Complete Works of Achilles Tatius
Page 38
Καὶ ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. Ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν: οὐ μέντοι τέλεον ἐπίστευσε: ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκνιπτόν ἐστιν. [2] Ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. Τότε μὲν οὖν εἰπὼν ἐξετάσειν περὶ τῶν εἰρημένων, κοιμησόμενος ᾤχετο καθ̓ αὑτόν: ἡ δὲ Μελίτη κακῶς εἶχε τὴν ψυχήν, ὡς ἐκπεσοῦσα πρός με τῆς ὑποσχέσεως. [3] Ὁ δὲ Σωσθένης προπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονὴν ‘κατωρθώσαμεν’ εἶπεν ‘ὦ Λάκαινα: Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε: τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν. [4] Ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. Τί κλάεις; ἀνάστηθι καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ: μνημόνευε δὲ κἀμοῦ.’
Καὶ ἡ Λευκίππη ‘τοιαῦτα σοὶ’ ἔφη ‘γένοιτο εὐτυχήματα, οἷα ἐμοὶ κομίζων πάρει.’ Ὁ δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τὰ ὄντα λέγειν, φιλοφρονούμενος προσετίθει ‘βούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν μᾶλλον ἡσθείης. [2] Μελέτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς ἀγροῖς, γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων: πλοῦτος μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον ἡ χρηστότης: τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ καλός, [3] ὃ μάλιστα τέρπει γυναῖκα.’ Πρὸς τοῦτο οὐχ ὑπήνεγκεν ἡ Λευκίππη ληροῦντα τὸν Σωσθένην, ἀλλ̓ ‘ὦ κακὸν σὺ θηρίον’ ἔφη ‘μέχρι τίνος μοι [4] μιαίνεις τὰ ὦτα; Τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; Καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει, χρηστός τε καὶ μεγαλόψυχος τοῖς δεομένοις: ἐμοὶ δὲ οὐδὲν μέλει τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε Κροίσου πλουσιώτερος. [5] Τί μοι καταλέγεις σωρὸν ἀλλοτρίων ἐγκωμίων; Τότε ἐπαινέσω Θέρσανδρον ὡς ἄνδρα ἀγαθόν, ὅταν εἰς τὰς ἀλλοτρίας μὴ ἐνυβρίζῃ γυναῖκας.’
Καὶ ὁ Σωσθένης σπουδάσας εἶπε ‘παίζεις.’ ‘Πῶς παίζω;’ ἔφη. ‘Ἔα με, ἄνθρωπε, ὑπὸ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος: οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.’ ‘Δοκεῖς μοι’ ἔφη ‘μαίνεσθαι μανίαν ἀνήκεστον. [2] Πειρατήριον ταῦτα εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα τοιοῦτον λαβούσῃ παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου πυλῶν ἀναγαγεῖν;’ Εἶτα κατέλεγε τὴν ναυαγίαν, ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν δελφῖνα τὸν Ἀρίονος. [3] Ὡς δ̓ οὐδὲν ἡ Λευκίππη οὐκέτι μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, ‘σκέψαι’ ἔφη ‘κατὰ σὲ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς, μὴ παροξύνῃς χρηστὸν ἄνδρα: [4] ὀργισθεὶς γὰρ ἀφόρητός ἐστι. Χρηστότης γὰρ τυγχάνουσα μὲν χάριτος ἐπὶ μᾶλλον αὔξεται, προπηλακισθεῖσα δὲ εἰς ὀργὴν ἐρεθίζεται. Τὸ γὰρ περιττὸν εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν.’
Τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως: Κλεινίας δὲ καὶ ὁ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ καθεῖρχθαι (διηγγέλκει γὰρ αὐτοῖς ἡ Μελίτη) τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. Καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, ὁ δὲ ἐπὶ τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλ̓ ἐκέλευεν ἀπαλλάττεσθαι αὐτοὺς τὴν ταχίστην. [2] Ὁ μὲν δὴ τούτους ἀπήλασεν ἄκοντας, ἐγὼ δὲ ἐντειλάμενος αὐτοῖς περὶ τῆς Λευκίππης, εἰ παραγένοιτο, περὶ τὴν ἕω σπουδῇ πρός με ἥκειν, καὶ τὰς τῆς Μελίτης διηγησάμενος ὑποσχέσεις, τὴν ψυχὴν εἶχον ἐπὶ τρυτάνης ἐλπίδος καὶ φόβου, καὶ ἐφοβεῖτό μου τὸ ἐλπίζον καὶ ἤλπιζε τὸ φοβούμενον.
