Complete Works of Achilles Tatius
Page 44
Τὸ δὲ τῆς Στυγὸς ὕδωρ εἶχεν οὕτως. Παρθένος ἦν εὐειδής, ὄνομα Ῥοδῶπις, κυνηγίων ἐρῶσα καὶ θήρας: πόδες ταχεῖς, εὔστοχοι χεῖρες, ζώνη καὶ μίτρα καὶ ἀνεζωσμένος εἰς γόνυ χιτὼν καὶ κατὰ ἄνδρας κουρὰ τριχῶν. Ὁρᾷ ταύτην Ἄρτεμις, καὶ ἐπῄνει καὶ ἐκάλει καὶ σύνθηρον ἐποιήσατο, καὶ τὰ πλεῖστα κοινὰ ἦν αὐταῖς θηράματα. [2] Ἀλλὰ καὶ ὤμοσεν ἀεὶ παραμενεῖν καὶ τὴν πρὸς ἄνδρας ὁμιλίαν φυγεῖν καὶ τὴν ἐξ Ἀφροδίτης ὕβριν μὴ παθεῖν. Ὤμοσεν ἡ Ῥοδῶπις, καὶ ἤκουσεν ἡ Ἀφροδίτη καὶ ὀργίζεται καὶ ἀμύνασθαι θέλει τὴν κόρην τῆς ὑπεροψίας. [3] Νεανίσκος ἦν Ἐφέσιος καλὸς ἐν μειρακίοις ὅσον Ῥοδῶπις ἐν παρθένοις: Εὐθύνικον αὐτὸν ἐκάλουν: ἐθήρα δὲ καὶ αὐτὸς ὡς Ῥοδῶπις, καὶ τὴν Ἀφροδίτην ὁμοίως οὐκ ἤθελεν εἰδέναι. [4] Ἐπ̓ ἀμφοτέρους οὖν ἡ θεὸς ἔρχεται καὶ τὰς θήρας αὐτῶν εἰς ἓν συνάγει: τέως γὰρ ἦσαν κεχωρισμένοι: ἡ δὲ Ἄρτεμις τηνικαῦτα οὐ παρῆν. Παραστησαμένη δὲ τὸν υἱὸν τὸν τοξότην ἡ Ἀφροδίτη εἶπε ‘τέκνον, ζεῦγος τοῦτο ὁρᾷς ἀναφρόδιτον καὶ ἐχθρὸν ἡμῶν καὶ τῶν ἡμετέρων μυστηρίων: ἡ δὲ παρθένος καὶ θρασύτερον ὤμοσε κατ̓ ἐμοῦ: ὁρᾷς αὐτοὺς ἐπὶ τὴν ἔλαφον συντρέχοντας. [5] Ἄρξαι καὶ σὺ τῆς θήρας ἀπὸ πρώτης τῆς τολμηρᾶς κόρης: καὶ πάντως γε τὸ σὸν βέλος εὐστοχώτερόν ἐστιν.’ Ἐντείνουσιν ἀμφότεροι τὰ τόξα, ἡ μὲν ἐπὶ τὴν ἔλαφον, ὁ δὲ Ἔρως ἐπὶ τὴν παρθένον: καὶ ἀμφότεροι τυγχάνουσι, καὶ ἡ κυνηγέτις μετὰ τὴν θήραν ἦν τεθηραμένη: [6] καὶ εἶχεν ἡ μὲν ἔλαφος εἰς τὰ νῶτα τὸ βέλος, ἡ δὲ παρθένος εἰς τὴν καρδίαν: τὸ δὲ βέλος, Εὐθύνικον φιλεῖν. [7] Δεύτερον δὲ καὶ ἐπὶ τοῦτον οἰστὸν ἀφίησι. Καὶ εἶδον ἀλλήλους ὁ Εὐθύνικος καὶ ἡ Ῥοδῶπις, καὶ ἔστησαν μὲν τὸ πρῶτον τοὺς ὀφθαλμοὺς ἑκάτεροι, μηδέτερος ἐκκλῖναι θέλων ἐπὶ θάτερα: κατὰ μικρὸν δὲ τὰ τραύματα ἀμφοῖν ἐξάπτεται, καὶ αὐτοὺς ὁ Ἔρως ἐλαύνει κατὰ τουτὶ τὸ ἄντρον, οὗ νῦν ἐστιν ἡ πηγή, καὶ ἐνταῦθα τὸν ὅρκον ψεύδονται. [8] Ἡ Ἄρτεμις ὁρᾷ τὴν Ἀφροδίτην γελῶσαν καὶ τὸ πραχθὲν συνίησι καὶ εἰς ὕδωρ λύει τὴν κόρην ἔνθα τὴν παρθενίαν ἔλυσε. Καὶ διὰ τοῦτο, ὅταν τις αἰτίαν ἔχῃ ἀφροδισίων, εἰς τὴν πηγὴν εἰσβᾶσα ἀπολούεται: ἡ δέ ἐστιν ὀλίγη καὶ μέχρι κνήμης μέσης. [9] Ἡ δὲ κρίσις: ἐγγράψασα τὸν ὅρκον γραμματείῳ μηρίνθῳ δεδεμένον περιεθήκατο τῇ δέρῃ: κἂν μὲν ἀψευδῇ τὸν ὅρκον, μένει κατὰ χώραν ἡ πηγή: ἂν δὲ ψεύδηται, τὸ ὕδωρ ὀργᾷ καὶ ἀναβαίνει μέχρι τῆς δέρης καὶ τὸ γραμματεῖον ἐκάλυψε.
Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰσἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ δὲ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι, ἐστόλιστο δὲ ἡ Λευκίππη τῇ ἱερᾷ στολῇ. Ποδήρης ὁ χιτών, ὀθόνης ὁ χιτών, ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς. [2] Καὶ ἡ μὲν εἰσῆλθε πάνυ κοσμίως: ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον ‘ὅτι μὲν παρθένος ἡ Λευκίππη πεπίστευκα, ἀλλὰ τὸν Πᾶνα, ὦ φιλτάτη, [3] φοβοῦμαι. Θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ. Ἀλλ̓ ἐκείνη μὲν ἔφυγε διώκοντα αὐτὸν ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει: σὲ δὲ καὶ εἴσω θυρῶν ἀπεκλείσαμεν ὡς ἐν πολιορκίᾳ, [4] ἵνα, ἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. Ἀλλ̓, ὦ δέσποτα Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον τοῦ τόπου: ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. Ἐξίτω πάλιν ἡμῖν ἡ Λευκίππη παρθένος: ταύτας πρὸς τὴν Ἄρτεμιν συνθήκας ἔχεις: μὴ ψεύσῃ τὴν παρθένον.’
Ταῦτά μου πρὸς ἐμαυτὸν λαλοῦντος μέλος ἐξηκούετο μουσικόν, καὶ ἐλέγετο μηδεπώποτε λιγυρώτερον οὕτως ἀκουσθῆναι, καὶ εὐθὺς ἀνεῳγμένας εἴδομεν τὰς θύρας. [2] Ὡς δὲ ἐξέθορεν ἡ Λευκίππη, πᾶς μὲν ὁ δῆμος ἐξεβόησεν ὑφ̓ ἡδονῆς καὶ τὸν Θέρσανδρον ἐλοιδόρουν, ἐγὼ δὲ ὅστις ἐγεγόνειν οὐκ ἂν εἴποιμι λόγῳ. Μίαν μὲν δὴ ταύτην νίκην καλλίστην νενικηκότες ἀπῄειμεν, ἐπὶ δὲ τὴν δευτέραν κρίσιν ἐχωροῦμεν, τὴν Στύγα. [3] Καὶ ὁ δῆμος οὕτω μετεσκευάζετο καὶ πρὸς ταύτην τὴν θέαν: καὶ πάντα συνεπεραίνετο κἀκεῖ. Ἡ Μελίτη τὸ γραμματεῖον περιέκειτο: ἡ πηγὴ διαυγὴς καὶ ὀλίγη: ἡ δὲ ἐνέβη εἰς αὐτὴν καὶ ἔστη φαιδρῷ τῷ προσώπῳ. [4] Τὸ δὲ ὕδωρ οἷον ἦν κατὰ χώραν ἔμενε, μηδὲ τὸ βραχύτατον ἀναθορὸν τοῦ συνήθους μέτρου. Ἐπεὶ δὲ ὁ χρόνος, ὃν ἐνδιατρίβειν ἐν τῇ πηγῇ διώριστο, παρεληλύθει, τὴν μὲν ὁ πρόεδρος δεξιωσάμενος ἐκ τοῦ ὕδατος ἐξάγει, δύο παλαίσματα τοῦ Θερσάνδρου νενικημένου: μέλλων δὲ καὶ τὸ τρίτον ἡττᾶσθαι, ὑπεκδὺς εἰς τὴν οἰκίαν ἐκδιδράσκει; φοβηθεὶς μὴ καὶ καταλεύσειεν αὐτὸν ὁ δῆμος. [5] Τὸν γὰρ Σωσθένην εἷλκον ἄγοντες νεανίσκοι τέτταρες, δύο μὲν τῆς Μελίτης συγγενεῖς, δύο δὲ οἰκέται: τούτους γὰρ ἐπεπόμφει ζητήσοντας αὐτὸν ἡ Μελίτη. Συνεὶς δὲ ὁ Θέρσανδρος πόρρωθεν καὶ καταμηνύσοντα τὸ πρᾶγμα εἰδώς, ἂν ἐν βασάνοις γένηται, φθάσας ἀποδιδράσκει καὶ νυκτὸς ἐπελθούσης τῆς πόλεως ὑπεξέρχεται. [6] Τὸν δὲ Σωσθένην εἰς τὴν εἱρκτὴν ἐκέλευσαν οἱ ἄρχοντες ἐμβληθῆναι, τοῦ Θερσάνδρου φυγόντος. Τότε μὲν οὖν ἀπηλλαττόμεθα, κατὰ κράτος ἤδη περι
γενόμενοι καὶ ὑπὸ πάντων εὐφημούμενοι.
