Complete Works of Achilles Tatius
Page 28
Ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. Δέδεται μὲν ὁ Προμηθεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ Ἡρακλῆς τόξῳ καὶ δόρατι. Ὄρνις ἐς τὴν τοῦ Προμηθέως γαστέρα τρυφᾷ: ἕστηκε γὰρ αὐτὴν ἀνοίγων, [2] ἤδη μὲν ἀνεῳγμένην: ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα καθεῖται, καὶ ἔοικε διορύττειν τὸ τραῦμα καὶ ζητεῖν τὸ ἧπαρ: τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν ὁ γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος: ἐπερείδει δὲ τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων ἀκμάς. [3] Ὁ δὲ ἀλγῶν πάντη συνέσταλται καὶ τὴν πλευρὰν συνέσπασται καὶ τὸν μηρὸν ἐγείρει καθ̓ αὑτοῦ: εἰς γὰρ τὸ ἧπαρ συνάγει τὸν ὄρνιν: ὁ δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν τῷ σπασμῷ ὄρθιος ἀντιτείνεται κάτω καὶ εἰς τοὺς δακτύλους ἀποξύνεται. [4] Τὸ δ̓ ἄλλο σχῆμα δείκνυσι τὸν πόνον: κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. Ἠλέησας ἂν ὡς ἀλγοῦσαν καὶ τὴν γραφήν. [5] Ἀναφέρει δὲ λυπούμενον Ἡρακλῆς. Ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως τὸν δήμιον: ἐνήρμοσται τῷ τόξῳ τὸ βέλος, τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται κατόπιν τὸν ἀγκῶνα. [6] Πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, τὸ νεῦρον, ἡ δεξιά. Συνάγεται μὲν ὑπὸ τοῦ νεύρου τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον, [7] κλίνεται δὲ ἐπὶ μαζὸν ἡ χείρ. Ὁ δὲ Προμηθεὺς μεστός ἐστιν ἐλπίδος ἅμα καὶ φόβου: πῇ μὲν γὰρ εἰς τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ ἥμισυ τοῦ βλέμματος ὁ πόνος.
Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι (εἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοι) διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ̓ Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας. [2] Ἐπεὶ δ̓ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. Καὶ ὁ ναύτης εἰπὼν ‘ὁ βουκόλος’ μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω, καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων: μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ̓ οἷος ἂν γένοιτο νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς, λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς: ἐβαρβάριζον δὲ πάντες. [3] Καὶ ὁ κυβερνήτης εἰπὼν ‘ἀπολώλαμεν’ ἔστησε τὴν ναῦν, ὁ γὰρ ποταμὸς ταύτῃ στενώτατος: καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ ἐν τῇ νηὶ λαμβάνουσι, καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, ἡμᾶς δὲ δήσαντες καὶ κατακλείσαντες εἴς τι δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόντες, ὡς εἰς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς ὡς τὸν βασιλέα: τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν μείζονα. Καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν.
Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλάειν ἦρχον τὴν Λευκίππην. Καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον ‘ὦ θεοὶ καὶ δαίμονες’ ἔφην ‘εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν; [2] Νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μηδὲ ἐλέου τύχωμεν. Λῃστὴν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε, καὶ δέησις ἐμάλαξεν: ὁ γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ: τῷ γὰρ πονοῦντι τῆς ψυχῆς ἡ γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον. [3] Νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ λόγους προτείνωμεν; Κἂν Σειρήνων τις γένηται πιθανώτερος, ὁ ἀνδροφόνος οὐκ ἀκούει. Μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. Ὢ τῶν ἀτυχημάτων: ἤδη τὸν θρῆνον ὀρχήσομαι. [4] Τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ δὲ σά, Λευκίππη, ποίῳ στόματι θρηνήσω; ποίοις ὄμμασι δακρύσω; Ὦ πιστὴ μὲν πρὸς ἀνάγκην ἔρωτος, χρηστὴ δὲ πρὸς ἐραστὴν δυστυχοῦντα. [5] Ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα. Θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ ἡ γῆ, ὅρμοι δὲ καὶ ψέλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει, ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾄδει. [6] Μάτην σοι, ὦ θάλασσα, τὴν χάριν ὡμολογήσαμεν: μέμφομαί σου τῇ φιλανθρωπίᾳ: χρηστοτέρα γέγονας πρὸς οὕς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. Ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν.’
Ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῆ, κλάειν δὲ οὐκ ἠδυνάμην: τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς μεγάλοις κακοῖς. Ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν εἰς τοὺς κολάζοντας ἱκετηρία καὶ τοὺς ἀλγοῦντας ὥσπερ οἰδοῦντος τραύματος ἐκένωσεν: ἐν δὲ τοῖς ὑπερβάλλουσι δεινοῖς φεύγει τὰ δάκρυα καὶ προδίδωσι τοὺς ὀφθαλμούς. [2] Ἐντυχοῦσα γὰρ αὐτοῖς ἀναβαίνουσιν ἡ λύπη ἵστησί τε τὴν ἀκμὴν καὶ μετοχετεύει καταφέρουσα σὺν αὑτῇ κάτω: τὰ δὲ ἐκτρεπόμενα τῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ὁδοῦ εἰς τὴν ψυχὴν καταρ�
�εῖ καὶ χαλεπώτερον αὐτῆς ποιεῖ τὸ τραῦμα. Λέγω οὖν πρὸς τὴν Λευκίππην πάντα σιγῶσαν ‘τί σιγᾷς, φιλτάτη, καὶ οὐδέν μοι λαλεῖς;’ ‘Ὅτι μοι’ ἔφη ‘πρὸ τῆς ψυχῆς, Κλειτοφῶν, τέθνηκεν ἡ φωνή.’
Ταῦθ̓ ἡμᾶς διαλεγομένους ἔλαθεν ἕως γενομένη: καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν καὶ ἀγρίαν: ἐκόμα δὲ καὶ ὁ ἵππος. Γυμνὸς ἦν ὁ ἵππος ἄστρωτος καὶ οὐκ εἶχε φάλαρα: τοιοῦτοι γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. Ἀπὸ δὲ τοῦ λῃστάρχου παρῆν καὶ ‘εἴ τις’ ἔφη ‘παρθένος ἐστὶν ἐν τοῖς εἰλημμένοις, ταύτην ἀπάγειν πρὸς τὸν θεόν, ἱερεῖον [2] ἐσομένην καὶ καθάρσιον τοῦ στρατοῦ.’ Οἱ δὲ ἐπὶ τὴν Λευκίππην εὐθὺς τρέπονται, ἡ δὲ εἴχετό μου καὶ ἐξεκρέματο βοῶσα. Τῶν δὲ λῃστῶν οἱ μὲν ἀπέσπων, οἱ δὲ ἔτυπτον: ἀπέσπων μὲν τὴν Λευκίππην, ἔτυπτον δὲ ἐμέ. Ἀράμενοι οὖν αὐτὴν μετέωρον ἀπάγουσιν, ἡμᾶς δὲ κατὰ σχολὴν ἦγον δεδεμένους.