Ἡμέρας δὲ γενομένης ὁ μὲν Σωσθένης ἐπὶ τὸν Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ̓ ἐμέ. Ὡς δὲ εἶδεν ὁ Θέρσανδρος τὸν Σωσθένην, ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ πρὸς αὐτόν. [2] Ὁ δὲ τὸν μὲν ὄντα λόγον οὐ λέγει, σοφίζεται δέ τι μάλα πιθανῶς. ‘Ἀρνεῖται μὲν γὰρ’ εἶπεν, ‘οὐ μὴν ἡγοῦμαι τὴν ἄρνησιν αὐτῆς οὕτως ἔχειν ἁπλῶς, ἀλλ̓ ὑπονοεῖν μοι δοκεῖ σε χρησάμενον ἅπαξ ἀφήσειν, [3] καὶ ὀκνεῖ τὴν ὕβριν.’ ‘Ἀλλὰ τούτου γε ἕνεκεν’ εἶπεν ὁ Θέρσανδρος ‘θαρρείτω: τὸ γὰρ ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. Ἓν δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη, ὡς ἡ Μελίτη μοι διηγήσατο.’ [4] Ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης δωμάτιον. Ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, ἀκούουσιν αὐτῆς ποτνιωμένης. Ἔστησαν οὖν ἀψοφητὶ κατόπιν τῶν θυρῶν.
‘Οἴμοι Κλειτοφῶν’ (τοῦτο γὰρ ἔλεγε πολλάκις) ‘οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι: οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν. [2] Ἆρα μή σε κατέλαβε Θέρσανδρος ἐπὶ τῆς οἰκίας; ἆρα μὴ καὶ σύ τι πέπονθας ὑβριστικόν; Πολλάκις ἠθέλησα πυθέσθαι παρὰ τοῦ Σωσθένους, ἀλλ̓ οὐκ εἶχον ὅπως πύθωμαι. Εἰ μὲν ὡς περὶ ἀνδ�
�ὸς ἐμαυτῆς, ἐφοβούμην μή τί σοι κινήσω κακόν, παροξύνασα Θέρσανδρον ἐπὶ σέ: εἰ δὲ ὡς περὶ ξένου τινός, ὑπόνοια καὶ τοῦτο ἦν. [3] Τί γὰρ μέλει γυναικὶ περὶ τῶν οὐχ ἑαυτῆς; Ποσάκις ἐμαυτὴν ἐβιασάμην, ἀλλ̓ οὐκ ἔπειθον τὴν γλῶσσαν εἰπεῖν, ἀλλὰ ταῦτα μόνον ἔλεγον ‘ἄνερ Κλειτοφῶν, Λευκίππης μόνης ἄνερ, ἄνερ πιστὲ καὶ βέβαιε, ὃν οὐδὲ συγκαθεύδουσα πέπεικεν ἄλλη γυνή, κἂν εἰ ἡ ἄστοργος ἐγὼ πεπίστευκα, [4] μετὰ τοσοῦτον ἰδοῦσά σε χρόνον ἐν τοῖς ἀγροῖς οὐ κατεφίλησα.’ Νῦν οὖν ἂν Θέρσανδρος ἔλθῃ πυνθανόμενος, τί πρὸς αὐτὸν εἴπω; Ἆρα ἀποκαλύψασα τοῦ δράματος τὴν ὑπόκρισιν διηγήσομαι τὴν ἀλήθειαν; Μή με νομίσῃς ἀνδράποδον εἶναι, [5] Θέρσανδρε. Στρατηγοῦ θυγάτηρ εἰμὶ Βυζαντίων, πρώτου Τυρίων γυνή: οὐκ εἰμὶ Θετταλή: οὐ καλοῦμαι Λάκαινα: ὕβρις αὕτη ἐστὶ πειρατική: λελῄστευμαι καὶ τοὔνομα. [6] Ἀνήρ μοι Κλειτοφῶν, πατρὶς Βυζάντιον, Σώστρατος πατήρ, μήτηρ Πάνθεια. Ἀλλ̓ οὐδὲ πιστεύσεις ἐμοὶ λεγούσῃ. Φοβοῦμαι δὲ καὶ ἐὰν πιστεύσῃς περὶ Κλειτοφῶντος, μὴ τὸ ἄκαιρόν μου τῆς ἐλευθερίας τὸν φίλτατον ἀπολέσῃ. Φέρε πάλιν ἐνδύσωμαί μου τὸ δρᾶμα: φέρε πάλιν περίθωμαι τὴν Λάκαιναν.’