Τῇ δὲ ὑστεραίᾳ τὸν Σωσθένην ἦγον ἐπὶ τοὺς ἄρχοντας οἱ ταύτην ἔχοντες τὴν πίστιν. Ὁ δὲ ἐπὶ βασάνους ἑαυτὸν ἀγόμενον ἰδὼν πάντα σαφῶς λέγει, ὅσα τε ἐτόλμησεν ὁ Θέρσανδρος καὶ ὅσα αὐτὸς ὑπηρέτησεν: οὐ παρέλιπε δὲ οὐδὲ ὅσα ἰδίᾳ πρὸ τῶν τῆς Λευκίππης θυρῶν διελέχθησαν πρὸς ἀλλήλους περὶ αὐτῆς. [2] Καὶ ὁ μὲν αὖθις εἰς τὴν εἱρκτὴν ἐβέβλητο, δώσων δίκην, τοῦ δὲ Θερσάνδρου φυγὴν ἀπόντος κατέγνωσαν: ἡμᾶς δὲ ὁ ἱερεὺς ὑπεδέχετο πάλιν τὸν εἰθισμένον τρόπον. [3] Καὶ μεταξὺ δειπνοῦντες ἐμυθολογοῦμεν ἅ τε τὴν προτεραίαν ἐτύχομεν εἰπόντες καὶ εἴ τι ἐπιδεέστερον ἦν ὧν ἐπάθομεν. Ἡ Λευκίππη δὲ ἅτε δὴ τὸν πατέρα μηκέτι αἰδουμένη, ὡς ἂν σαφῶς παρθένος εὑρεθεῖσα, τὰ συμβάντα μεθ̓ ἡδονῆς διηγεῖτο. [4] Ἐπεὶ δὲ κατὰ τὴν Φάρον ἐγεγόνει καὶ τοὺς λῃστάς, λέγω πρὸς αὐτὴν ‘οὐκ ἐρεῖς ἡμῖν τὸν μῦθον τῶν τῆς Φάρου λῃστῶν καὶ τῆς ἀποτμηθείσης ἐκεῖ τὸ αἴνιγμα κεφαλῆς, ἵνα σου καὶ ὁ πατὴρ ἀκούσῃ; τοῦτο γὰρ μόνον ἐνδεῖ πρὸς ἀκρόασιν τοῦ παντὸς δράματος.’