Καὶ ἐπεὶ δύο σταδίους τῆς κώμης προήλθομεν, ἀλαλαγμὸς ἀκούεται πολὺς καὶ σάλπιγγος ἦχος καὶ ἐπιφαίνεται φάλαγξ στρατιωτική, πάντες ὁπλῖται. Οἱ δὲ λῃσταὶ κατιδόντες, ἡμᾶς μέσους διαλαβόντες ἔμενον ἐπιόντας, ὡς αὐτοὺς ἀμυνούμενοι. [2] Καὶ μετ̓ οὐ πολὺ παρῆσαν πεντήκοντα τὸν ἀριθμόν, πάντες ὁπλῖται, οἱ μὲν ποδήρεις ἔχοντες τὰς ἀσπίδας, οἱ δὲ πέλτας: οἱ δὲ λῃσταὶ πολλῷ πλείους ὄντες, βώλους ἀπὸ τῆς γῆς λαμβάνοντες τοὺς στρατιώτας ἔβαλλον. [3] Παντὸς δὲ βώλου χαλεπώτερος βῶλος Αἰγύπτιος, βαρύς τε καὶ τραχὺς καὶ ἀνώμαλος: τὸ δ̓ ἀνώμαλόν εἰσιν αἱ αἰχμαὶ τῶν λίθων: ὥστε βληθεὶς διπλοῦν ποιεῖ ἐν ταὐτῷ τὸ τραῦμα, καὶ οἴδημα ὡς ἀπὸ λίθου, [4] καὶ τομὰς ὡς ἀπὸ βέλους. Ἀλλὰ ταῖς γε ἀσπίσιν ἐκδεχόμενοι τοὺς λίθους ὀλίγον τῶν βαλλόντων ἐφρόντιζον. Ἐπεὶ οὖν ἔκαμον οἱ λῃσταὶ βάλλοντες, ἀνοίγουσι μὲν οἱ στρατιῶται τὴν φάλαγγα, ἐκθέουσι δὲ ἀπὸ τῶν ὅπλων ἄνδρες κούφως ἐσταλμένοι, φέρων αἰχμὴν ἕκαστος καὶ ξίφος, καὶ ἀκοντίζουσιν ἅμα, καὶ οὐδεὶς ἦν ὃς οὐκ ἐπέτυχεν. [5] Εἶτα οἱ ὁπλῖται προσέρρεον: καὶ ἦν ἡ μάχη στερρά, πληγαὶ δὲ παῤ ἀμφοτέρων καὶ τραύματα καὶ σφαγαί. Καὶ τὸ μὲν ἔμπειρον παρὰ τοῖς στρατιώταις ἀνεπλήρου τοῦ πλήθους τὸ ἐνδεές: ἡμεῖς δὲ ὅσοι τῶν αἰχμαλώτων ἦμεν, ἐπιτηρήσαντες τὸ πονοῦν τῶν λῃστῶν μέρος, ἅμα συνελθόντες διακόπτομέν τε αὐτῶν τὴν φάλαγγα καὶ ἐπὶ τοὺς ἐναντίους ἐκτρέχομεν. [6] Οἱ δὲ δτρατιῶται τὸ μὲν πρῶτον ἐπεχείρουν ἀναιρεῖν, οὐκ εἰδότες, ὡς δὲ εἶδον γυμνοὺς καὶ δεσμὰ ἔχοντας, ὑπονοήσαντες τὴν ἀλήθειαν δέχονται τῶν ὅπλων εἴσω καὶ ἐπ̓ οὐρὰν παραπέμψαντες εἴων ἡσυχάζειν. [7] Ἐν τούτῳ δὲ καὶ ἱππεῖς προσέρρεον, καὶ ἐπεὶ πλησίον ἐγένοντο, κατὰ κέρας ἑκάτερον ἐκτείναντες τὴν φάλαγγα περιίππευον αὐτοὺς κύκλῳ, κἀν τούτῳ συναγαγόντες αὐτοὺς εἰς ὀλίγον κατεφόνευον. Καὶ οἱ μὲν ἔκειντο τεθνηκότες, οἱ δὲ καὶ ἡμιθνῆτες ἐμάχοντο: τοὺς δὲ λοιποὺς ἐζώγρησαν.
Ἦν δὲ περὶ δείλην ὁ καιρός: καὶ ὁ στρατηγὸς διαλαβὼν ἡμῶν ἕκαστον ἐπυνθάνετο τίνες εἴημεν καὶ πῶς ληφθείημεν: διηγεῖτο δὲ ἄλλος ἄλλο τι, κἀγὼ τἀμὰ εἶπον. Ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο: διεγνώκει γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ λῃστηρίῳ: ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους εἶναι. [2] Ἐγὼ δὲ ἵππον ᾔτουν, σφόδρα γὰρ ἤμην ἱππεύειν γεγυμνασμένος. Ὡς δέ τις παρῆν, περιάγων τὸν ἵππον ἐπεδεικνύμην ἐν ῥυθμῷ τὰ τῶν πολεμούντων σχήματα, ὥστε καὶ τὸν στρατηγὸν σφόδρα ἐπαινέσαι. Ποιεῖται δή με ἐκείνην τὴν ἡμέραν ὁμοτράπεζον καὶ παρὰ τὸ δεῖπνον ἐπυνθάνετο τἀμὰ καὶ ἀκούων ἠλέει. [3] Συμπαθὴς δέ πως εἰς ἔλεον ἄνθρωπος ἀκροατὴς ἀλλοτρίων κακῶν, καὶ ὁ ἔλεος πολλάλις φιλίαν προξενεῖ: ἡ γὰρ ψυχὴ μαλαχθεῖσα πρὸς τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ τὴν λύπην εἰς ἔλεον συλλέγει. [4] Οὕτως οὖν διέθηκα τὸν στρατηγὸν ἐκ τῆς ἀκροάσεως, ὡς καὶ αὐτὸν εἰς δάκρυα προαγαγεῖν: πλέον δὲ ποιεῖν εἴχομεν οὐδέν, τῆς Λευκίππης ὑπὸ τῶν λῃστῶν ἐχομένης. Ἔδωκε δέ μοι καὶ θεράποντα τὸν ἐπιμελησόμενον Αἰγύπτιον.
