Complete Works of Achilles Tatius
Page 36
Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μὲν σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην. [2] Ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν ποιεῖσθαι τοῦ ἀπελθεῖν δἰ αὐτὴν εἰς τοὺς ἀγρούς, καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. Ἔμελλε τῇ Λευκίππῃ παρέξειν ὄχημα καὶ Ἡμεῖς δὲ ἐπὶ τὸν πότον ᾖμεν. [3] Ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυβος πολὺς κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ [4] λέγων ‘Θέρσανδρος ζῇ καὶ πάρεστιν.’ Ἦν δὲ ὁ Θέρσανδρος οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι κατὰ θάλασσαν. Τῶν γὰρ συνόντων αὐτῷ τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες καὶ νομίσαντες ἀπολωλέναι, τοῦτο ἀπαγγείλαντες ἔτυχον. Ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος κατὰ πόδας εἰστρέχει: πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθόμενος κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν με. [5] Ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπ̓ ἐκπλήξεως τοῦ παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα: ὁ δὲ τὴν μὲν ὡς εἶχεν ὠθεῖ μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν καὶ εἰπὼν ‘ὁ μοιχὸς οὗτος’ ἐμπηδᾷ καὶ ῥαπίζει με κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν, ἑλκύσας δὲ τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων κατακόπτει με πληγαῖς. [6] Ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ μηδὲν ᾔδειν, μήθ̓ ὅστις ὁ ἄνθρωπος ἦν μήθ̓ οὗ χάριν ἔτυπτεν, ὑποπτεύσας δὲ μανικὸν εἶναι ἐδεδοίκειν ἀμύνασθαι, καίτοι δυνάμενος. [7] Ἐπεὶ δὲ ἐκάμομεν ὁ μὲν τύπτων, ἐγὼ δὲ φιλοσοφῶν, λέγω πρὸς αὐτὸν ἀναστὰς ‘τίς ποτε εἶ, ὦ ἄνθρωπε, καὶ τι με οὕτως ᾐκίσω;’ Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς ὅτι καὶ φωνὴν ἀφῆκα, ῥαπίζει πάλιν καὶ καλεῖ δεσμὰ καὶ πέδας. Δεσμεύουσιν οὖν με καὶ ἄγουσιν εἴς τι δωμάτιον.
Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει με διαρρυεῖσα ἡ τῆς Λευκίππης ἐπιστολή: ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων: καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα: ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν. [2] Ὡς δὲ ἀνέγνω καθ̓ ἑαυτὴν γενομένη καὶ τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν εὐθέως τὴν καρδίαν γνωρίσασα τοὔνομα, οὐ μὴν αὐτὴν ἐνόμιζεν εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι. [3] Ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων ἐνέτυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ ἔρωτι καὶ ζηλοτυπίᾳ: ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε τὸν ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως.
Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχεν Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. Ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα, [2] καὶ καταλαμβάνει χαμαὶ καταβεβλημένον. Παραστᾶσα οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ, καὶ τὸ σχῆμα τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. ‘Ὦ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ πάσης ἀνοίας, ἣ καὶ μισουμένη τὸν μισοῦντα φιλῶ καὶ ὀδυνωμένη τὸν ὀδυνῶντα ἐλεῶ, καὶ οὐδὲ ὕβρις τὸν ἔρωτα παύει. [3] Ὦ ζεῦγος κατ̓ ἐμοῦ γοήτων, ἀνδρὸς καὶ γυναικός. Ὁ μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, ἡ δὲ ἀπῆλθε κομιοῦσά μοι φίλτρον: ἐγὼ δὲ ἡ κακοδαίμων ἠγνόουν αἰτοῦσα παρὰ τῶν ἐχθίστων [4] κατ̓ ἐμαυτῆς φάρμακον.’ Καὶ ἅμα τὴν ἐπιστολὴν τῆς Λευκίππης μοι προσέρριψεν. Ἰδὼν οὖν καὶ γνωρίσας ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος: ἡ δὲ ἐτραγῴδει πάλιν ‘οἴμοι δειλαία τῶν κακῶν: καὶ γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, οὐδὲ ἂν ἔχοιμι σὲ τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν, [5] ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον. Οἶδα ὅτι ὁ ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν λοιδορίαν κεκέρδακα. Αἱ μὲν γὰρ ἄλλαι γυναῖκες μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, ἐγὼ δὲ ἡ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην, [6] τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ. Ἄπιστε καὶ βάρβαρε: ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; Οὐκ ἐφοβήθης αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε ταῦτα τὰ ὄμματα δακρύοντα; [7] Ὦ καὶ λῃστῶν ἀγριώτερε: δάκρυα γὰρ καὶ λῃστὴς αἰσχύνεται. Οὐδέν σε ἠρέθισεν εἰς ἀφροδίτην κἂν μίαν, οὐ δέησις, οὐ χρόνος, οὐχ ἡ τῶν σωμάτων συμπλοκή, ἀλλά, τὸ πάντων ὑβριστικώτατον, προσαπτόμενος, καταφιλῶν οὕτως ἀνέστης ὡς ἄλλη γυνή. [8] Τίς αὕτη τῶν γάμων ἡ σκιά; Οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες οὐδ̓ ἀποστρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ καὶ φιλούσῃ, εἴποι δ̓ ἂν ἄλλος ὅτι καὶ καλῇ. Εὐνοῦχε καὶ ἀνδρόγυνε καὶ κάλλους βάσκανε, ἐπαρῶμαί σοι δικαιοτάτην ἀράν: οὕτω σε ἀμύναιτο ὁ Ἔρως εἰς τὰ σά.’