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος μικρον ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένην ‘ἤκουσας ἀπίστων ῥημάτων γεμόντων ἔρωτος, ὅσα εἶπεν, ὅσα ὠδύρατο, οἷα ἑαυτὴν κατεμέμψατο; ὁ μοιχός μου κρατεῖ πανταχοῦ: δοκῶ, ὁ λῃστὴς καὶ φαρμακεύς ἐστι. Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ. [2] Ὄφελον, ὦ Ζεῦ, γενέσθαι Κλειτοφῶν.’ ‘Ἀλλ̓ οὐ μαλακιστέον’ ὁ Σωσθένης ἔφη ‘δέσποτα, πρὸς τὸ ἔργον, ἀλλ̓ ἐπὶ τὴν κόρην ἰτέον αὐτήν. [3] Καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ καταράτου τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ κεκοινώνηκεν ἑτέρῳ, πάσχει τὴν ψυχὴν ὑπ̓ αὐτοῦ: ἂν δ̓ ἅπαξ εἰς ταὐτὸν ἔλθῃς ‘πολλῷ δὲ διαφέρεις ἐκείνου εἰς εὐμορφίαν’, ἐπιλήσεται τέλεον αὐτοῦ. [4] Παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως: γυνὴ δὲ καὶ μάλιστα τὸ παρὸν φιλεῖ, τοῦ δ̓ ἀπόντος, ἕως καινὸν οὐχ εὗρε, μνημονεύει: προσλαβοῦσα δὲ ἕτερον, τὸν πρότερον τῆς ψυχῆς ἀπήλειψε.’ [5] Ταῦτα ἀκούσας ὁ Θέρσανδρος ἠγέρθη: λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος: τὸ γὰρ ἐπιθυμοῦν σύμμαχον ὃ θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα.
Διαλιπὼν οὖν ὀλίγον ἐφ̓ οἷς πρὸς ἑαυτὴν ἐλάλησεν ἡ Λευκίππη, ὡς ἂν μὴ δοκοίη τι κατακοῦσαι τῶν ὑπ̓ αὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας ἑαυτὸν εἰς τὸ ἐπαγωγότερον πρὸς θέαν, ὡς ᾤετο. Ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν, [2] καὶ ἔδοξεν αὐτῷ τότε καλλίων γεγονέναι. Θρέψας γὰρ ὅλης τῆς νυκτὸς τὸ πῦρ, ὅσον χρόνον ἀπελείφθη τῆς κόρης, ἀνεζωπύρησεν ἐξαίφνης ὕλην λαβὼν εἰς τὴν φλόγα τὴν θέαν, καὶ μικροῦ μὲν προσπεσὼν περιεχύθη τῇ κόρῃ. Καρτερήσας δ̓ οὖν καὶ παρακαθίσας διελέγετο ἄλλοτε ἄλλα ῥήματα συνάπτων οὐκ ἔχοντα νοῦν. [3] Τοιοῦτοι γὰρ οἱ ἐρῶντες, ὅταν πρὸς τὰς ἐρωμένας ζητήσωσι λαλεῖν. Οὐ γὰρ ἐπιστήσαντες τὸν λογισμὸν τοῖς λόγοις, ἀλλὰ τὴν ψυχὴν εἰς τὸ ἐρώμενον ἔχοντες τῇ γλώττῃ μόνον χωρὶς ἡνιόχου τοῦ λογισμοῦ λαλοῦσιν. [4] Ἅμα οὖν συνδιαλεγόμενος καὶ ἐπιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ περιέβαλεν, ὡς μέλλων φιλήσειν: ἡ δὲ προϊδοῦσα τῆς χειρὸς τὴν ὁδὸν νεύει κάτω καὶ εἰς τὸν κόλπον κατεδύετο. [5] Ὁ δὲ οὐδὲν ἧττον περιβαλὼν ἀνέλκειν τὸ πρόσωπον ἐβιάζετο: ἡ δὲ ἀντικατεδύετο καὶ ἀπεκρούετο τὰ φιλήματα. Ὡς δὲ χρόνος ἐγίνετο τῇ τῆς χειρὸς πάλῃ, φιλονεικία λαμβάνει τὸν Θέρσανδρον ἐρωτική, καὶ τὴν μὲν λαιὰν ὑποβαλὼν τῷ προσώπῳ κάτω, τῇ δὲ δεξιᾷ τῆς κόμης λαβόμενος τῇ μὲν εἷλκεν εἰς τοὐπίσω, τῇ δὲ τὸν ἀνθερεῶνα ὑπερείδων ἀνεώθει. [6] Ὡς δέ ποτε ἐπαύσατο τῆς βίας ἢ τυχὼν ἢ μὴ τυχὼν ἢ καμών, λέγει πρὸς αὐτὸν ἡ Λευκίππη ‘οὔτε ὡς ἐλεύθερος ποιεῖς οὔτε ὡς εὐγενής: καὶ σὺ μιμῇ Σωσθένην: ἄξιος ὁ δοῦλος τοῦ δεσπότου. Ἀλλὰ ἀπέχου τοῦ λοιποῦ, μηδὲ ἐλπίσῃς τυχεῖν, πλὴν εἰ μὴ γένῃ Κλειτοφῶν.’