Τῇ δ̓ ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο καὶ ἐπεχείρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. Καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς ὅπλοις: βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ πεποιημένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον. [2] Ἄγουσι δή τινες δύο τὴν κόρην ὀπίσω τὼ χεῖρε δεδεμένην. Καὶ αὐτοὺς μὲν οἵτινες ἦσαν οὐκ εἶδον, ἦσαν γὰρ ὡπλισμένοι, τὴν δὲ κόρην Λευκίππην οὖσαν ἐγνώρισα. [3] Εἶτα κατὰ τῆς κεφαλῆς σπονδὴν καταχέαντες, περιάγουσι τὸν βωμὸν κύκλῳ καὶ ἐπηύλει τις αὐτῇ, καὶ ὁ ἱερεύς, ὡς εἰκός, ᾖδεν ᾠδὴν Αἰγυπτίαν: τὸ γὰρ σχῆμα τοῦ στόματος καὶ τῶν προσώπων τὸ διειλκυσμένον ὑπέφαινεν ᾠδήν. [4] Εἶτα ἀπὸ συνθήματος πάντες ἀναχωροῦσι τοῦ βωμοῦ μακράν, τῶν δὲ νεανίσκων ὁ ἕτερος ἀνακλίνας αὐτὴν ὑπτίαν ἔδησεν ἐκ παττάλων ἐπὶ τῆς γῆς ἐρηρεισμένων, οἷον ποιοῦσιν οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον: εἶτα λαβὼν ξίφος βάπτει κ
ατὰ τῆς καρδίας καὶ διελκύσας τὸ ξίφος εἰς τὴν κάτω γαστέρα ῥήγνυσι: [5] τὰ σπλάγχνα δὲ εὐθὺς ἐξεπήδησεν, ἃ ταῖς χερσὶν ἐξελκύσαντες ἐπιτιθέασι τῷ βωμῷ: καὶ ἐπεὶ ὠπτήθη, κατατεμόντες ἅπαντες εἰς μοίρας ἔφαγον. Ταῦτα δὲ ὁρῶντες οἱ στρατιῶται καὶ ὁ στρατηγὸς καθ̓ ἓν τῶν πραττομένων ἀνεβόων καὶ τὰς ὄψεις ἀπέστρεφον τῆς θέας, ἐγὼ δὲ ἐκ παραλόγου καθήμενος ἐθεώρουν. [6] Τὸ δὲ ἦν ἔκπληξις: μέτρον γὰρ οὐκ ἔχον τὸ κακὸν ἐνεβρόντησέ με. Καὶ τάχα ὁ τῆς Νιόβης μῦθος οὐκ ἦν ψευδής, ἀλλὰ κἀκείνη τι τοιοῦτον παθοῦσα ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ δόξαν παρέσχεν ἐκ τῆς ἀκινησίας ὡσεὶ λίθος γενομένη. [7] Ἐπεὶ δὲ τέλος εἶχεν, ὥς γε ᾤμην, τὸ ἔργον, τὸ σῶμα ἐνθέντες τῇ σορῷ καταλείπουσι, πῶμα ἐπ̓ αὐτῆς ἐπιθέντες, τὸν δὲ βωμὸν καταστρέψαντες φεύγουσιν ἀμεταστρεπτί. Οὕτω γὰρ αὐτοῖς ποιεῖν ἔτυχε μεμαντευμένος ὁ ἱερεύς.