Book Read Free

Complete Works of Achilles Tatius

Page 43

by Achilles Tatius


  Ὁ μὲν δὴ ταῦτα εἰπὼν ἐπαύσατο: παρελθὼν δὲ ὁ ἱερεὺς (ἦν δὲ εἰπεῖν οὐκ ἀδύνατος, μάλιστα δὲ τὴν Ἀριστοφάνους ἐζηλωκὼς κωμῳδίαν) ἤρξατο αὐτὸς λέγειν, πάνυ ἀστείως καὶ κωμῳδικῶς εἰς πορνείαν αὐτοῦ καθαπτόμενος ‘παρὰ τὴν θεὸν’ λέγων ‘λοιδορεῖσθαι μὲν οὕτως ἀκόσμως τοῖς εὖ βεβιωκόσι στόματος ἐστὶν οὐ καθαροῦ. [2] Οὗτος δὲ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ πανταχοῦ τὴν γλῶτταν μεστὴν ὕβρεως ἔχει. Καίτοιγε νέος ὢν συνεγίνετο πολλοῖς αἰδοίοις ἀνδράσι καὶ τὴν ὥραν ἅπασαν εἰς τοῦτο δεδαπάνηκε. Σεμνότητα δεδόρκει καὶ σωφροσύνην ὑπεκρίνετο, παιδείας προσποιούμενος ἐρᾶν καὶ τοῖς εἰς ταύτην αὐτῷ χρωμένοις πάντα ὑποκύπτων καὶ ὑποκατακλινόμενος ἀεί. [3] Καταλιπὼν γὰρ τὴν πατρῴαν οἰκίαν, ὀλίγον ἑαυτῷ μισθωσάμενος στενωπεῖον, εἶχεν ἐνταῦθα τὸ οἴκημα, ὁμηρίζων μὲν τὰ πολλά, πάντας δὲ τοὺς χρησίμους πρὸς ἅπερ ἤθελε προσεταιριζόμενος. Καὶ οὕτω μὲν ἀσκεῖν τὴν ψυχὴν ἐνομίζετο: ἦν δ̓ ἄρα τοῦτο κακουργίας ὑπόκρισις. [4] Ἔπειτα κἀν τοῖς γυμνασίοις ἑωρῶμεν πῶς τὸ σῶμα ὑπηλείφετο καὶ πῶς πλέκτρον περιέβαινε καὶ τοὺς μὲν νεανίσκους, οἷς προσεπάλαιε, πρὸς τοὺς ἀνδρειοτέρους μάλιστα συμπλεκόμενος: οὕτως αὑτοῦ κέχρηται καὶ τῷ σώματι. [5] Ταῦτα μὲν οὖν ὡραῖος ὥν: ἐπεὶ δὲ εἰς ἄνδρας ἧκε, πάντα ἀπεκάλυψεν, ἃ τότε ἀπέκρυπτε. Καὶ τοῦ μὲν ἄλλου σώματος ἔξωρος γενόμενος ἠμέλησε, μόνην δὲ τὴν γλῶτταν εἰς ἀσέλγειαν ἀκονᾷ καὶ τῷ στόματι χρῆται πρὸς ἀναισχυντίαν, ὑβρίζων πάντας, ἐπὶ τῶν προσώπων φέρων τὴν ἀναίδειαν, ὃς οὐκ ᾐδέσθη τὸν ὑφ̓ ὑμῶν ἱερωσύνῃ τετιμημένον οὕτως ἀπαιδεύτως βλασφημῶν ὑμῶν ἐναντίον. [6] Ἀλλ̓ εἰ μὲν ἄλλῃ που βεβιωκὼς ἔτυχον καὶ μὴ παῤ ὑμῖν, ἔδει μοι λόγων περὶ ἐμαυτοῦ καὶ τῶν ἐμοὶ βεβιωμένων: ἐπεὶ δὲ σύνιστέ μοι πόρρω τῶν τούτου βλασφημιῶν τὸν βίον ἔχοντι, φέρε εἴπω πρὸς ὑμᾶς περὶ ὧν ἐγκέκλημαι. [7] ‘Ἔλυσας’ φησὶ ‘τὸν θανάτου κατεγνωσμένον’ καὶ ἐπὶ τούτῳ πάνυ δεινῶς ἐσχετλίασε, τύραννον ἀποκαλῶν με καὶ ὅσα δὴ κατετραγῴδησέ μου. Ἔστι δὲ οὐχ ὁ σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ̓ ὁ τοὺς μηδὲν ἀδικοῦντας μήτε βουλῆς μήτε δήμου κατεγνωκότος. [8] Ἢ κατὰ ποίους νόμους, εἰπέ, τοῦτον τὸν ξένον νεανίσκον κατέκλεισας πρῶτον εἰς τὸ δεσμωτήριον; Τίς προέδρων κατέγνω; Ποῖον δικαστήριον ἐκέλευσε δεθῆναι τὸν ἄνθρωπον; Ἔστω γὰρ πάντα ἀδικήσας, ὅσα ἂν εἴπῃς, ἀλλὰ κριθήτω πρῶτον, ἐλεγχθήτω λόγου μεταλαβών. Ὁ νόμος αὐτόν, ὁ καὶ σοῦ καὶ πάντων κύριος, δησάτω. [9] Οὐδενὸς γὰρ οὐδείς ἐστιν ἄνευ κρίσεως δυνατώτερος. Κλεῖσον οὖν τὰ δικαστήρια, κάθελε τὰ βουλευτήρια, ἔκβαλε τοὺς στρατηγούς. Πάντα γὰρ ὅσα σὺ πρὸς τὸν πρόεδρον εἴρηκας ἔοικα δικαιότερον ἐρεῖν κατὰ σοῦ ἀληθῶς. Ὑπανάστηθι Θερσάνδρῳ, πρόεδρε. Μέχρι μόνων ὀνομάτων πρόεδρος εἶ. [10] Οὗτος τὰ σὰ ποιεῖ, μᾶλλον δὲ ὅσα οὐδὲ σύ. Σὺ μὲν γὰρ συμβούλους ἔχεις, καὶ οὐδὲν ἄνευ τούτων ἔξεστί σοι: ἀλλ̓ οὔτε τι τῆς ἐξουσίας δράσειας ἂν πρὶν ἐλθεῖν ἐπὶ τοῦτον τὸν θρόνον, οὔτε ἐπὶ τῆς σῆς οἰκίας ποτὲ δεσμὸν ἀνθρώπου κατέγνως. Ὁ δὲ γενναῖος οὗτος πάντα ἑαυτῷ γίνεται, [11] δῆμος, βουλή, πρόεδρος, στρατηγός. Οἴκοι κολάζει καὶ δικάζει καὶ δεθῆναι κελεύει, καὶ ὁ τῆς δίκης καιρὸς ἑσπέρα ἐστί. Καλός γε καὶ ὁ νυκτερινὸς δικαστής. Καὶ νῦν πολλάκις βοᾷ ‘κατάδικον ἔλυσας θανάτῳ παραδοθέντα.’ Ποίῳ θανάτω; ποῖον κατάδικον; [12] Εἰπέ μοι τοῦ θανάτου τὴν αἰτίαν. ‘Ἐπὶ φόνῳ κατέγνωσται’ φησί. Πεφόνευκεν οὖν; Εἰπέ μοι, τίς ἐστιν, ἣν ἀπέκτεινε; Ἣν γὰρ ἔλεγες ἀνῃρῆσθαι, ζῶσαν βλέπεις, καὶ οὐκ ἂν ἔτι τολμήσειας τὸν αὐτὸν αἰτιᾶσθαι φόνου. Οὐ γὰρ δὴ τοῦτο τῆς κόρης ἐστὶν εἴδωλον: οὐκ ἀνέπεμψεν ὁ Ἀιδωνεὺς κατὰ σοῦ τὴν ἀνῃρημένην. [13] Δυσὶ μὲν οὖν φόνοις ἔνοχος εἶ. Τὴν μὲν γὰρ ἀπέκτεινας τῷ λόγῳ, τὸν δὲ τοῖς ἔργοις ἠθέλησας, μᾶλλον δὲ καὶ ταύτην ἔμελλες: τὸ γὰρ δρᾶμά σου τὸ ἐπὶ τῶν ἀγρῶν ἠκούσαμεν. Ἡ δὲ Ἄρτεμις ἡ μεγάλη θεὸς ἀμφοτέρους ἔσωσε, τὴν μὲν ἐκ τῶν τοῦ Σωσθένους χειρῶν ἐξαρπάσασα, τὸν δὲ τῶν σῶν. [14] Καὶ τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ: οὐκ αἰσχύνῃ δὲ ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω συκοφαντῶν ἐλήλεγξαι; Τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον εἰρήσθω πρὸς τὰς τούτου βλασφημίας, τὸν δὲ ὑπὲρ τῶν ξένων λόγον αὐτοῖς τούτοις παραδίδωμι.’

  Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ τῆς βουλῆς, λέγειν, φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου συνήγορος, ‘ἀλλ̓ ἐμὸς’ εἶπεν ‘ἐντεῦθεν ὁ λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε (τοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορι), εἶτα σός: ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο, ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι καὶ τοῦ κατὰ τὸν δεσμώτην μέρους. [2] Ὅταν οὖν ἀποδείξω δυσὶ θανάτοις ἔνοχον ὄντα, τότε ἂν εἴη καὶ σοὶ καιρὸς ἀπολύσασθαι τὰς αἰτίας.’ Ταῦτα εἰπὼν καὶ τερατευσάμενος καὶ τρίψας τὸ πρόσωπον ‘τῆς μὲν τοῦ ἱερέως κωμῳδίας’ ἔφη ‘ἠκούσαμεν, πάντα ἀσελγῶς καὶ ἀναισχύντως ὑποκριναμένου τὰ εἰς τὸν Θέρσανδρον προσκρούσματα.’ [3] Καὶ τοῦ λόγου τὸ προοίμιον μέ
μψεις εἰς Θέρσανδρον ἐφ̓ οἷς εἰς αὐτὸν εἶπεν. Ἀλλὰ Θέρσανδρος μὲν οὐδὲν ὧν εἶπεν εἰς τοῦτον ἐψεύσατο: καὶ γὰρ δεσμώτην ἔλυσε καὶ πόρνην ὑπεδέξατο καὶ συνέγνω μοιχῷ: ἃ δὲ αὐτὸς μᾶλλον ἀναιδῶς ἐσυκοφάντησε διασύρων τὸν Θερσάνδρου βίον, οὐδεμιᾶς ἀπήλλακται συκοφαντίας. [4] Ἱερεῖ δὲ ἔπρεπεν, εἴπερ ἄλλο, καὶ τοῦτο, καθαρὰν ἔχειν τὴν γλῶτταν ὕβρεως (χρήσομαι γὰρ τοῖς αὐτοῦ πρὸς αὐτόν:) ἃ δὲ μετὰ τὴν κωμῳδίαν ἐτραγῴδησεν ἤδη οὕτω φανερῶς καὶ οὐκέτι δἰ αἰνιγμάτων, σχετλιάζων εἰ μοιχόν τινα λαβόντες ἐδήσαμεν, ὑπερτεθαύμακα τί τοσοῦτον ἴσχυσε πρίασθαι πρὸς τὴν τοσαύτην σπουδήν. [5] Ὑπονοεῖν γὰρ τἀληθὲς ἔστιν. Εἶδε γὰρ τῶν ἀκολάστων τούτων τὰ πρόσωπα, τοῦ τε μοιχοῦ καὶ τῆς ἑταίρας. Ὡραία μὲν γὰρ αὕτη καὶ νέα, ὡραῖον δὲ καὶ τοῦτο τὸ μειράκιον καὶ οὐδέπω τὴν ὄψιν ἀργαλέον, ἀλλ̓ ἔτι χρήσιμον πρὸς τὰς τοῦ ἱερέως ἡδονάς. [6] Ὁποτέρα σε τούτων ἐωνήσατο; κοινῇ γὰρ πάντες ἐκαθεύδετε καὶ ἐμεθύετε κοινῇ, καὶ τῆς νυκτὸς ὑμῶν οὐδεὶς γέγονε θεατής. Φοβοῦμαι μὴ τὸ τῆς Ἀρτέμιδος ἱερὸν Ἀφροδίτης πεποιήκατε, καὶ περὶ ἱερωσύνης κρινοῦμεν, εἰ δεῖ σε τὴν τιμὴν ταύτην ἔχειν. [7] Τὸν δὲ Θερσάνδρου βίον ἴσασι πάντες καὶ ἐκ πρώτης ἡλικίας μετὰ σωφροσύνης κόσμιον, καὶ ὡς εἰς ἄνδρας ἐλθὼν ἔγημε κατὰ τοὺς νόμους, σφαλεὶς μὲν εἰς τὴν περὶ τῆς γυναικὸς κρίσιν (οὐ γὰρ εὗρεν ἣν ἤλπισε), τῷ δὲ ταύτης γένει καὶ τῇ οὐσίᾳ πεπιστευκώς. [8] Εἰκὸς γὰρ αὐτὴν καὶ πρὸς ἄλλους τινὰς ἡμαρτηκέναι τὸν πρόσθεν χρόνον, λανθάνειν δὲ ἐπ̓ ἐκείνοις χρηστὸν ἄνδρα. Τὸ δὲ τελευταῖον τοῦ δράματος πᾶσαν ἀπεκάλυψε τὴν αἰδῶ, [9] πεπλήρωται δὲ ἀναισχυντίας. Τοῦ γὰρ ἀνδρὸς στειλαμένου τινὰ μακρὰν ἀποδημίαν, καιρὸν τοῦτον νενόμικεν εὔκαιρον μοιχείας, καὶ νεανίσκον εὑροῦσα πόρνον (τοῦτο γὰρ τὸ μεῖζον ἀτύχημα, ὅτι τοιοῦτον εὗρε τὸν ἐρώμενον, ὃς πρὸς μὲν γυναῖκας ἄνδρας ἀπομιμεῖται, γυνὴ δὲ γίνεται πρὸς ἄνδρας) οὕτως μετὰ ἀδείας οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε διὰ τοσούτου πελάγους συγκαθεύδουσα κἀν τῷ σκάφει φανερῶς ἀσελγαίνουσα πάντων ὁρώντων. [10] Ὢ μοιχείας γῇ καὶ θαλάττῃ μεμερισμένης: ὢ μοιχείας ἀπὸ Αἰγύπτου μέχρις Ἰωνίας ἐκτεταμένης. Μοιχεύεταί τις, ἀλλὰ πρὸς μίαν ἡμέραν: ἂν δὲ καὶ δεύτερον γένηται τὸ ἀδίκημα, κλέπτει τὸ ἔργον καὶ πάντας ἀποκρύπτεται: αὕτη δὲ οὐχ ὑπὸ σάλπιγγι μόνον ἀλλὰ καὶ κήρυκι μοιχεύεται. [11] Ἔφεσος ὅλη τὸν μοιχὸν ἔγνωκεν: ἡ δὲ οὐκ ᾐσχύνετο τοῦτο ἀπὸ τῆς ξένης ἐνεγκοῦσα τὸ ἀγώγιμον κάλλος, μοιχὸν ἐμπεπορευμένη. ‘Ἀλλ̓ [12] ᾤμην̓ φησὶ ‘τὸν ἄνδρα τετελευτηκέναι.’ Οὐκοῦν εἰ μὲν τέθνηκεν, ἀπήλλαξαι τῆς αἰτίας: οὐδὲ γὰρ ἔστιν ὁ τὴν μοιχείαν παθών, οὐδὲ ὑβρίζεται γάμος οὐκ ἔχων ἄνδρα: εἰ δὲ ὁ γάμος τῷ τὸν γήμαντα ζῆν οὐκ ἀνῄρηται, τὴν γαμηθεῖσαν διαφθείραντος ἄλλου λῃστεύεται. Ὥσπερ γὰρ μὴ μένοντος ὁ μοιχὸς οὐκ ἦν, μένοντος δὴ μοιχός ἐστιν.’

  Ἔτι τοῦ Σωπάτρου λέγοντος ὑποτεμὼν αὐτοῦ τὸν λόγον ὁ Θέρσανδρος ‘ἀλλ̓ οὐκ’ ἔφη ‘δεῖ λόγων. Δύο γὰρ προκαλοῦμαι προκλήσεις Μελίτην τε ταύτην καὶ τὴν δοκοῦσαν εἶναι τοῦ θεοπρόπου θυγατέρα, [2] τῷ δὲ ὄντι δούλην ἐμήν:’ καὶ ἀνεγίνωσκε ‘προκαλεῖται Θέρσανδρος Μελίτην καὶ Λευκίππην, τοῦτο γὰρ ἤκουσα τὴν πόρνην καλεῖσθαι: Μελίτην μέν, εἰ μὴ κεκοινώνηκεν εἰς Ἀφροδίτην τῷδε τῷ ξένῳ παῤ ὃν ἀπεδήμουν χρόνον, εἰς τὸ τῆς ἱερᾶς Στυγὸς ὕδωρ εἰσβᾶσαν καὶ ἐπομοσαμένην ἀπηλλάχθαι τῶν ἐγκλημάτων: τὴν δὲ ἑτέραν, εἰ μὲν τυγχάνει γυνή, δουλεύειν τῷ δεσπότῃ: δούλαις γὰρ μόναις γυναιξὶν ἔξεστιν εἰς τὸν τῆς Ἀρτέμιδος νεὼν παριέναι: εἰ δέ φησιν εἶναι παρθένος, ἐν τῷ τῆς σύριγγος ἄντρῳ [3] κλεισθῆναι.’ Ἡμεῖς μὲν οὖν εὐθὺς ἐδεξάμεθα τὴν πρόκλησιν: καὶ γὰρ ᾔδειμεν αὐτὴν ἐσομένην: ἡ δὲ Μελίτη θαρρήσασα τῷ παῤ ὃν ἀπεδήμει χρόνον ὁ Θέρσανδρος μηδέν μοι κοινὸν πρὸς αὐτὴν γεγονέναι πλὴν λόγων ‘ἀλλὰ καὶ ἔγωγε’ ἔφη ‘ταύτην δέχομαι τὴν πρόκλησιν, καὶ ἔτι πλέον αὐτὴ προστίθημι: τὸ δὲ μέγιστον, οὐδὲ εἶδον τὸ παράπαν οὔτε ξένον οὔτε πολίτην ἥκειν εἰς ὁμιλίαν παῤ ὃν λέγεις καιρόν σε δεῖ παθεῖν, [4] ἂν συκοφάντης ἁλῷς;’ ‘Ὅ τι ἂν’ ἔφη ‘δόξῃ προστιμῆσαι τοῖς δικασταῖς.’ Ἐπὶ τούτοις διελύθη τὸ δικαστήριον, καὶ εἰς τὴν ὑστεραίαν διώριστο τὰ τῆς προκλήσεως ἡμῖν γενέσθαι.

 

‹ Prev