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος οὐκ εἶχεν ὅστις γένηται: καὶ γὰρ ἤρα καὶ ὠργίζετο. Θυμὸς δὲ καὶ ἔρως δύο λαμπάδες. Ἔχει γὰρ καὶ ὁ θυμὸς ἄλλο πῦρ, καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν ὅμοιον. [2] Ὁ μὲν γὰρ παροξύνει μισεῖν, ὁ δὲ ἀναγκάζει φιλεῖν: καὶ ἀλλήλων πάροικος ἡ τοῦ πυρός ἐστι πηγή. Ὁ μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, ὁ δὲ τῇ καρδίᾳ περιμαίνεται. [3] Ὅταν οὖν ἄμφω τὸν ἄνθρωπον καταλάβωσι, γίνεται μὲν αὐτοῖς ἡ ψυχὴ τρυτάνη, τὸ δὲ πῦρ ἑκατέρου ταλαντεύεται. Μάχονται δὲ ἄμφω περὶ τῆς ῥοπῆς: καὶ τὰ πολλὰ μὲν ὁ ἔρως εἴωθε νικᾶν, ὅταν εἰς τὴν ἐπιθυμίαν εὐτυχῇ: ἢν δὲ αὐτὸν ἀτιμάσῃ τὸ ἐρώμενον, αὐτὸς τὸν θυμὸν εἰς συμμαχίαν καλεῖ. [4] Κἀκεῖνος ὡς γείτων πείθεται, καὶ ἀνάπτουσιν ἄμφω τὸ πῦρ. Ἂν δὲ ἅπαξ ὁ θυμὸς τὸν ἔρωτα παῤ αὑτῷ λάβῃ καὶ τῆς οἰκείας ἕδρας ἐκπεσόντα κατάσχῃ, φύσει τε ὢν ἄσπονδος οὐχ ὡς φίλῳ πρὸς τὴν ἐπιθυμίαν συμμαχεῖ, ἀλλ̓ ὡς δοῦλον τῆς ἐπιθυμίας πεδήσας κρατεῖ, οὐκ ἐπιτρέπει δὲ αὐτῷ σπείσασθαι πρὸς τὸ ἐρώμενον, κἂν θέλῃ. [5] Ὁ δὲ τῷ θυμῷ βεβαπτισμένος καταδύεται, καὶ εἰς τὴν ἰδίαν ἀρχὴν ἐκπηδῆσαι θέλων οὐκέτι ἐστὶν ἐλεύθερος, ἀλλὰ μισεῖν ἀναγκάζεται τὸ
φιλούμενον. Ὅταν δὲ ὁ θυμὸς καχλάζων γεμισθῇ, καὶ τῆς ἐξουσίας ἐμφορηθεὶς ὑπερβλύσῃ, κάμνει μὲν ἐκ τοῦ κόρου, καμὼν δὲ παρίεται, καὶ ὁ ἔρως ἀμύνεται καὶ ὁπλίζει τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν ἤδη καθεύδοντα νικᾷ. [6] Ὁρῶν δὲ τὰς ὕβρεις, ἃς κατὰ τῶν φιλτάτων ἐπαρῴνησεν, ἀλγεῖ καὶ πρὸς τὸ ἐρώμενον ἀπολογεῖται, καὶ εἰς ὁμιλίαν παρακαλεῖ, καὶ τὸν θυμὸν ἐπαγγέλλεται καταμαλάττειν ἡδονῇ. [7] Τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται: ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται. Ὁ δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ: ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός.