Complete Works of Achilles Tatius
Page 25
‘ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. ‘Ὁ δὲ τοιοῦτος’ ἔφασκε ‘τὸν ἀλεκτρυόνα φοβοῦμαι.’ [2] Καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη ‘τί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.’ Ἔκλαεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. [3] Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντα ‘τί πάσχεις;’ ἔφη, ‘καὶ τί [4] δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;’ Καὶ ὁ ἐλέφας κατὰ τύχην παραπτάντος αὐτὸν κώνωπος ‘ὁρᾷς’ ἔφη ‘τουτὶ τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ με τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.’ Καὶ ὁ λέων ‘τί οὖν’ ἔφη ‘ἔτι ἀποθνήσκειν με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;’ Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.
‘
[5] συνεὶς οὖν ὁ Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν λόγων, ἠρέμα μειδιῶν ‘ἄκουσον κἀμοῦ τινα λόγον’ εἶπεν ‘ἀπὸ κώνωπος καὶ λέοντος, ὃν ἀκήκοά τινος τῶν φιλοσόφων: χαρίζομαι δέ σοι τοῦ μύθου τὸν ἐλέφαντα.
‘
‘λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν λέοντα ‘εἶτα κἀμοῦ βασιλεύειν νομίζεις ὡς τῶν ἄλλων θηρίων; ἀλλ̓ οὔτ̓ ἐμοῦ καλλίων οὔτε ἀλκιμώτερος ἔφυς οὔτε μείζων. Ἐπεὶ τίς σοι πρῶτόν ἐστιν ἀλκή; [2] ἀμύσσεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι. Ταῦτα γὰρ οὐ ποιεῖ μαχομένη γυνή; ποῖον δὲ μέγεθος ἢ κάλλος σε κοσμεῖ; στέρνον πλατύ, ὦμοι παχεῖς καὶ πολλὴ περὶ τὸν αὐχένα κόμη. Τὴν κατόπιν οὖν αἰσχύνην οὐχ ὁρᾷς; Ἐμοὶ δὲ μέγεθος μὲν ὁ ἀὴρ ὅλος, ὅσον μου καταλαμβάνει τὸ πτερόν, κάλλος δὲ αἱ τῶν λειμώνων κόμαι: αἱ μὲν γάρ εἰσιν ὥσπερ ἐσθῆτες, [3] ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι. Τὴν δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ καταλέγειν: ὄργανον γὰρ ὅλος εἰμὶ πολέμου. Μετὰ μὲν σάλπιγγος καὶ βέλους παρατάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος τὸ στόμα, ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης: ἐμαυτοῦ δὲ οἰστὸς καὶ τόξον γίνομαι: τοξεύει γάρ με διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ τὸ τραῦμα, ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα ζητεῖ: ἐγὼ δὲ παρὼν οὐ πάρειμι, ὁμοῦ δὲ καὶ φεύγω καὶ μένω καὶ περιιππεύω τὸν ἄνθρωπον τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν ὀρχούμενον. [4] Ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης.’ Καὶ ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν προσώπων, περιιπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν. Ὁ δὲ λέων ἠγρίαινέ τε καὶ μετεστρέφετο πάντη καὶ τὸν ἀέρα περιέχασκεν, ὁ δὲ κώνωψ ταύτῃ πλέον τὴν ὀργὴν ἐτίθετο παιδιὰν καὶ ἐπ̓ αὐτοῖς ἐτίτρωσκε τοῖς χείλεσιν. [5] Καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν. [6] Οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. Ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ: ὁ δὲ κώνωψ περιιπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος ἐπινίκιον. [7] Μακρότερον δὲ ποιούμενος τῆς πτήσεως τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνου λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὸν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών. Ὡς δ̓ οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν εἶπεν ‘ὢ τῆς ἀνοίας: προὐκαλούμην γὰρ ἐγὼ λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνου χιτών.’
‘
ταῦτα εἰπὼν ‘ὥρα τοίνυν’ ἔφη ‘καὶ σοὶ τοὺς ἀράχνας φοβεῖσθαι,’ καὶ ἅμα ἐγέλασε.
καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ̓ ἑστίασιν αὐτὸν ἐκάλεσεν. Ὁ δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον: ὡς δὲ ἡ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται. [2] Ἐπεὶ δὲ ἧκε πρὸς τὸν Σάτυρον εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος ὁ Σάτυρος αὐτῷ: καὶ ὁ μὲν ἔπιε καὶ μικρὸν διαλιπών, ὅσον εἰς τὸ δωμάτιον αὑτοῦ φθάσαι, καταπεσὼν ἔκειτο, τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου. [3] Ὁ δὲ Σάτυρος εἰστρέχει πρός με καὶ λέγει ‘κεῖταί σοι καθεύδων ὁ Κύκλωψ: σὺ δὲ ὅπως Ὀδυσσεὺς ἀγαθὸς γένῃ.’ Καὶ ἅμα ἔλεγε καὶ ἥκομεν ἐπὶ τὰς θύρας τῆς ἐρωμένης, καὶ ὁ μὲν ὑπελείπετο, ἐγὼ δὲ εἰσῄειν, ὑποδεχομένης με τῆς Κλειοῦς ἀψοφητί, τρέμων τρόμον διπλοῦν, χαρᾶς ἅμα καὶ φόβου. [4] Ὁ μὲν γὰρ τοῦ κινδύνου φόβος ἐθορύβει τὰς τῆς ψυχῆς ἐλπίδας, ἡ δὲ ἐλπὶς τοῦ τυχεῖν ἐπεκάλυπτεν ἡδονῇ τὸν φόβον: οὕτω καὶ τὸ ἐλπίζον ἐφοβεῖτό μου καὶ ἔχαιρε τὸ λυπούμενον. Ἄρτι δέ μου παρελθόντος εἴσω τοῦ θαλάμου τῆς παιδός, γίνεταί τι τοιοῦτο περὶ τὴν τῆς κόρης μητέρα: ἔτυχε γὰρ ὄνειρος αὐτὴν ταράξας. [5] Ἐδόκει τινὰ λῃστὴν μάχαιραν ἔχοντα γυμνὴν ἄγειν ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον ὑπτί�
�ν, μέσην ἀνατέμνειν τῇ μαχαίρᾳ τὴν γαστέρα κάτωθεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. Ταραχθεῖσα οὖν ὑπὸ δείματος ὡς εἶχεν ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς θυγατρὸς θάλαμον τρέχει (ἐγγὺς γὰρ ἦν) ἄρτι μου κατακλιθέντος. [6] Ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας ἀνοιγομένων τῶν θυρῶν εὐθὺς ἀνεπήδησα, ἡ δὲ ἐπὶ τὴν κλίνην παρῆν. Συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ ὁ Σάτυρος ὑποδέχεται τρέμοντα καὶ τεταραγμένον: εἶτα ἐφεύγομεν διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν.
Ἡ δὲ πρῶτον μὲν ὑπὸ ἰλίγγου κατέπεσεν, εἶτα ἀνενεγκοῦσα τὴν Κλειὼ κατὰ κόρρης ὡς εἶχε ῥαπίζει, καὶ ἐπιλαβομένη τῶν τριχῶν ἅμα πρὸς τὴν θυγατέρα ἀνῴμωξεν ‘ἀπώλεσάς μου’ λέγουσα ‘Λευκίππη, [2] τὰς ἐλπίδας. Οἴμοι, Σώστρατε. Σὺ μὲν ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν Τύρῳ δὲ καταπεπολέμησαι, καὶ τῆς θυγατρός σού τις τοὺς γάμους σεσύληκεν. Οἴμοι δειλαία, τοιούτους σου γάμους ὄψεσθαι οὐ προσεδόκων. [3] Ὄφελον ἔμεινας ἐν Βυζαντίῳ, ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν ὕβριν, ὄφελόν σε κἂν Θρᾲξ νικήσας ὕβρισεν: οὐκ εἶχεν ἡ συμφορὰ διὰ τὴν ἀνάγκην ὄνειδος: νῦν δέ, [4] κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς. Ἐπλάνα δέ με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον ὄνειρον οὐκ ἐθεασάμην: νῦν δ̓ ἀθλιώτερον ἀνετμήθης τὴν γαστέρα: αὕτη δυστυχεστέρα τῆς μαχαίρας τομή, οὐδὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐδὲ οἶδά μου τῆς συμφορᾶς τὴν τύχην. Οἴμοι τῶν κακῶν. Μὴ καὶ δοῦλος ἦν;’
Ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει ‘μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν: οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων ἄξιον, οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων εἴτε ἥρως εἴτε λῃστής. [2] Ἐκείμην δὲ πεφοβημένη, μηδ̓ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη: φόβος γὰρ γλώττης ἐστὶ δεσμός. Ἓν οἶδα μόνον, οὐδείς [3] μου τὴν παρθενίαν κατῄσχυνε.’ Καταπεσοῦσα οὖν ἡ Πάνθεια πάλιν ἔστενεν, ἡμεῖς δὲ ἐσκοποῦμεν καθ̓ ἑαυτοὺς γενόμενοι τί ποιητέον εἴη, καὶ ἐδόκει κράτιστον εἶναι φεύγειν, πρὶν ἕως γένηται καὶ τὸ πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ.
Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. Ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. Καὶ ὁ Κλεινίας (ἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχε) διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος. [2] Καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ θέουσαν: ἦν γὰρ δρασμὸν βεβουλευμένη. Ἅμα τε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν̓ καὶ τῆς Κλειοῦς ἡμεῖς ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ Κλειὼ τί ποιεῖν μέλλομεν. [3] Παρελθόντες οὖν εἴσω τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ ὅτι φεύγειν διεγνώκαμεν. Λέγει ἡ Κλειὼ ‘κἀγὼ σὺν ὑμῖν: ἢν γὰρ περιμείνω τὴν ἕω, θάνατός μοι πρόκειται τῶν βασάνων γλυκύτερος.’
Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει ‘δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν. [2] Οὔτε γὰρ νῦν οἶδε τῆς κόρης ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅ τε καταμηνύσων οὐκ ἔσται τῆς Κλειοῦς ἐκ μέσου γενομένης: τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν πείσετε.’ Ἔλεγε δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας. [3] Ταῦτα ἔδοξε: καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παραδίδωσι, κελεύσας ἐμβάλλεσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων, καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καὶ εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν: εἰ δὲ μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ. Κοιμηθέντες οὖν ὀλίγον τῆς νυκτὸς ὅσον τὸ λοιπὸν περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν.
Ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευσεν. Ὡς δ̓ ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καὶ ‘οὐκ ἐρεῖς’ ἔφη ‘τὴν συσκευὴν τοῦ δράματος; ἰδοὺ [2] καὶ ἡ Κλειὼ πέφευγεν.’ Ἡ δὲ ἔτι μᾶλλον ἐθάρρησε καὶ λέγει ‘τί πλέον εἴπω σοι, τίνα δ̓ ἄλλην προσαγάγω πίστιν τῆς ἀληθείας μείζονα; Εἰ παρθενίας ἐστί τις δοκιμασία, [3] δοκίμασον.’ ‘Ἔτι καὶ τοῦτο’ ἔφη ἡ Πάνθεια ‘λείπεται, ἵνα καὶ μετὰ μαρτύρων δυστυχῶμεν.’ Ταῦτα ἅμα λέγουσα, ἐπήδησεν ἔξω.
Ἡ δὲ Λευκίππη καθ̓ ἑαυτὴν γενομένη καὶ τῶν τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν. Ἤχθετο, ᾐσχύνετο, ὠργίζετο: ἤχθετο μὲν πεφωραμένη, ᾐσχύνετο δὲ ὀνειδιζομένη, ὠργίζετο δὲ ἀπιστουμένη. Αἰδὼς δὲ καὶ λύπη καὶ ὀργὴ τρία τῆς ψυχῆς κύματα. [2] Ἡ μὲν γὰρ αἰδὼς διὰ τῶν ὀμμάτων εἰσρέουσα τὴν τῶν ὀφθαλμῶν ἐλευθερίαν καθαιρεῖ: ἡ δὲ λύπη περὶ τὰ στέρνα διανεμομένη κατατήκει τῆς ψυχῆς τὸ ζωπυροῦν: ἡ δὲ ὀργὴ περιυλακτοῦσα τὴν καρδίαν ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανίας ἀφρῷ. [3] Λόγος δὲ τούτων ἁπάντων πατήρ, καὶ ἔοικεν ἐπὶ σκοπῷ τόξον βάλλειν καὶ ἐπιτυγχάνειν καὶ ἐπὶ τὴν ψυχὴν πέμπειν τὰ βλήματα καὶ ποικίλα τοξεύματα. Τὸ μέν ἐστιν αὐτῷ λοιδ
ορίας βέλος, καὶ γίνεται τὸ ἕλκος ὀργή: τὸ δέ ἐστιν ἔλεγχος ἀτυχημάτων: ἐκ τούτου τοῦ βέλους λύπη γίνεται: τὸ δὲ ὄνειδος ἁμαρτημάτων, [4] καὶ καλοῦσιν αἰδῶ τὸ τραῦμα. Ἴδιον δὲ τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα. Ἓν δὲ τούτων ἁπάντων φάρμακον, ἀμύνεσθαι τὸν βάλλοντα τοῖς αὐτοῖς βλήμασι: λόγος γὰρ γλώσσης βέλος ἄλλης γλώσσης βέλει θεραπεύεται: καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον. [5] Ἂν δέ τις ἀνάγκῃ τοῦ κρείττονος σιγάσῃ τὴν ἄμυναν, ἀλγεινότερα γίνεται τὰ ἕλκη τῇ σιωπῇ: αἱ γὰρ ὠδῖνες τῶν ἐκ τοῦ λόγου κυμάτων οὐκ ἀποπτύσασαι τὸν ἀφρὸν οἰδοῦσι περὶ ἑαυτὰς πεφυσημέναι.
Ἐν τούτῳ δὲ ἔτυχον πέμψας τὸν Σάτυρον πρὸς τὴν κόρην ἀποπειρασόμενον τῆς φυγῆς. Ἡ δὲ πρὶν ἀκοῦσαι πρὸς τὸν Σάτυρον ‘δέομαι’ ἔφη ‘πρὸς θεῶν ξένων καὶ ἐγχωρίων, ἐξαρπάσατέ με τῶν τῆς μητρὸς ὀφθαλμῶν, ὅπη βούλεσθε: [2] εἰ δέ με ἀπελθόντες καταλίποιτε, βρόχον πλεξαμένη τὴν ψυχήν μου οὕτως ἀφήσω.’ Ἐγὼ δὲ ὡς ταῦτα ἤκουσα, τὸ πολὺ τῆς φροντίδος ἀπερριψάμην. Δύο δὲ ἡμέρας διαλιπόντες, ὅτε καὶ ἀποδημῶν ἔτυχεν ὁ πατήρ, παρεσκευαζόμεθα πρὸς τὴν φυγήν.