Complete Works of Achilles Tatius
Page 37
Καὶ ὁ μὲν οὕτως ἔπραξεν: ἐμοὶ δὲ ἡ συνήθης τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ̓ ἐμοῦ δρᾶμα καινόν: ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν. [2] Ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία, καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ δἰ ὅλης τῆς νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. Κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι δεινόν: ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον. [3] Ὁ γὰρ Σωσθένης ὁ τὴν Λευκίππην ὠνησάμενος, ὃν ἡ Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι. [4] Καὶ πρῶτον μὲν φθάσας καταμηνύει μου πρὸς τὸν Θέρσανδρον: ὁ γὰρ διαβαλὼν αὐτὸς ἦν: ἔπειτα καὶ περὶ Λευκίππης λέγει τι πάνυ πιθανῶς πλασάμενος. Ἐπεὶ γὰρ αὐτὸς αὐτῆς ἀπεγνώκει τυχεῖν, μαστροπεύει πρὸς τὸν δεσπότην, ὡς ἂν αὐτὸν τῆς Μελίτης ἀπαγάγοι, ‘κόρην ἐωνησάμην, [5] ὦ δέσποτα, χρῆμά τι κάλλους ἄπιστον. Οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών. Ταύτην ἐφύλαττόν σοι: καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, διόπερ ἤθελον: ἀλλ̓ οὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν ἐπ̓ αὐτοφώρῳ καταλάβοις, καὶ μή σου καταγελῴη μοιχὸς ἄτιμος καὶ ξένος. [6] Ἀφῄρηται δὲ ταύτην χθὲς ἡ δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν: ἡ τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. Ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ̓ ὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. Πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο.’
Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα ἡ Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ̓ ὁμιλίᾳ: [2] δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήν ‘ἥκω σοι φέρων σωρὸν ἀγαθῶν, ἀλλ̓ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου. [3] Μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ ἐπὶ κακῷ τῷ σῷ γεγονέναι δόξῃς: αὕτη γὰρ τὸν δεσπότην τὸν ἐμὸν ἐραστήν σοι προξενεῖ.’ Ἡ μὲν δὴ τῷ παραλόγῳ τῆς συμφορᾶς ἐκπλαγεῖσα ἐσιώπησεν, ὁ δὲ ἐπὶ τὸν Θέρσανδρον ἔρχεται καὶ λέγει τὰ πεπραγμένα: ἔτυχε δὲ ὁ Θέρσανδρος ἐπανιὼν εἰς τὴν οἰκίαν. [4] Τοῦ δὲ Σωσθένους αὐτῷ μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν εἰρημένων ὡσεὶ κάλλους φαντάσματος, φύσει καλοῦ, παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ τεττάρων σταδίων ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπ̓ αὐτὴν χωρεῖν ἔμελλεν.
Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με ὁ Σωσθένης πρῶτος γνωρίσας ‘ἀλλ̓ ἰδοὺ’ φησὶν ‘οὗτος ὁ μοιχὸς βακχεύων ἡμῖν [2] ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα.’ Ὁ μὲν οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν ἀποφεύγει, μὴ λαβὼν καιρὸν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι: ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ ὁ Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων συνέρρει. [3] Ἔτι μᾶλλον οὖν ὁ Θέρσανδρος ἐδεινοπάθει, ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν λωποδύτην: ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν ἔγκλημα μοιχείας ἐπιφέρων. [4] Ἐμὲ δὲ ἐλύπει τούτων μὲν οὐδέν, οὔθ̓ ἡ τῶν δεσμῶν ὕβρις οὔθ̓ ἡ τῶν λόγων αἰκία: καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς: δέος δέ με περὶ τῆς Λευκίππης εἶχεν οὔπω σαφῶς αὐτὴν ἀπολαβόντα. [5] Ψυχαὶ δὲ πεφύκασι μάντεις τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας εὐστοχοῦμεν. Οὐδὲν οὖν ὑγιὲς ἐνενόουν περὶ τῆς Λευκίππης, ἀλλ̓ ἦν ὕποπτά μοι πάντα καὶ μεστὰ δείματος.
Ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς: ὁ δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς εἶχεν ὁρμῆς ἐπὶ τὴν Λευκίππην ἵεται. Ὡς δὲ παρῆσαν ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης εἰπών, ἐμφαίνουσαν τοῖς προσώποις λύπην ὁμοῦ καὶ δέος. [2] Ὁ γὰρ νοῦς οὔ μοι δοκεῖ λελέχθαι καλῶς ἀόρατος εἶναι τὸ παράπαν: φαίνεται γὰρ ἀκριβῶς ὡς ἐν κατόπτρῳ τῷ προσώπῳ: ἡσθείς τε γὰρ ἐξέλαμψε τοῖς ὀφθαλμοῖς εἰκόνα χαρᾶς, καὶ ἀνιαθεὶς συνέστειλε τὸ πρόσωπον εἰς τὴν ὄψιν τῆς συμφορᾶς. [3] Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη ἀνοιγομένων τῶν θυρῶν ‘ἦν δ̓ ἔνδον λύχνος’, ἀνανεύσασα μικρὸν αὖθις τοὺς ὀφθαλμοὺς κατέβαλεν. Ἰδὼν δὲ ὁ Θέρσανδρος τὸ κάλλος ἐκ παραδρομῆς, ὡς ἁρπαζομένης ἀστραπῆς (μάλιστα γὰρ ἐν τοῖς ὀφθαλμοῖς κάθηται τὸ κάλλος), ἀφῆκε τὴν ψυχὴν ἐπ̓ αὐτὴν καὶ εἱστήκει τῇ θέᾳ δεδεμένος, ἐπιτηρῶν πότε αὖθις ἀναβλέψει πρὸς αὐτόν. [4] Ὡς δὲ ἔνευσεν εἰς τὴν γῆν, λέγ
ει ‘τί κάτω βλέπεις, γύναι; τί δέ σου τὸ κάλλος τῶν ὀφθαλμῶν εἰς τὴν γῆν καταρρεῖ; ἐπὶ τοὺς ὀφθαλμοὺς μᾶλλον ῥεέτω τοὺς ἐμούς.’
Ἡ δὲ ὡς ἤκουσεν, ἐνεπλήσθη δακρύων, καὶ εἶχεν αὐτῆς ἴδιον κάλλος καὶ τὰ δάκρυα. Δάκρυον γὰρ ὀφθαλμὸν ἀνίστησι καὶ ποιεῖ προπετέστερον: κἂν μὲν ἄμορφος ᾖ καὶ ἄγροικος, προστίθησιν εἰς δυσμορφίαν: ἐὰν δὲ ἡδὺς καὶ τοῦ μέλανος ἔχων τὴν βαφὴν ἠρέμα τῷ λευκῷ στεφανούμενος, ὅταν τοῖς δάκρυσιν ὑγρανθῇ, ἔοικε πηγῆς ἐγκύμονι μαζῷ. [2] Χεομένης δὲ τῆς τῶν δακρύων ἅλμης περὶ τὸν κύκλον, τὸ μὲν λευκὸν πιαίνεται, τὸ δὲ μέλαν πορφύρεται, καὶ ἔστιν ὅμοιον τὸ μὲν ἴῳ, τὸ δὲ ναρκίσσῳ: τὰ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἔνδον εἱλούμενα γελᾷ. [3] Τοιαῦτα Λευκίππης ἦν τὰ δάκρυα, αὐτὴν τὴν λύπην εἰς κάλλος νενικηκότα: εἰ δὲ ἠδύνατο παγῆναι πεσόντα, καινὸν ἂν εἶχεν ἤλεκτρον ἡ γῆ. Ὁ δὲ Θέρσανδρος ἰδὼν πρὸς μὲν τὸ κάλλος ἐκεχήνει, πρὸς δὲ τὴν λύπην ἐξεμεμήνει καὶ τοὺς ὀφθαλμοὺς δακρύων ἐγκύους εἶχεν. [4] Ἔστι μὲν γὰρ φύσει δάκρυον ἐπαγωγότατον ἐλέου τοῖς ὁρῶσι, τὸ δὲ τῶν γυναικῶν μᾶλλον: ὅσῳ γὰρ θαλερώτερον, τοσούτῳ καὶ γοητότερον. Ἐὰν δὲ ἡ δακρύουσα ᾖ καὶ καλὴ καὶ ὁ θεατὴς ἐραστής, οὐδ̓ ὀφθαλμὸς ἀτρεμεῖ, ἀλλὰ τὸ δακρύον ἐμιμήσατο. [5] Ἐπειδὴ γὰρ εἰς τὰ ὄμματα τῶν καλῶν τὸ κάλλος κάθηται, ῥέον ἐκεῖθεν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων ἵσταται καὶ τῶν δακρύων τὴν πηγὴν συνεφέλκεται. Ὁ δὲ ἐραστὴς δεξάμενος ἄμφω τὸ μὲν κάλλος εἰς τὴν ψυχὴν ἥρπασε, τὸ δὲ δάκρυον εἰς τοὺς ὀφθαλμοὺς ἐτήρησεν, ὁραθῆναι δὲ εὔχεται, καὶ ἀποψήσασθαι δυνάμενος οὐκ ἐθέλει, ἀλλὰ τὸ δάκρυον, ὡς δύναται, κατέχει καὶ φοβεῖται μὴ πρὸ καιροῦ φύγῃ. [6] Ὁ δὲ καὶ τῶν ὀφθαλμῶν τὴν κίνησιν ἐπέχει, μὴ πρὶν τὸν ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν: μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι καὶ φιλεῖ. [7] Τοιοῦτό τι τῷ Θερσάνδρῳ συμβεβήκει: ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη δακρύει. [8] Λέγει οὖν πρὸς τὸν Σωσθένην προσκύψας ‘νῦν μὲν αὐτὴν θεράπευσον, ὁρᾷς γὰρ ὡς ἔχει λύπης: ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς ἂν μὴ ὀχληρὸς εἴην: ὅταν δ̓ ἡμερώτερον διατεθῇ, τότε αὐτῇ διαλεχθήσομαι. [9] Σὺ δέ, ὦ γύναι, θάρρει: ταχὺ γὰρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι.’ Εἶτα πρὸς τὸν Σωσθένην πάλιν ἐξιὼν ‘ὅπως εἴπῃς τὰ εἰκότα περὶ ἐμοῦ: ἕωθεν δὲ ἧκε πρός με κατορθώσας’ ἔφη. Ἐπὶ τούτοις ἀπηλλάττετο.
Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, ἔτυχεν ἐπὶ τὴν Λευκίππην μετὰ τὴν πρός με ὁμιλίαν εὐθὺς εἰς τοὺς ἀγροὺς ἡ Μελίτη νεανίσκον ἀποστείλασα, ἐπείγειν αὐτὴν εἰς τὴν ἐπάνοδον, μηδὲν ἔτι δεομένη φαρμάκων. [2] Ὡς οὖν ἧκεν οὗτος εἰς τοὺς ἀγρούς, καταλαμβάνει τὰς θεραπαινίδας ζητούσας τὴν Λευκίππην καὶ πάνυ τεταραγμένας: ὡς δὲ ἦν οὐδαμοῦ, δρόμῳ φθάσας ἀπήγγειλε τὸ συμβάν. [3] Ἡ δὲ ὡς ἤκουσε τὰ περὶ ἐμοῦ, ὡς εἴην εἰς τὸ δεσμωτήριον ἐμβληθείς, εἶτα περὶ τῆς Λευκίππης, ὡς ἀφανὴς ἐγένετο, νέφος αὐτῆς κατεχύθη λύπης. [4] Καὶ τὸ μὲν ἀληθὲς οὐκ εἶχεν εὑρεῖν, ὑπενόει δὲ τὸν Σωσθένην: βουλομένη δὲ φανερὰν αὐτῆς τὴν ζήτησιν ποιήσασθαι διὰ τοῦ Θερσάνδρου, τέχνην λόγων ἐπενόησεν, ἥτις μεμιγμένην εἶχε τῷ σοφίσματι τὴν ἀλήθειαν.
Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλιν ‘σὺ τὸν μοιχὸν ἐξέκλεψας: σὺ τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας: σὸν τὸ ἔργον: τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις, ἀλλ̓ οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;’ ἡ Μελίτη ‘ποῖον μοιχόν;’ ἔφη: ‘τί πάσχεις; εἰ γὰρ θέλεις τὴν μανίαν ἀφεὶς ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν. [2] Ἓν οὖν σου δέομαι, γενοῦ μοι δικαστὴς ἴσος, καὶ καθήρας μέν σου τὰ ὦτα τῆς διαβολῆς, ἐκβαλὼν δὲ τῆς καρδίας τὴν ὀργήν, τὸν δὲ λογισμὸν ἐπιστήσας κριτὴν ἀκέραιον ἄκουσον. Ὁ νεανίσκος οὗτος οὔτε μοιχὸς ἦν ἐμὸς οὔτ̓ ἀνήρ, ἀλλὰ τὸ μὲν γένος ἀπὸ Φοινίκης, Τυρίων οὐδενὸς δεύτερος: ἔπλευσε δὲ καὶ αὐτὸς οὐκ εὐτυχῶς, ἀλλὰ πᾶς ὁ φόρτος αὐτοῦ γέγονε τῆς θαλάσσης. [3] Ἀκούσασα τὴν τύχην ἠλέησα καὶ ἀνεμνήσθην σου, καὶ παρέσχον ἑστίαν ‘τάχα’ λέγουσα ‘καὶ Θέρσανδρος οὕτω που πλανᾶται: τάχα’ λέγουσα ‘τὶς κἀκεῖνον ἐλεήσει γυνή. Εἰ δὲ τῷ ὄντι τέθνηκε κατὰ τὴν θάλασσαν, ὡς ἡ φήμη λέγει, [4] φέρε πάντα τιμήσωμεν τὰ ναυάγια.’ Πόσους καὶ ἄλλους ἔθρεψα νεναυαγηκότας; πόσους ἔθαψα τῆς θαλάσσης νεκρούς; Εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν ἐλάμβανον, ‘τάχα’ ἔλεγον ‘ἐπὶ ταύτης τῆς νεὼς [5] Θέρσανδρος ἔπλει.’ Εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς θαλάσσης σωζομένων: ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον. Ἔπλευσεν ὥσπερ σύ: ἐτίμων φίλτατε, τῆς σῆς συμφορᾶς τὴν εἰκόνα. Πῶς οὖν ἐνταῦθα συνεπηγόμην; [6] ὁ λόγος ἀληθής. Ἔτυχε μὲν πενθῶν γυναῖκα, ἡ δ̓ ἄρα ἐλάνθανεν οὐκ ἀποθανοῦσα: τοῦτό τις αὐτῷ καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν ἡμετέρων ἐπιτρόπων: Σωσθένην δὲ ἔλεγε. Καὶ οὕτως εἶχε: [7] τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν. Διὰ τοῦτο ἠκολούθησέ μοι. Ἔχεις τὸν Σωσθένη
ν, πάρεστιν ἡ γυνὴ κατὰ τοὺς ἀγρούς. Ἐξέτασον τῶν λεχθέντων ἕκαστον. Εἴ τι ἐψευσάμην, μεμοίχευμαι.’
Ταῦτα δὲ ἔλεγε προσποιησαμένη τὸν ἀφανισμὸν τῆς Λευκίππης μὴ ἐγνωκέναι: ταμιευσαμένη αὖθις, εἰ ζητήσει ὁ Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς θεραπαινίδας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν, ἂν μὴ παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ ἦν, οὐδαμοῦ φαίνεσθαι τὴν κόρην. [2] Οὕτω γὰρ αὐτὴν ἐγκεῖσθαι πρὸς τὴν ζήτησιν φανερῶς, ὡς καὶ τὸν Θέρσανδρον ἐπαναγκάσαι. Ταῦτα οὖν ὑποκριναμένη πιθανῶς κἀκεῖνα προσετίθει ‘πίστευσον, ἄνερ: οὐδέν μου, φίλτατε, παρὰ τὸν τῆς συμβιώσεως κατέγνωκας χρόνον: [3] μηδὲ νῦν τοιοῦτον ὑπολάβῃς. Ἡ δὲ φήμη διαπεφοίτηκεν ἐκ τῆς εἰς τὸν νεανίσκον τιμῆς, οὐκ εἰδότων τῶν πολλῶν τὴν αἰτίαν τῆς κοινωνίας. [4] Καὶ γὰρ σὺ φήμῃ τέθνηκας. Φήμη δὲ καὶ Διαβολὴ δύο συγγενῆ κακά: θυγάτηρ ἡ Φήμη τῆς Διαβολῆς. Καὶ ἔστι μὲν ἡ Διαβολὴ μαχαίρας ὀξυτέρα, πυρὸς σφοδροτέρα, Σειρήνων πιθανωτέρα: ἡ δὲ Φήμη ὕδατος ὑγροτέρα, πνεύματος δρομικωτέρα, πτερῶν ταχυτέρα. [5] Ὅταν οὖν ἡ Διαβολὴ τοξεύσῃ τὸν λόγον, ὁ μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα καθ̓ οὗ πέμπεται, ὁ δὲ ἀκούων ταχὺ πείθεται καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται καὶ ἐπὶ τὸν βληθέντα μαίνεται: τεχθεῖσα δὲ ἡ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διάττει δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ. [6] Ταῦτά με τὰ δύο πολεμεῖ: ταῦτά σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις τῶν ὤτων σου τὰς θύρας.’