‘Γυναῖκα’ ἔφη ‘κακοδαίμονα ἐξαπατήσαντες οἱ λῃσταὶ τῶν ἐπὶ μισθῷ πωλουσῶν τὰ Ἀφροδίτης, ὡς δὴ ναυκλήρῳ τινὶ συνεσομένην ἐπὶ τοῦ σκάφους, ταύτην εἶχον ἐπὶ τῆς νεώς, ἀγνοοῦσαν τὴν ἀλήθειαν ἐφ̓ ὃ παρῆν, ὑποπίνουσαν δὲ ἡσυχῆ σύν τινι τῶν πειρατῶν: [2] λόγῳ δ̓ ἦν ἐραστὴς ὁ λῃστής. Ἐπεὶ δὲ ἁρπάσαντές με, ὡς εἶδες, ἐνέθεσαν τῷ σκάφει καὶ πτερώσαντες αὐτὸ ταῖς κώπαις ἔφυγον, ὁρῶντες τὴν διώκουσαν ναῦν φθάνουσαν, περιελόντες τόν τε κόσμον καὶ τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃ: καὶ στήσαντες αὐτὴν ἐπὶ τῆς πρύμνης, ὅθεν διώκοντες ὄψοισθε, τὴν κεφαλὴν ἀποτέμνουσιν αὐτῆς, καὶ τὸ μὲν σῶμα ἔρριψαν, ὡς εἶδες, κατὰ τῆς θαλάσσης, τὴν δὲ κεφαλήν, ὡς ἔπεσεν, εἶχον ἐπὶ τῆς νεὼς τότε. [3] Μικρὸν γὰρ ὕστερον καὶ ταύτην ἀποσκευάσαντες ἔρριψαν ὁμοίως, ὅτε μηκέτι τοὺς διώκοντας εἶδον. Οὐκ οἶδα δὲ πότερον τούτου χάριν προπαρασκευάσαντες ἔτυχον τὴν γυναῖκα ἢ διεγνωκότες ἀνδραποδίσαντες πωλῆσαι, ὥσπερ ὕστερον πεπράκασι κἀμέ: τῷ δὲ διώκεσθαι πρὸς ἀπάτην τῶν διωκόντων ἀντ̓ ἐμοῦ σφάττουσι, νομίζοντες πλέον ἐμπολήσειν ἐκ τῆς ἐμῆς πράσεως ἢ τῆς ἐκείνης. [4] Διὰ τοῦτο γὰρ καὶ τὸν Χαιρέαν τὴν ἀξίαν δόντα δίκην ἐπεῖδον: αὐτὸς γὰρ ἦν ὁ συμβουλεύσας ἀντ̓ ἐμοῦ τὴν ἄνθρωπον ἀποκτείναντας ῥῖψαι. [5] Ὁ δὲ λοιπὸς τῶν λῃστῶν ὄχλος οὐκ ἔφασάν με αὐτῷ ἀφήσειν μόνῳ: φθάνειν γὰρ ἤδη λαβόντα σῶμα ἕτερον, ὃ πραθὲν ἂν παρέσχεν αὐτοῖς ἀφορμὴν κέρδους: δεῖν δὲ ἀντὶ τῆς θανούσης ἐμὲ πραθεῖσαν κοινὴν ἅπασιν αὐτοῖς γενέσθαι μᾶλλον ἢ ἐκείνῳ μόνῳ. [6] Ὡς δὲ ἀντέλεγε, δικαιολογούμενος δῆθεν καὶ τὰς συνθήκας προφέρων, ὡς οὐκ εἰς πρᾶσιν ἁρπάσειεν αὐτοῖς ἀλλ̓ ἐρωμένην αὑτῷ, καί τι θρασύτερον εἶπε, εἷς τῶν λῃστῶν, καλῶς ποιῶν, [7] ὄπισθεν ἑστὼς ἀποκόπτει τὴν κεφαλὴν αὐτοῦ. Ὁ μὲν οὖν δίκην οὐ μεμπτὴν δοὺς τῆς ἁρπαγῆς ἔρριπτο καὶ αὐτὸς κατὰ τῆς θαλάσσης, οἱ δὲ λῃσταὶ δύο πλεύσαντες ἡμερῶν ἄγουσί με οὐκ οἶδ̓ ὅποι γε καὶ πιπράσκουσιν ἐμπόρῳ συνήθει, κἀκεῖνος Σωσθένει.’
Λέγει δὴ καὶ ὁ Σώστρατος ‘ἐπεὶ τοίνυν τοὺς ὑμετέρους μύθους, ὦ παιδία, κατελέξατε, φέρε ἀκούσατε’ ἔφη ‘καὶ παῤ ἐμοῦ τὰ οἴκοι πραχθέντα περὶ Καλλιγόνην τὴν σήν, ὦ Κλειτοφῶν, ἀδελφήν, [2] ἵνα μὴ ἀσύμβολος ὦ μυθολογίας παντάπασι.’ Κἀγὼ ἀκούσας τὸ τῆς ἀδελφῆς ὄνομα πάνυ τὴν γνώμην ἐπεστράφην καὶ ‘ἄγε, πάτερ’ εἶπον ‘λέγε: μόνον περὶ ζώσης λέγοις.’ Ἄρχεται δὴ λέγειν ἃ φθάνω προειρηκὼς ἅπαντα, τὸν Καλλισθένην, τὸν χρησμόν, [3] τὴν θεωρίαν, τὸν λέμβον, τὴν ἁρπαγήν. Εἶτα προσέθηκεν ὅτι ‘μαθὼν κατὰ τὸν πλοῦν ὡς οὐκ ἦν θυγάτηρ ἐμή, διημαρτήθη δὲ τὸ πᾶν ἔργον αὐτῷ, ἤρα δ̓ ὅμως καὶ σφόδρα τῆς Καλλιγόνης, προσπεσὼν αὐτῆς τοῖς γόνασι ‘δέσποινα’ εἶπε ‘μή με νομίσῃς λῃστὴν εἶναί τινα καὶ κακοῦργον, ἀλλὰ γάρ εἰμι τῶν εὖ γεγονότων, γένει Βυζάντιος, δεύτερος οὐδενός: ἔρως δέ με λῃστείας ὑποκριτὴν πεποίηκε καὶ ταύτας ἐπὶ σοὶ πλέξαι τὰς τέχνας. Δοῦλον οὖν με σεαυτῆς ἀπὸ ταύτης τῆς ἡμέρας νόμιζε: καί σοι προῖκα ἐπιδίδωμι τὸ μὲν πρῶτον ἐμαυτόν, ἔπειτα ὅσην οὐκ ἂν ὁ πατὴρ ἐπέδωκέ σοι: τηρήσω δέ σε παρθένον μέχριπερ ἂν σοὶ δοκῇ.’ Καὶ ταῦτα %5εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν. [4] Ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος καὶ πιθανώτατος, καὶ ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγίστης καὶ τἆλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατο, ὥστε καὶ αὐτὴν ᾑρήκει τὴν κόρην ἤδη. [5] Ὁ δὲ καὶ τἆλλα πάντα παρεῖχεν ἑαυτὸν κοσμιώτατον καὶ ἐπιεικῆ καὶ σώφρονα, καὶ ἦν τις ἐξαίφνης περὶ τὸν νεανίσκον θαυμαστὴ μεταβολή. Ἕδρας τε γὰρ ἐξανίστατο τοῖς πρεσβυτέροις καὶ ἐπεμελεῖτο φθάνειν προσαγορεύων τοὺς ἐντυγχάνοντας, καὶ τὸ τέως ἄκριτον πολυτελὲς ἐκ τῆς πρὶν ἀσωτίας εἰς τὸ εὔβουλον �
�εταπῖπτον τὸ μεγαλόφρον ἐφύλαττε πρὸς τοὺς ἐν χρείᾳ τοῦ λαβεῖν διὰ πενίαν ὄντας, ὥστε θαυμάζειν ἅπαντας τὸ αἰφνίδιον οὕτως ἐκ τοῦ χείρονος εἰς τὸ πάνυ χρηστὸν μετελθόν. [6] Ἐμὲ δ̓ οὖν ᾑρήκει πάντων μᾶλλον, καὶ ὑπερηγάπων αὐτὸν καὶ τὴν πρὶν ἀσωτίαν φύσεως ἐνόμιζον εἶναι θαυμαστὴν μεγαλουργίαν, ἀλλ̓ οὐκ ἀκρασίαν. [7] Κἀμὲ οὖν ὑπεισῄει τὸ τοῦ Θεμιστοκλέους, ὅτι κἀκεῖνος τὴν πρώτην ἡλικίαν σφόδρα δόξας ἀκόλαστος εἶναι πάντας ὑπερέβαλεν Ἀθηναίους ὕστερον σοφίᾳ τε καὶ ἀνδραγαθίᾳ: καὶ δὴ μετενόουν ἀποσκορακίσας αὐτόν, ὅτε μοι περὶ τοῦ τῆς θυγατρὸς διελέχθη γάμου. [8] Καὶ γάρ με σφόδρα ἐθεράπευε καὶ ἐκάλει πατέρα καὶ κατὰ τὴν ἀγορὰν ἐδορυφόρει καὶ τῶν εἰς πόλεμον γυμνασίων οὐκ ἠμέλει, ἀλλὰ καὶ πάνυ ἐρρωμένως ἐν ταῖς ἱππασίαις διέπρεπεν. [9] Ἦν μὲν οὖν καὶ παρὰ τὸν τῆς ἀσωτίας χρόνον τούτοις χαίρων καὶ χρώμενος, ἀλλ̓ ὡς ἐν τρυφῇ καὶ παιδιᾷ: τὸ δὲ ἀνδρεῖον ὅμως αὐτῷ καὶ τὸ ἔμπειρον λεληθότως ἐτρέφετο: τέλεον δὲ ἦν αὐτῷ τὸ %5ἔργον πρὸς τὸ καρτερῶς καὶ ποικίλως διαπρέπειν ἐν τοῖς πολεμικοῖς. [10] Ἐπεδίδου δὲ καὶ χρήματα ἱκανὰ τῇ πόλει. Κἀκεῖνον ἅμα ἐμοὶ στρατηγὸν προεβάλοντο: ὅθεν ἔτι μᾶλλον ὑπερησπάζετό με, ὑπήκοόν μοι κατὰ πάντα παρέχων ἑαυτόν.’