Book Read Free

Complete Works of Achilles Tatius

Page 24

by Achilles Tatius


  Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. Οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. Καὶ ἦν ἐξ ἀκοῆς ἐραστής: τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί. [2] Προσελθὼν οὖν τῷ Σωστράτῳ πρὶν τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν, ᾐτεῖτο τὴν κόρην: ὁ δὲ βδελυττόμενος αὐτοῦ τοῦ βίου τὴν ἀκολασίαν ἠρνήσατο. Θυμὸς ἴσχει τὸν Καλλισθένην καὶ ἠτιμάσθαι νομίσαντα ὑπὸ τοῦ Σωστράτου καὶ ἀδόλως ἐρῶντα: ἀναπλάττων γὰρ ἑαυτῷ τῆς παιδὸς τὸ κάλλος καὶ φανταζόμενος τὰ ἀόρατα ἔλαθε σφόδρα κακῶς διακείμενος. [3] Ἐπιβουλεύει δὴ καὶ τὸν Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν ἐπιθυμίαν τελέσαι: νόμου γὰρ ὄντος Βυζαντίοις, εἴ τις ἁρπάσας παρθένον φθάσειεν ποιήσας γυναῖκα, γάμον ἔχειν ζημίαν, προσεῖχε τούτῳ τῷ νόμῳ. Καὶ ὁ μὲν ἐζήτει καιρὸν πρὸς τὸ ἔργον.

  Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο: καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. Χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ̓ ἠπείροιο φέρουσα. ἔνθ̓ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ. [2] Ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος ‘τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος.’ ‘ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον’ εἶπεν ‘Ἡρακλεῖ: τὰ γὰρ τοῦ χρησμοῦ ἐστι πάντ̓ ἐνταῦθα. Φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων ἡ νῆσος, ὁ δὲ φοίνιξ φυτόν. Ἐρίζει δὲ περὶ ταύτης γῆ καὶ θάλασσα, καὶ ἕλκει μὲν ἡ θάλασσα, [3] ἕλκει δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε. Καὶ γὰρ ἐν θαλάσσῃ κάθηται καὶ οὐκ ἀφῆκε τὴν γῆν: συνδεῖ γὰρ αὐτὴν πρὸς τὴν ἤπειρον στενὸς αὐχήν, [4] καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος. Οὐκ ἐρρίζωται δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν, ὑπόκειται δὲ πορθμὸς τῷ ἰσθμῷ: καὶ γίνεται τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ. Ἀθηνᾶν δὲ Ἥφαιστος ἔχει: εἰς τὴν ἐλαίαν ᾐνίξατο καὶ τὸ πῦρ, ἃ παῤ ἡμῖν ἀλλήλοις συνοικεῖ. [5] Τὸ δὲ χωρίον ἱερὸν ἐν περιβόλῳ: ἐλαία μὲν ἀναθάλλει φαιδροῖς τοῖς κλάδοις, πεφύτευται δὲ σὺν αὐτῇ τὸ πῦρ καὶ ἀνάπτει περὶ τοὺς πτόρθους πολλὴν τὴν φλόγα: ἡ δὲ τοῦ πυρὸς αἰθάλη τὸ φυτὸν γεωργεῖ. [6] Αὕτη πυρὸς φιλία καὶ φυτοῦ: οὕτως οὐ φεύγει τὸν Ἥφαιστον Ἀθηνᾶ.’ Καὶ ὁ Χαιρεφῶν συστράτηγος ὢν τοῦ Σωστράτου μείζων, ἐπεὶ πατρόθεν ἦν Βυζάντιος, ἐκθειάζων αὐτὸν ‘πάντα μὲν τὸν χρησμὸν’ εἶπεν ‘ἐξηγήσω καλῶς: μὴ μέντοι θαύμαζε τὴν τοῦ πυρὸς μόνον, ἀλλὰ καὶ τὴν τοῦ ὕδατος φύσιν. [7] Ἐθεασάμην γὰρ ἐγὼ τοιαῦτα μυστήρια. Τὸ γοῦν Σικελικῆς πηγῆς ὕδωρ κεκερασμένον ἔχει πῦρ: καὶ φλόγα μὲν ὄψει κάτωθεν ἀπ̓ αὐτῆς ἁλλομένην ἄνω: θιγόντι δέ σοι τὸ ὕδωρ ψυχρόν ἐστιν οἷόνπερ χιών, καὶ οὔτε τὸ πῦρ ὑπὸ τοῦ ὕδατος κατασβέννυται οὔτε τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς φλέγεται, ἀλλ̓ ὕδατός εἰσιν ἐν τῇ κρήνῃ καὶ πυρὸς σπονδαί. [8] Ἐπεὶ καὶ ποταμὸς Ἰβηρικός, εἰ μὲν ἴδοις αὐτὸν εὐθύς, οὐδενὸς ἄλλου κρείττων ἐστὶ ποταμοῦ: ἢν δὲ ἀκοῦσαι θέλῃς τοῦ ὕδατος λαλοῦντος, μικρὸν ἀνάμεινον ἐκπετάσας τὰ ὦτα. Ἐὰν γὰρ ὀλίγος ἄνεμος εἰς τὰς δίνας ἐμπέσῃ, τὸ μὲν ὕδωρ ὡς χορδὴ κρούεται, τὸ δὲ πνεῦμα τοῦ ὕδατος πλῆκτρον γίνεται, [9] τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ. Ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. Ὁ δὲ πλοῦτος αὐτῇ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύι δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. Κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ πεφαρμαγμένον, ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα. [10] Ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν ἄγκιστρον γίνεται, ἀγρεύει γὰρ αὐτόν: ἡ δὲ πίσσα δέλεαρ γίνεται τῆς ἄγρας: ὅ τι γὰρ ἂν εἰς αὐτὴν ἐμπέσῃ τῆς τοῦ χρυσοῦ γονῆς, τὸ μὲν προσήψατο μόνον, ἡ πίσσα δὲ εἰς τὴν ἤπειρον ἥρπασε τὴν ἄγραν. Οὕτως ἐκ ποταμοῦ Λιβυκοῦ χρυσὸς ἁλιεύεται.’

  Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. Ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἶς γενέσθαι: καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν: αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν: [2] καὶ γὰρ ἦν πολυτελής. Πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, πολλὴ δὲ ἡ τῶν ἀνθέων συμπλοκή. Τὰ θυμιάματα κασία καὶ λιβανωτὸς καὶ κρόκος: τὰ ἄνθη νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι: ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν: τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυ, καὶ ἦν ἄνεμος ἡδονῆς. [3] Τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. Βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χρόαν εὐτυχεῖ: τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν α�
��χένα παχύς, τὸ νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ̓ ὡς ὁ Κύπριος δυσειδής, ἀλλ̓ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί: καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών: ἡ χρόα δὲ οἵαν Ὅμηρος ἐν τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ. [4] Βαδίζει δὲ ταῦρος ὑψαυχενῶν καὶ ὥσπερ ἐπιδεικνύμενος ὅτι τῶν ἄλλων βοῶν ἐστι βασιλεύς. Εἰ δὲ ὁ μῦθος Εὐρώπης ἀληθής, Αἰγύπτιον βοῦν ὁ Ζεὺς ἐμιμήσατο.

  Ἔτυχεν οὖν ἡ μὲν ἐμὴ μήτηρ τότε μαλακῶς ἔχουσα: σκηψαμένη δὲ καὶ ἡ Λευκίππη νοσεῖν, ἔνδον ὑπέμεινε (συνέκειτο γὰρ ἡμῖν ἐς ταὐτὸν ἐλθεῖν, ὡς ἄν τῶν πολλῶν ἐξιόντων), ὥστε συνέβη τὴν ἀδελφὴν τὴν ἐμὴν μετὰ τῆς Λευκίππης μητρὸς προελθεῖν. [2] Ὁ δὲ Καλλισθένης τὴν μὲν Λευκίππην οὐχ ἑωρακώς ποτε, τὴν δὲ Καλλιγόνην ἰδὼν τὴν ἐμὴν ἐμὴν ἀδελφήν, νομίσας Λευκίππην εἶναι (ἐγνώρισε γὰρ τοῦ Σωστράτου τὴν γυναῖκα), πυθόμενος οὐδὲν (ἦν γὰρ ἑαλωκὼς ἐκ τῆς θέας) δείκνυσιν ἑνὶ τῶν οἰκετῶν τὴν κόρην, ὃς ἦν αὐτῷ πιστότατος, καὶ κελεύει λῃστὰς ἐπ̓ αὐτὴν συγκροτῆσαι, καταλέξας τὸν τρόπον τῆς ἁρπαγῆς. Πανήγυρις δὲ ἐπέκειτο, καθ̓ ἣν ἠκηκόει πάσας τὰς παρθένους ἀπαντᾶν ἐπὶ θάλατταν.

  Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθε: ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. Οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς ἂν δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν. [2] Ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορίζεται λέμβον, δίδωσι δὲ τῷ Ζήνωνι: τοῦτο γὰρ ἦν ὄνομα τῷ οἰκέτῃ ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει. [3] Ὁ δὲ (ἦν γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πρακτικὸς) ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. Ἔστι δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον τῆς Τύρου ‘Ῥοδώπιδος αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν:’ ἔνθα ὁ λέμβος ἐφήδρευε.

  Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων: καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ, ὡς θυσόμενοι τῷ θεῷ. Τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν: ἀλλ̓ ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο. [2] Ἄρτι δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο, [3] ἐφάνησαν ἐν αὐτῷ νεανίσκοι δέκα. Ὀκτὼ δὲ ἑτέρους ἐπὶ τῆς γῆς ἔτυχε προλοχίσας, οἳ γυναικείας μὲν εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψίλωντο τὰς τρίχας, ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν: ἡμεῖς δὲ ᾠόμεθα γυναῖκας εἶναι. [4] Ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει, [5] ἐπεμβάντες εὐθὺς ὄρνιθος δίκην ἀφίπτανται. Ἡμῶν δὲ οἱ μὲν ἔφευγον οὐδὲν οὔτ̓ εἰδότες οὔτε ἑωρακότες, οἱ δὲ ἅμα τε εἶδον καὶ ἐβόων ‘λῃσταὶ Καλλιγόνην ἄγουσι:’ τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. Ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν ὁ Καλλισθένης τὸ σημεῖον ἰδὼν ὑπηντίασεν ἐπιπλεύσας καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς πελάγιος. [6] Ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων μοι τῶν γάμων παραδόξως, ἠχθόμην δ̓ ὅμως ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ.

  Ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην διελεγόμην ‘μέχρι τίνος ἐπὶ τῶν φιλημάτων ἱστάμεθα, φιλτάτη; προσθῶμεν ἤδη τι καὶ ἐρωτικώτερον. Φέρε ἀνάγκην ἀλλήλοις ἐπιθῶμεν πίστεως. Ἂν γὰρ ἡμᾶς Ἀφροδίτη μυσταγωγήσῃ, οὐ μή τις ἄλλος [2] κρείττων γένηται τῆς θεοῦ.’ Ταῦτα πολλάκις κατεπᾴδων ἐπεπείκειν τὴν κόρην ὑποδέξασθαί με νυκτὸς τῷ θαλάμῳ, τῆς Κλειοῦς συνεργούσης, ἥτις ἦν αὐτῇ θαλαμηπόλος. Εἶχε δὲ ὁ θάλαμος αὐτῆς οὕτως. [3] Χωρίον ἦν μέγα τέτταρα οἰκήματα ἔχον, δύο μὲν ἐπὶ δεξιά, δύο δ̓ ἐπὶ θἄτερα: μέσος δὲ διεῖργε στενωπὸς τὰ οἰκήματα: θύρα δὲ ἐν ἀρχῇ τοῦ στενωποῦ μία ἐπέκειτο. [4] Ταύτην εἶχον τὴν καταγωγὴν αἱ γυναῖκες: καὶ τὰ μὲν ἐνδοτέρω τῶν οἰκημάτων ἥ τε παρθένος καὶ ἡ μήτηρ αὐτῆς διειλήχεσαν, ἑκάτερα τὰ ἀντικρύ, τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον τὸ μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν παρθένον, τὸ δὲ ταμιεῖον ἦν. [5] Κατακοιμίζουσα δὲ ἀεὶ τὴν Λευκίππην ἡ μήτηρ ἔκλειεν ἔνδοθεν τὴν ἐπὶ τοῦ στενωποῦ θύραν: ἔξωθεν δέ τις ἕτερος ἐπέκλειε καὶ τὰς κλεῖς ἔβαλλε διὰ τῆς ὀπῆς: ἡ δὲ λαβοῦσα ἐφύλαττε καὶ περὶ τὴν ἕω καλέσασα τὸν εἰς τοῦτο ἐπιτεταγμένον διέβαλλε πάλιν τὰς κλεῖς, ὅπως ἀνοίξειε. [6] Ταύταις οὖν ἴσας μηχανησάμενος ὁ Σάτυρος γενέσθαι, τὴν ἄνοιξιν πειρᾶται καὶ ὡς εὗρε δυνατήν, τὴν Κλειὼ ἐπεπείκε
ι τῆς κόρης συνειδυίας μηδὲν ἀντιπρᾶξαι τῇ τέχνῃ. Ταῦτα ἦν τὰ συγκείμενα.

  Ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ. Οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα ἡμῖν: μάλιστα δ̓, ὅπερ ἦν, ὑποπτεύσας μή τι νύκτωρ ἡμῖν πραχθῇ, διενυκτέρευε μέχρι πόρρω τῆς ἑσπέρας, ἀναπετάσας τοῦ δωματίου τὰς θύρας, [2] ὥστε ἔργον ἦν αὐτὸν λαθεῖν. Ὁ οὖν Σάτυρος βουλόμενος αὐτὸν εἰς φιλίαν ἀγαγεῖν, προσέπαιζε πολλάκις καὶ κώνωπα ἐκάλει καὶ ἔσκωπτε τοὔνομα σὺν γέλωτι. Καὶ οὗτος εἰδὼς τοῦ Σατύρου τὴν τέχνην προσεποιεῖτο μὲν ἀντιπαίζειν καὶ αὐτός, ἐνετίθει δὲ τῇ παιδιᾷ τῆς γνώμης τὸ ἄσπονδον. [3] Λέγει δὴ πρὸς αὐτὸν ‘ἐπειδὴ καταμωκᾷ μου καὶ τοὔνομα, φέρε σοι μῦθον ἀπὸ κώνωπος εἴπω.’

 

‹ Prev