγνω τε ὁ Κομβάβος τὴν αἰτίην, θαρσέων τε ᾖεν, ὅτι οἱ ἡ ἀπολογίη οἴκοι ἐλείπετο, καί μιν ἐλθόντα ὁ βασιλεὺς αὐτίκα μὲν ἔδησέν τε καὶ ἐν φρουρῇ εἶχεν μετὰ δέ, παρεόντων οἱ τῶν φίλων οἳ καὶ τότε πεμπομένῳ τῷ Κομβάβῳ παρεγένοντο, παραγαγὼν ἐς μέσον κατηγορέειν ἄρχετο καί οἱ μοιχείην τε καὶ ἀκολασίην προὔφερεν κάρτα δὲ δεινοπαθέων πίστιν τε καὶ φιλίην ἀνεκαλέετο, λέγων τρισσὰ Κομβάβον ἀδικέειν μοιχόν τε ἐόντα καὶ ἐς πίστιν ὑβρίσαντα καὶ ἐς θεὸν ἀσεβέοντα, τῆς ἐν τῷ ἔργῳ τοιάδε ἔπρηξεν. πολλοὶ δὲ παρεστεῶτες ἤλεγχον ὅτι ἀναφανδὸν σφέας ἀλλήλοισι συνεόντας εἶδον. πᾶσιν δὲ τέλος ἐδόκεεν αὐτίκα θνήσκειν Κομβάβον θανάτου ἄξια ἐργασμένον.

  [25] ὁ δέ τέως μὲν ἑστήκεεν λέγων οὐδέν ἐπεὶ δὲ ἤδη ἐς τὸν φόνον ἤγετο, φθέγξατό τε καὶ τὸ κειμήλιον αἴτεε,^ λέγων ὡς ἀναιρέει μιν οὐχ ὕβριος οὐδὲ γάμων εἵνεκα, ἀλλὰ ἐκείνων ἐπιθυμέων τὰ οἱ ἀπιὼν παρεθήκατο. πρὸς τάδε ὁ βασιλεὺς καλέσας τὸν ταμίην ἐκέλευεν ἐνεῖκαι τὰ οἱ φρουρέειν ἔδωκεν ὡς δὲ ἤνεικεν, λύσας τὴν σφρηγῖδα ὁ Κομβάβος τά τε ἐνεόντα ἐπέδειξεν καὶ ἑωυτ
ὸν ὁκοῖα ἐπεπόνθεεν, ἔλεξέ τε, ‘ὦ βασιλεῦ, τάδε τοι ἐγὼ ὀρρωδέων, εὖτέ με ταύτην ὁδὸν ἔπεμπες, ἀέκων ᾖον καὶ ἐπεί με ἀναγκαίη μεγάλη ἐκ σέο κατέλαβεν, τοιάδε ἐπετέλεσα, ἐσθλά μὲν ἐς δεσπότεα, ἐμοὶ δὲ οὐκ εὐτυχέα. τοιόσδε μέντοι ἐὼν ἀνδρὸς ἐπ᾽ ἀδικίην ἐγκαλέομαι.’

  [26] ὁ δὲ πρὸς τάδε ἀμβώσας ^ περιέβαλὲν τέ μιν καὶ δακρύων ἅμα ἔλεγεν, ‘ὦ Κομβάβε, τί μέγα κακὸν εἰργάσαο; τί δὲ σεωυτὸν οὕτως ἀεικέλιον ἔργον μοῦνος ἀνδρῶν ^ ἔπρηξας; τὰ οὐ πάμπαν ἐπαινέω. ὦ σχέτλιε, ὃς τοιάδε ἔτλης, οἷα μήτε σὲ παθέειν μήτε ἐμὲ ἰδέσθαι ὤφελεν οὐ γάρ μοι ταύτης ἀπολογίης ἔδεεν. ἀλλ᾽ ἐπεὶ δαίμων τοιάδε ἤθελεν, πρῶτα μέν σοι τίσις ἐξ ἡμέων ἔσσεται, αὐτέων συκοφαντέων ὁ θάνατος, μετὰ δὲ μεγάλη δωρεὴ ἀπίξεται χρυσός τε πολλὸς καὶ ἄργυρος ἄπλετος καὶ ἐσθῆτες Ἀσσύριαι καὶ ἵπποι βασιλήιοι. ἀπίξεαι δὲ παρ᾽ ἡμέας ἄνευ ἐσαγγελέος οὐδέ τις ἀπέρξει σε ἡμετέρης ὄψιος, οὐδ᾽ ἢν γυναικὶ ἅμα εὐνάζωμαι.’ τάδε εἶπέν τε ἅμα καὶ ἐποίεεν: καὶ οἱ μὲν αὐτίκα ἐς φόνον ἤγοντο, τῷ δὲ τὰ δῶρα ἐδέδοτο καὶ ἡ φιλίη μέζων ἐγεγόνεεν. ἐδόκεεν δὲ οὐδεὶς ἔτι Ἀσσυρίων Κομβάβῳ σοφίην καὶ εὐδαιμονίην εἴκελος. μετὰ δὲ αἰτησάμενος ἐκτελέσαι τὰ λείποντα τῷ νηῷ — ἀτελέα γάρ μιν ἀπολελοίπεεν — αὖτις ἐπέμπετο, καὶ τόν τε νηὸν ἐξετέλεσε καὶ τὸ λοιπὸν αὐτοῦ ἔμενεν. ἔδωκεν δέ οἱ βασιλεὺς ἀρετῆς τε καὶ εὐεργεσίης εἵνεκα ἐν τῷ ἱρῷ ἑστάναι χάλκεον καὶ ἔτι ἐς τιμὴν ἐν τῷ ἱρῷ Κομβάβος χάλκεος, Ἑρμοκλέος τοῦ Ῥοδίου ποίημα, μορφὴν μὲν ὁκοίη γυνή, ἐσθῆτα δὲ ἀνδρηίην ἔχει. λέγεται δὲ τῶν φίλων τοὺς μάλιστὰ οἱ εὐνοέοντας ἐς παραμυθίην τοῦ πάθεος κοινωνίην ἑλέσθαι τῆς συμφορῆς: ἔτεμον γὰρ ἑωυτοὺς καὶ δίαιταν τὴν αὐτὴν ἐκείνῳ διαιτέοντο. ἄλλοι δὲ ἱρολογέουσιν ἐπὶ τῷ πρήγματι, λέγοντες ὡς ἡ Ἥρη φιλέουσα Κομβάβον πολλοῖσι τὴν τομὴν ἐπὶ νόον ἔβαλλεν, ὅκως μὴ μοῦνος ἐπὶ τῇ ἀνδρηίῃ

  [27] λυπέοιτο. τὸ δὲ ἔθος τοῦτο ἐπειδὴ ἅπαξ ἐγένετο, ἔτι νῦν μένει: καὶ πολλοὶ ἑκάστου ἔτεος ἐν τῷ ἱρῷ τάμνονται καὶ θηλύνονται, εἴτε Κομβάβον παραμυθεόμενοι εἴτε καὶ Ἥρῃ χαρίζονται: τάμνονται δ᾽ ὦν. ἐσθῆτα δὲ οἵδε οὐκέτι ἀνδρηίην ἔχουσιν, ἀλλὰ εἵματά τε γυναικήια φορέουσιν καὶ ἔργα γυναικῶν ἐπιτελέουσιν. ὡς δὲ ἐγὼ ἤκουον, ἀνακέαται καὶ τουτέων ἐς Κομβάβον ἡ αἰτίη: συνενείχθη γάρ οἱ καὶ τάδε. ξείνη γυνὴ ἐς πανήγυριν ἀπικομένη, ἰδοῦσα καλόν τε ἐόντα καὶ ἐσθῆτα ἔτι ἀνδρηίην ἔχοντα, ἔρωτι μεγάλῳ ἔσχετο, μετὰ δὲ μαθοῦσα ἀτελέα ἐόντα ἑωυτὴν διειργάσατο. ἐπὶ τοῖσι Κομβάβος, ἀθυμέων ὅτι οἱ ἀτυχέως τὰ ἐς Ἀφροδίτην ἔχει, ἐσθῆτα ‘γυναικηίην ἐνεδύσατο, ὅκως μηκέτι ἑτέρη γυνὴ ἴσα ἐξαπατέοιτο. ἥδε αἰτίη Γάλλοισι στολῆς θηλέης. Κομβάβου μέν μοι τοσάδε εἰρήσθω, Γάλλων δὲ αὖτις ἐγὼ λόγῳ ὑστέρῳ μεμνήσομαι, τομῆς τε αὐτέων, ὅκως τάμνονται, καὶ ταφῆς ὁκοίην θάπτονται, καὶ ὅτευ εἵνεκα ἐς τὸ ἱρὸν οὐκ ἐσέρχονται: πρότερον δέ μοι . θυμὸς εἰπεῖν θέσιὸς τε πέρι τοῦ νηοῦ καὶ μεγάθεος, καὶ δῆτα ἐρέω.