Ταῦτα ἔλεγε καὶ ἅμα ἔκλαεν: ὡς δὲ ἐσιώπων ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα ‘ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγ�
� καὶ λύπη: ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. Κἂν ὀργίζωμαι, [2] κάομαι: κἂν ὑβρίζωμαι, φιλῶ. Σπεῖσαι κἂν νῦν, ἐλέησον: οὐκέτι δέομαι πολλῶν ἡμερῶν καὶ γάμου μακροῦ, ὃν ἡ δυστυχὴς ὠνειροπόλουν ἐπὶ σοί: ἀρκεῖ μοι κἂν μία συμπλοκή: μικροῦ δέομαι φαρμάκου πρὸς τηλικαύτην νόσον. Σβέσον μοι ὀλίγον τοῦ πυρός: εἰ δέ τί σοι προπετῶς ἐθρασυνάμην, σύγγνωθι, [3] φίλτατε: ἔρως ἀτυχῶν καὶ μαίνεται. Ἀσχημονοῦσα οἶδα, ἀλλ̓ οὐκ αἰσχύνομαι τὰ τοῦ Ἔρωτος ἐξαγορεύουσα μυστήρια. Πρὸς ἄνδρα λαλῶ μεμυημένον: οἶδας τί πάσχω: τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀθέατα τὰ βέλη τοῦ θεοῦ, καὶ οὐκ ἄν τις ἐπιδεῖξαι δύναιτο τὰ τοξεύματα, μόνοι δὲ οἴδασιν οἱ ἐρῶντες τὰ τῶν ὁμοίων τραύματα. [4] Ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν: τὴν ὑπόσχεσιν ἀπαιτῶ. Ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. Εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα Θερσάνδρων μυρίων: ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι τοῦτο παραχωρῶ: οἶδα νικωμένη: οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν: κατ̓ ἐμοῦ γὰρ πάντα καινά: ἀναβιοῦσι καὶ νεκροί. [5] Ὦ θάλασσα, πλέουσαν μέν με διέσωσας, σώσασα δὲ μᾶλλον ἀπολώλεκας, δύο ἀποστείλασα κατ̓ ἐμοῦ νεκρούς: ἤρκει γὰρ Λευκίππη μόνη ζήσασα, ἵνα μηκέτι λυπῆται Κλειτοφῶν: νῦν δὲ καὶ ὁ ἄγριος Θέρσανδρος ἡμῖν πάρεστι. [6] Τετύπτησαι βλεπούσης μου, καὶ βοηθεῖν ἡ δυστυχὴς οὐκ ἠδυνάμην: ἐπὶ τοῦτο τὸ πρόσωπον πληγαὶ κατηνέχθησαν, ὦ θεοί. Δοκῶ, τυφλὸς Θέρσανδρος ἦν. [7] Ἀλλὰ δέομαι, Κλειτοφῶν δέσποτα (δεσπότης γὰρ εἶ ψυχῆς τῆς ἐμῆς), ἀπόδος σεαυτὸν τήμερον πρῶτα καὶ ὕστατα: ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί. Οὕτω μηκέτι Λευκίππην ἀπολέσειας, οὕτω μηκέτι μηδὲ ψευδῶς ἀποθάνοι. [8] Μὴ ἀτιμάσῃς τὸν ἔρωτα τὸν ἐμόν, δἰ ὃν τὰ μέγιστα εὐτυχεῖς. Οὗτός σοι Λευκίππην ἀποδέδωκεν. Εἰ γάρ σου μὴ ἠράσθην ἐγώ, εἰ γάρ σε μὴ ἐνταῦθα ἤγαγον, ἦν ἂν ἔτι σοι Λευκίππη νεκρά. [9] Εἰσίν, ὦ Κλειτοφῶν, καὶ Τύχης δωρεαί. Ἤδη τις θησαυρῷ περιτυχὼν τὸν τόπον τῆς εὑρέσεως ἐτίμησε, βωμὸν ἤγειρε, θυσίαν προσήνεγκεν, ἐστεφάνωσε τὴν γῆν: σὺ δὲ παῤ ἐμοὶ θησαυρὸν Ἔρωτος εὑρὼν ἀτιμάζεις τὴν εὐεργετήσασαν. [10] Νόμιζέ σοι τὸν Ἔρωτα δἰ ἐμοῦ λέγειν ‘ἐμοὶ χάρισαι τοῦτο, Κλειτοφῶν, τῷ σῷ μυσταγωγῷ: μὴ ἀμύητον τὴν Μελίτην ἀπέλθῃς καταλιπών: καὶ τὸ ταύτης ἐμόν ἐστι πῦρ.’ Ἄκουσον δὲ ὡς καὶ τἆλλα μοι μέλει περὶ σοῦ. [11] Λυθήσῃ μὲν γὰρ ἄρτι τῶν δεσμῶν, κἂν Θερσάνδρῳ μὴ δοκῇ: καταγωγῆς δὲ τεύξῃ τοσούτων ἡμερῶν, ὅσων ἂν θέλῃς, πρὸς ἐμὸν σύντροφον: ἕωθεν δὲ καὶ τὴν Λευκίππην παρέσεσθαι προσδόκα. [12] Διανυκτερεύσειν γὰρ ἔλεγεν εἰς τὸν ἀγρὸν βοτανῶν ἕνεκεν χάριν, ὡς ἐν ὄψει τῆς σελήνης αὐτὰς ἀναλάβοι. Οὕτως γάρ μου κατεγέλα: ᾔτησα γὰρ φάρμακον παῤ αὐτῆς ὡς Θετταλῆς κατὰ σοῦ. Τί γὰρ ἠδυνάμην ἔτι ποιεῖν ἀποτυγχάνουσα ἢ βοτάνας ζητεῖν καὶ φάρμακα; αὕτη γὰρ τῶν ἐν ἔρωτι δυστυχούντων ἡ καταφυγή. [13] Ὁ Θέρσανδρος δέ, ὡς καὶ περὶ τούτου θαρρήσῃς, ἐξεπήδησε πρὸς ἑταῖρον αὑτοῦ, ἐξιστάμενος ἐμοὶ τῆς οἰκίας ὑπὸ ὀργῆς: δοκεῖ δ̓ ἔμοιγε θεός τις αὐτὸν ἐντεῦθεν ἐξεληλακέναι, ἵνα σου τὰ τελευταῖα ταῦτα δυνηθῶ τυχεῖν. Ἀλλά μοι σαυτὸν ἀπόδος.’
Ταῦτα φιλοσοφήσασα (διδάσκει γὰρ ὁ Ἔρως καὶ λόγους) ἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπεν ‘ὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας γέμοντα καὶ ἐλπίδος ‘γένοιτο δὲ καὶ ἡδονῆς’ καὶ [2] ἔοικεν ἱκετεύειν σε τῷ πηδήματι.’ Ὡς οὖν με ἔλυσε καὶ περιέβαλε κλάουσα, ἔπαθόν τι ἀνθρώπινον, καὶ ἀληθῶς ἐφοβήθην τὸν Ἔρωτα μή μοι γένηται μήνιμα ἐκ τοῦ θεοῦ καὶ ἄλλως ὅτι Λευκίππην ἀπειλήφειν, καὶ ὅτι μετὰ ταῦτα τῆς Μελίτης ἀπαλλάττεσθαι ἔμελλον, καὶ ὅτι οὐδὲ γάμος ἔτι τὸ πραττόμενον ἦν, [3] ἀλλὰ φάρμακον ὥσπερ ψυχῆς νοσούσης. Περιβαλούσης οὖν ἠνειχόμην καὶ περιπλεκομένης πρὸς τὰς περιπλοκὰς οὐκ ἀντέλεγον: καὶ ἐγένετο ὅσα ὁ Ἔρως ἤθελεν οὔτε στρωμνῆς ἡμῶν δεηθέντων οὔτε ἄλλου τινὸς τῶν εἰς παρασκευὴν ἀφροδισίων. [4] Αὐτουργὸς γὰρ ὁ Ἔρως καὶ αὐτοσχέδιος σοφιστὴς καὶ πάντα τόπον αὑτῷ τιθέμενος μυστήριον. Τὸ δ̓ ἀπερίεργον εἰς Ἀφροδίτην ἥδιον μᾶλλον τοῦ πολυπράγμονος: αὐτοφυῆ γὰρ ἔχει τὴν ἡδονήν.
BOOK VI.
Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτὴν ‘ἀλλ̓ ὅπως μοι τῆς φυγῆς παράσχῃς τὴν ἀσφάλειαν καὶ τἆλλα ὅσα ὑπέσχου περὶ Λευκίππης.’ ‘Μὴ φροντίσῃς’ εἶπε ‘τοῦ γε κατ̓ ἐκείνην μέρους, ἀλλ̓ ἤδη νόμιζε Λευκίππην ἔχειν: σὺ δὲ ἔνδυθι τὴν ἐσθῆτα τὴν ἐμὴν καὶ κλέπτε τὸ πρόσωπον τῷ πέπλῳ. [2] Ἡγήσεται δέ σοι τῆς ἐπὶ τὰς θύρας ὁδοῦ Μελανθώ, περιμένει δέ σε καὶ νεανίσκος ἐπ̓ αὐταῖς ταῖς θύραις, ᾧ προστεταγμένον ἐστὶν ἐξ ἐμοῦ κομίσαι σε εἰς τὴν οἰκίαν, οὗ καὶ Κλεινίαν καὶ Σάτυρον εὑρήσεις καὶ [3] Λευκίππη σοι παρέσται.’ Ταῦτα ἅμα λέγουσα ἐσκεύασέ με ὡς ἑαυτὴν καὶ καταφιλοῦσα ‘ὡς εὐμορφότερος’ ἔφη ‘παρὰ πολὺ γέγονας τῇ στολῇ. Τοιοῦτον Ἀχιλλέα ποτε ἐθεασάμην ἐν γραφῇ. Ἀλλά μοι, φίλτατε, σώζοιο, καὶ τὴν ἐσθῆτα ταύτην φύλαττε μνήμην: ἐμοὶ δ
ὲ τὴν σὴν κατάλιπε, ὡς ἂν ἔχοιμι ἐνδυομένη [4] σοι περικεχύσθαι.’ Δίδωσι δέ μοι καὶ χρυσοῦς ἑκατὸν καὶ καλεῖ τὴν Μελανθώ: θεράπαινα δὲ ἦν αὕτη τῶν πιστῶν καὶ ἐφήδρευε ταῖς θύραις. Ὡς δὲ εἰσῆλθε, λέγει περὶ ἐμοῦ τὰ συγκείμενα καὶ κελεύει πάλιν ἀναστρέφειν πρὸς αὐτήν, ἐπειδὰν ἔξω γένωμαι τῶν θυρῶν.
Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι, καὶ ὁ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε νομίσας τὴν δέσποιναν εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς: καὶ διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν ὁδῷ κειμένην ἔρχομαι, καί με ὁ πρὸς τῆς Μελίτης ταύτῃ προστεταγμένος ἀπολαμβάνει. [2] Ἀπελεύθερος δὲ οὗτος τῶν συμπεπλευκότων ἦν ἡμῖν καὶ ἄλλως ἐμοὶ κεχαρισμένος. Ὡς δὲ ἀνέστρεψεν ἡ Μελανθώ, καταλαμβάνει τὸν φρουρὸν ἄρτι ἐπικλείσαντα τὸ οἴκημα, καὶ ἀνοίγειν ἐκέλευσεν αὖθις. [3] Ὡς δὲ ἀνέῳξε, καὶ παρελθοῦσα ἐμήνυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν ἐμήν, καλεῖ τὸν φύλακα: κἀκεῖνος, ὡς τὸ εἰκός, θέαμα ἰδὼν παραδοξότατον ἐξεπλάγη καὶ ἔστη σιωπῇ. [4] Λέγει οὖν πρὸς αὐτὸν ‘οὐκ ἀπιστοῦσά σοι μὴ οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα, ταύτης ἐδεήθην τῆς κλοπῆς, ἀλλ̓ ἵνα σοι πρὸς Θέρσανδρον ἡ τῆς αἰτίας ἀπόλυσις ᾖ ὡς οὐ συνεγνωκότι. [5] Χρυσοῖ δέ σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μείνῃς, παρὰ Κλειτοφῶντος: ἐὰν δὲ νομίσῃς φυγεῖν βέλτιον, ἐφόδιον.’ Καὶ ὁ Πασίων (τοῦτο γὰρ ἦν ὄνομα τῷ φύλακι) ‘πάνυ’ ἔφη ‘δέσποινα, τὸ σοὶ δοκοῦν [6] κἀμοὶ δοκεῖ καλῶς ἔχειν.’ Ἔδοξεν οὖν τῇ Μελίτῃ τὸ νῦν ἀναχωρεῖν: ὅταν δ̓ ἐν καλῷ θῆται τὰ πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι.