Complete Works of Achilles Tatius
Page 29
Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα, οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν: ὁ δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα. [2] Περὶ δὲ πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας καθεύδοντας πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ. [3] Ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω τὸ ξίφος ‘Λευκίππη’ λέγων ‘ἀθλία καὶ πάντων ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύρομαί σου μόνον, οὐδ̓ ὅτι τέθνηκας ἐπὶ ξένης, οὐδ̓ ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ̓ ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια, ἀλλ̓ ὅτι καθάρσιον γέγονας ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ̓ ὅτι σου τῆς γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι βωμῷ καὶ σορῷ. [4] Καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; Εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά: νῦν δὲ ἡ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. Ὢ πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας: ὦ τροφῶν καινὰ μυστήρια. [5] Καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνίσσαν; Λάβε οὖν, Λευκίππη, τὰς πρεπούσας σοι παῤ ἐμοῦ χοάς.’
Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω, ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς, καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας (σεληναία δὲ ἦν) σπουδῇ θέοντας. Ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ̓ αὐτῶν ἀποθάνοιμι. [2] Ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν ἄμφω: Μενέλαος δὲ ἦν καὶ ὁ Σάτυρος. Ἐγὼ δὲ ἄνδρας ἰδὼν ἐκ παραλόγου ζῶντας φίλους οὔτε περιεπτυξάμην, οὔτ̓ ἐξεπλάγην ὑφ̓ ἡδονῆς: τοσοῦτον ἡ λύπη με τῆς συμφορᾶς ἐξεκώφωσε. [3] Λαμβάνονται δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ ξίφος: ἐγὼ δὲ ‘πρὸς θεῶν’ ἔφην ‘μή μοι φθονήσητε θανάτου καλοῦ, μᾶλλον δὲ φαρμάκου τῶν κακῶν: οὐδὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε, [4] Λευκίππης οὕτως ἀνῃρημένης. Τοῦτο μὲν γὰρ ἀφαιρήσεσθέ μου τὸ ξίφος, τὸ δὲ τῆς ἐμῆς λύπης ξίφος ἔνδον καταπέπηγε καὶ τέμνει κατ̓ ὀλίγον. Ἀθανάτῳ σφαγῇ ἀποθνήσκειν με βούλεσθε;’ Λέγει οὖν ὁ Μενέλαος ‘ἀλλ̓ εἰ διὰ τοῦτο θέλεις ἀποθανεῖν, ὥρα σοι τὸ ξίφος ἐπισχεῖν: Λευκίππη δέ σοι νῦν ἀναβιώσεται.’ [5] Βλέψας οὖν πρὸς αὐτὸν ‘ἔτι μου καταγελᾷς’ ἔφην ‘ἐπὶ τηλικούτῳ κακῷ; εὖ γε, Μενέλαε, Ξενίου μέμνησαι Διός.’ Ὁ δὲ δρούσας τὴν σορὸν ‘ἐπεὶ τοίνυν ἀπιστεῖ Κλειτοφῶν’ ἔφη, ‘σύ μοι, Λευκίππη, [6] μαρτύρησον, εἰ ζῇς.’ Ἅμα δὲ εἶπε καὶ δίς που καὶ τρὶς ἐπάταξε τὴν σορόν, καὶ κάτωθεν ἀκούω φωνῆς πάνυ λεπτῆς. Τρόμος οὖν εὐθὺς ἴσχει με καὶ πρὸς τὸν Μενέλαον ἀπέβλεπον, μάγον εἶναι δοκῶν. [7] Ὁ δὲ ἀνέῳγεν ἅμα τὴν σορὸν καὶ ἡ Λευκίππη κάτωθεν ἀνέβαινε, φοβερὸν θέαμα, ὦ θεοί, καὶ φρικωδέστατον. Ἀνέῳκτο μὲν ἡ γαστὴρ αὐτῆς πᾶσα καὶ ἦν ἐντέρων κενή: ἐπιπεσοῦσα δέ μοι περιπλέκεται καὶ συνέφυμεν καὶ ἄμφω κατεπέσομεν.
Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν: Μενέλαον ‘οὐκ ἐρεῖς μοι τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; ἃ οὖν χθὲς ἐθεασάμην τίνα ἦν; ἢ γὰρ ἐκεῖνά ἐστιν ἢ ταῦτα ἐνύπνια. [2] Ἀλλ̓ ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ.’ ‘Ἀλλὰ νῦν’ ὁ Μενέλαος ἔφη ‘καὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ στέρνα συμφύσεται καὶ ἄτρωτον ὄψει. Ἀλλ̓ ἐπικάλυψαί σου τὸ πρόσωπον: καλῶ γὰρ τὴν Ἑκάτην ἐπὶ τὸ ἔργον.’ Ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην. [3] Ὁ δὲ ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν: καὶ ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ ἀρχαῖον, [4] λέγει τέ μοι ‘ἀποκάλυψαι.’ Κἀγὼ μόλις μὲν καὶ φοβούμενος (ἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην παρεῖναι), ὅμως δ̓ οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς χεῖρας καὶ ὁλόκληρον τὴν Λευκίππην ὁρῶ. [5] Ἔτι μᾶλλον οὖν ἐκπλαγεὶς ἐδεόμην τοῦ Μενελάου λέγων ‘ὦ φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί σου, ποῦ γῆς εἰμι καὶ τίνα ποτὲ ταῦτα ὁρῶ;’ Καὶ ἡ Λευκίππη ‘καῦσαι’ ἔφη ‘Μενέλαε, δεδιττόμενος αὐτόν, λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας.’
Ὁ οὖν Μενέλαος λέγει ‘οἶδας ὡς Αἰγύπτιός εἰμι τὸ γένος: φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. Ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι. [2] Ἐπεὶ οὖν τῇ ναυαγίᾳ περιεπέσομεν, εἶτά με προσέρριψε τὸ κῦμα τοῖς τῆς Αἰγύπτου παραλίοις, λαμβάνομαι μετὰ τοῦ Σατύρου πρὸς τῶν ταύτῃ παραφυλαττόντων λῃστῶν. Ὡς δὲ ἄγομαι πρὸς τὸν λῄσταρχον, ταχύ με τῶν λῃστῶν τινες γνωρίσαντες λύουσί μου τὰ δεσμά, θαρρεῖν τε ἐκέλευον καὶ συμπονεῖν αὐτοῖς, ὡς ἂν οἰκεῖον. [3] Ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν.’ Οἱ δὲ ‘ἀλλ̓ ὅπως’ ἔφησαν ‘ἐπιδείξεις ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον.’ Κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθῆραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιπὸν σῶμα σορῷ παραδόντας ἀναχωρῆσαι, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. ‘λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε, σὸς γὰρ ἐντε�
��θεν ὁ λόγος.’
Καὶ ὁ Σάτυρος λέγει ‘ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην. [2] Δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. Ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες, τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν ὥρμησαν ἐπ̓ αὐτήν. [3] Οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω: ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν τρέπονται: [4] καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου τῷ στόματι δεικνύντων ἐν τοῖς θεάτροις. Τὴν Ὁμηρικὴν οὖν σκευὴν ὁπλισάμενος καὶ αὐτὸς καὶ τοὺς ἀμφ̓ αὑτὸν οὕτω σκευάσας, ἐπεχείρουν μάχεσθαι. [5] Πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο: πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν. [6] Λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ̓ ἡμᾶς τῷ ῥοΐ κομισθεῖσα, ἣν ὁ Μενέλαος ἀναιρεῖται: καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦ ‘προσεδόκα γάρ τι σπουδαῖον ἔνδον εἶναι’ ἀνοίγει τὴν κίστην καὶ ὁρῶμεν χλαμύδα καὶ ξίφος, τὴν μὲν κώπην ὅσον παλαιστῶν τεσσάρων, τὸν δὲ σίδηρον ἐπὶ τῇ κώπῃ βραχύτατον, [7] δακτύλων ὅσον τριῶν. Ὡς δὲ ἀνελόμενος τὸ ξίφος ὁ Μενέλαος ἔλαθε μεταστρέψας κατὰ τὸ τοῦ σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ χηραμοῦ τῆς κώπης κατατρέχει τοσοῦτον, ὅσον εἶχεν ἡ κώπη τὸ μέγεθος: ὡς δὲ ἀνέστρεψεν εἰς τοὔμπαλιν, αὖθις ὁ σίδηρος εἴσω καταδύεται. Τούτῳ δ̓ ἄρα, ὡς εἰκός, ὁ κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς.’
‘λέγω οὖν πρὸς τὸν Μενέλαον ‘θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνιεῖται: δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν: [2] ἄκουσον δὲ ποίῳ τρόπῳ. Δέρμα προβάτου λαβόντες ὡς ὅτι ῥαδινώτατον συρράψωμεν εἰς σχῆμα βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτ̓ ἐμπλήσαντες θηρείων σπλάγχνων καὶ αἵματος, τὴν πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς ἂν μὴ ῥᾳδίως τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες μίτραις τε καὶ ζώμασιν ἐνδεδεμένῃ τὴν σκευὴν ταύτην ἐπικρύψωμεν. [3] Πάντως δὲ καὶ ὁ χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος. Ὁλοκλήρως γὰρ αὐτὴν ἐσταλμένην δἰ αὐτῆς ἀνατμηθῆναι μέσην τῆς ἐσθῆτος λέγει ὁ χρησμός. Ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς. [4] Ἂν γὰρ ἐρείσῃ τις ἐπί τινος σώματος, φεύγει πρὸς τὴν κώπην ὥσπερ εἰς κουλεόν: καὶ οἱ μὲν ὁρῶντες δοκοῦσι βαπτίζεσθαι τὸν σίδηρον κατὰ τοῦ σώματος, ὁ δὲ εἰς τὸν χηραμὸν τῆς κώπης ἀνέδραμε, μόνην δὲ καταλείπει τὴν αἰχμήν, ὅσον τὴν πλαστὴν γαστέρα τεμεῖν καὶ τὴν κώπην ἐν χρῷ τοῦ σφαζομένου τυχεῖν: κἂν ἀποσπάσῃ τις τὸν σίδηρον ἐκ τοῦ τραύματος, καταρρεῖ πάλιν ἐκ τοῦ χηραμοῦ τὸ ξίφος, ὅσον τῆς κώπης ἀνακουφίζεται τὸ μετέωρον καὶ τὸν αὐτὸν τρόπον τοὺς ὁρῶντας ἀπατᾷ. [5] Δοκεῖ γὰρ τοσοῦτον καταβῆναι ἐν τῇ σφαγῇ, ὅσον ἄνεισιν ἐκ τῆς μηχανῆς. Τούτων οὖν γενομένων, οὐκ ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. Τά τε γὰρ δέρματα ἀποκέκρυπται, τά τε σπλάγχνα τῇ σφαγῇ προπηδήσεται, ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομ [6] Καὶ τοὐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ σώματι, ἀλλ̓ ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. Ἀκήκοας τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόντος δεῖν τι τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς, ὥστε ἔστι σοι προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν.’ Ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας.’