  [28] ὁ μὲν χῶρος αὐτός, ἐν τῷ τὸ ἱρὸν ἵδρυται, λόφος ἐστίν, κέαται δὲ κατὰ μέσον μάλιστα τῆς πόλιος, καὶ οἱ τείχεα δοιὰ περικέαται. τῶν δὲ τειχέων τὸ μὲν ἀρχαῖον, τὸ δὲ οὐ πολλὸν ἡμέων πρεσβύτερον. τὰ δὲ προπύλαια τοῦ ἱροῦ ἐς ἄνεμον βορέην ἀποκέκρινται, μέγαθος ὅσον τε ἑκατὸν ὀργυιέων. ἐν τούτοισι τοῖσι προπυλαίοισι καὶ οἱ φαλλοὶ ἑστᾶσι τοὺς Διόνυσος ἐστήσατο, ἡλικίην καὶ οἵδε τριηκοσίων ὀργυιέων. ἐς τουτέων τὸν ἕνα φαλλὸν ἀνὴρ ἑκάστου ἔτεος δὶς ἀνέρχεται οἰκέει τε ἐν ἄκρῳ τῷ φαλλῷ χρόνον ἑπτὰ ἡμερέων. αἰτίη δέ οἱ τῆς ἀνόδου ἥδε λέγεται. οἱ μὲν πολλοὶ νομίζουσιν ὅτι ὑψοῦ τοῖσι θεοῖσιν ὁμιλέει καὶ ἀγαθὰ ξυναπάσῃ Συρίῃ αἰτέει, οἱ δὲ τῶν εὐχωλέων ἀγχόθεν ἐπαΐουσιν. ἄλλοισιν δὲ δοκέει καὶ τάδε Δευκαλίωνος εἵνεκα ποιέεσθαι, ἐκείνης ξυμφορῆς μνήματα, ὁκότε οἱ ἄνθρωποι ἐς τὰ οὔρεα καὶ ἐς τὰ περιμήκεα τῶν δενδρέων ᾖσαν τὸ πολλὸν ὕδωρ ὀρρωδέοντες. ἐμοὶ μέν νυν καὶ τάδε ἀπίθανα. δοκέω γε μὲν Διονύσῳ σφέας καὶ τάδε ποιέειν, συμβάλλομαι δὲ τουτέοισι. φαλλοὺς ὅσοι Διονύσῳ ἐγείρουσι, ἐν τοῖσι φαλλοῖσι καὶ ἄνδρας ξυλίνους κατίζουσιν, ὅτευ μὲν εἵνεκα ἐγὼ οὐκ ἐρέω. δοκέει δ᾽ ὦν μοι, καὶ ὅδε ἐς ἐκείνου μίμησιν τοῦ ξυλίνου ἀνδρὸς ἀνέρχεται.

  [29] ἡ δέ οἱ ἄνοδος τοιήδε: σειρῇ μικρῇ ἑωυτόν τε ἅμα καὶ τὸν φαλλὸν περιβάλλει, μετὰ δὲ ἐπιβαίνει ξύλων προσφυῶν τῷ φαλλῷ ὁκόσον ἐς χώρην ἄκρου ποδός: ἀνιὼν δὲ ἅμα ἀναβάλλει τὴν σειρὴν ἀμφοτέρωθεν ὅκωσπερ ἡνιοχέων. εἰ δέ τις τόδε μὲν οὐκ ὄπωπεν, ὄπωπεν δὲ φοινικοβατέοντας ἢ ἐν Ἀραβίῃ ἢ ἐν Αἰγύπτῳ ἢ ἄλλοθί κου, οἶδε τὸ λέγω. Ἐπεὰν δὲ ἐς τέλος ἵκηται τῆς ὁδοῦ, σειρὴν ἑτέρην ἀφεὶς τὴν αὐτὸς ἔχει, μακρὴν ταύτην, ἀνέλκει τῶν οἱ θυμός, ξύλα καὶ εἵματα καὶ σκεύεα, ἀπὸ τῶν ἕδρην συνδέων ὁκοίην καλιὴν ἱζάνει, μίμνει τε χρόνον τῶν εἶπον ἡμερέων. πολλοὶ δὲ ἀπικνεόμενοι χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ χαλκόν, τὰ νομίζουσιν, ἐς ἐχῖνον ^ πρόσθε κείμενον κατιᾶσιν, λέγοντες τὰ οὐνόματα ἕκαστος. παρεστεὼς δὲ ἄλλος ἄνω ἀγγέλλει: ὁ δὲ δεξάμενος τοὔν�
�μα εὐχωλὴν ἐς ἕκαστον ποιέεται, ἅμα δὲ εὐχόμενος κροτέει ποίημα χάλκεον, τὸ ἀείδει μέγα καὶ τρηχὺ κινεόμενον. εὕδει δὲ οὐδαμά: ἢν γάρ μιν ὕπνος ἕλῃ ποτέ, σκορπίος ἀνιὼν ἀνεγείρει τε καὶ ἀεικέα ἐργάζεται, καὶ οἱ ἥδε ἡ ζημίη τοῦ ὕπνου ἐπικέαται. τὰ μὲν ὦν ἐς τὸν σκορπίον μυθέονται ἱρά τε καὶ θεοπρεπέα: εἰ δὲ ἀτρεκέα ἐστίν, οὐκ ἔχω ἐρέειν. δοκέει δέ μοι, μέγα ἐς ἀγρυπνίην συμβάλλεται καὶ τῆς πτώσιος ἡ ὀρρωδίη. Φαλλοβατέων μὲν δὴ πέρι τοσάδε ἀρκέει. ὁ

 

‹ Prev