‘Ὁ δὲ χρηστὸς οὗτος ‘μέγα μὲν’ ἔφη ‘τὸ ἔργον, ἀλλ̓ ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς ὁ κίνδυνος, γλυκὺς ὁ θάνατος.’ ‘Νομίζω δὲ’ ἔφην ‘ζῆν καὶ Κλειτοφῶντα. [2] Ἡ γὰρ κόρη πυθομένῳ μοι καταλιπεῖν αὐτὸν εἶπε παρὰ τοῖς ἑαλωκόσι τῶν λῃστῶν δεδεμένον, οἱ δὲ τῶν λῃστῶν πρὸς τὸν λῄσταρχον ἐκφυγόντες ἔλεγον πάντας τοὺς ὑπ̓ αὐτῶν εἰλημμένους τὴν εἰς τὸ στρατόπεδον μάχην ἐκπεφευγέναι: ὥστε ἀποκείσεταί σοι παῤ αὐτῷ ἡ χάρις καὶ ἅμα [3] ἐλεῆσαι κόρην ἀθλίαν ἐκ τοσούτου κακοῦ.’ Ταῦτα λέγων πείθω, καὶ συνέπραξεν ἡ Τύχη. Ἐγὼ μὲν οὖν περὶ τὴν τοῦ μηχανήματος ἤμην σκευήν: ἄρτι δὲ τοῦ Μενελάου μέλλοντος τοῖς λῃσταῖς περὶ τῆς θυσίας λέγειν, ὁ λῄσταρχος φθάσας κατὰ δαίμονα ‘νόμος ἡμῖν̓ ἔφη ‘τοὺς πρωτομύστας τῆς ἱερουργίας ἄρχεσθαι, μάλιστα ὅταν ἄνθρωπον καταθύειν δέῃ. [4] Ὥρα τοίνυν εἰς αὔριον σοὶ παρασκευάζεσθαι πρὸς τὴν θυσίαν: δεήσει δὲ καὶ τὸν σὸν οἰκέτην ἅμα σοὶ μυηθῆναι.’ ‘καὶ μάλα’ οὗτος ἔφη ‘προθυμησόμεθα μηδενὸς ὑμῶν χείρους γενέσθαι. [5] Στεῖλαι δὲ ἡμᾶς αὐτοὺς δεήσει τὴν κόρην ὡς ἁρμοδίως πρὸς τὴν ἀνατομήν.’ ‘Υμῶν’ ὁ λῄσταρχος ἔφη ‘τὸ ἱερεῖον.’ [6] Στέλλομεν δὴ τὴν κόρην τὸν προειρημένον τρόπον καθ̓ ἑαυτούς, καὶ θαρρεῖν παρεκελευσάμεθα, διεξελθόντες ἕκαστα καὶ ὡς μένειν εἴσω τῆς σοροῦ χρή, κἂν θᾶττον αὐτὴν ὁ ὕπνος ἀφ�
��, τὴν ἡμέραν ἔνδον μένειν. ‘Ἤν δέ τι ἡμῖν ἐμποδὼν γένηται, σῶζε σαυτὴν ἐπὶ τὸ στρατόπεδον.’ Ταῦτα εἰπόντες ἐξάγομεν αὐτὴν ἐπὶ τὸν βωμόν. Καὶ τὰ λοιπὰ οἶδας.’’
Ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγινόμην καὶ διηπόρουν ὅ τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. Τὸ δ̓ οὖν κοινότατον, προσπεσὼν κατησπαζόμην καὶ προσεκύνουν ὡς θεὸν καί μου κατὰ τῆς ψυχῆς ἀθρόα κατεχεῖτο ἡδονή. [2] Ὡς δὲ τὰ κατὰ Λευκίππην εἶχέ μοι καλῶς, ‘ὁ δὲ Κλεινίας’ εἶπον ‘τί γέγονεν;’ ὁ δὲ Μενέλαος ‘οὐκ οἶδα’ ἔφη: (μετὰ γὰρ τὴν ναυαγίαν εὐθὺς εἶδον μὲν αὐτὸν τῆς κεραίας λαβόμενον, ὅποι [3] δὲ κεχώρηκεν οὐκ οἶδα.) Ἀνεκώκυσα οὖν ἐν μέσῃ τῇ χαρᾷ: ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς ἡδονῆς: [4] τὸν δἰ ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν μετὰ Λευκίππην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων κατέσχεν ἡ θάλασσα, ἵνα μὴ τὴν ψυχὴν μόνον ἀπολέσῃ, [5] ἀλλὰ καὶ τὴν ταφήν. ‘Ὦ θάλαττα ἄγνωμον, ἐφθόνησας ἡμῖν ὁλοκλήρου τοῦ τῆς φιλανθρωπίας σου δράματος.’ Ἄπιμεν οὖν εἰς τὸ στρατόπεδον κοινῇ καὶ τῆς σκηνῆς εἴσω παρελθόντες τῆς ἐμῆς τὸ λοιπὸν τῆς νυκτὸς διετρίψαμεν, καὶ τὸ πρᾶγμα οὐκ ἔλαθε τοὺς πολλούς.