Delphi Complete Works of Demosthenes
Page 203
[191] ἔστιν τοίνυν τις αὐτοῖς τοιοῦτος λόγος δι᾽ οὗ προσδοκῶσι παράξειν ὑμᾶς, ὡς ὁ Κερσοβλέπτης καὶ Χαρίδημος ἴσως ἐναντί᾽ ἔπραττον τῇ πόλει τόθ᾽ ὅτ᾽ ἦσαν ἐχθροί, νῦν δὲ φίλοι καὶ χρησίμους παρέχουσιν ἑαυτούς. οὐ δὴ δεῖ μνησικακεῖν: οὐδὲ γὰρ Λακεδαιμονίους ὅτ᾽ ἐσῴζομεν, οὐκ ἀνεμιμνῃσκόμεθ᾽ εἴ τι κακῶς ἐποίησαν ἡμᾶς ὄντες ἐχθροί, οὐδὲ Θηβαίους, οὐδ᾽ Εὐβοέας τὰ τελευταῖα νυνί. [192] ἐγὼ δ᾽ ἡγοῦμαι τοῦτον τὸν λόγον, εἰ μὲν ἔν τινι καιρῷ, βοηθείας γεγραμμένης τῷ Κερσοβλέπτῃ καὶ τῷ Χαριδήμῳ, κωλυόντων ἡμῶν ταύτην, ἔλεγον, ὀρθῶς ἂν λέγεσθαι: εἰ δὲ τοιούτου μὲν μηδενὸς ὄντος μηδὲ γεγραμμένου, βουλόμενοι δὲ μείζω τοῦ δέοντος ποιῆσαι διὰ τοῦ παρ᾽ ὑμῶν ἄδειαν λαβεῖν τοὺς ἐκείνου στρατηγούς, δεινὰ ποιεῖν αὐτοὺς ἡγοῦμαι. οὐ γάρ ἐστι δίκαιον, ἄνδρες Ἀθηναῖοι, τοὺς τῶν σωθῆναι ζητούντων λόγους πρὸς ὑμᾶς λέγειν ὑπὲρ τῶν ὅπως ἀδικεῖν αὑτοῖς ἐξέσται πραττόντων. [193] χωρὶς δὲ τούτων, εἰ μὲν ἐχθρὸς ὢν κακῶς ἐποίει, φίλος δὲ φήσας μετεβέβλητο, τάχ᾽ ἂν ταῦτά τις ἤκουεν: ἐπειδὴ δ᾽ οὐ τοιοῦτ᾽ ἐστίν, ἀλλ᾽ ἐξ οὗ φίλος εἶναι προσποιεῖται, ἐκ τούτου πλεῖσθ᾽ ὑμᾶς ἐξηπάτηκεν, εἰ μὴ καὶ δι᾽ ἐκεῖνα μισεῖν, διά γε ταῦτ᾽ ἀπιστεῖν δήπου προσήκει. καὶ μὴν περὶ τοῦ γε μὴ μνησικακεῖν ἔγωγ᾽ ὡδί πως λέγω: ὁ μὲν εἵνεκα τοῦ κακόν τι ποιεῖν τὰ τοιαῦτ᾽ ἐξετάζων μνησικακεῖ, ὁ δ᾽ ὑπὲρ τοῦ μὴ παθεῖν, ἀλλὰ φυλάξασθαι σκοπῶν σωφρονεῖ.
[194] ἴσως τοίνυν καὶ τοιαύτην τιν᾽ ἐροῦσ᾽ ὑπόνοιαν, ὡς ὡρμηκότα νῦν τὸν ἄνθρωπον φίλον εἶναι καὶ βουλόμενόν τι ποιεῖν ἀγαθὸν τὴν πόλιν εἰς ἀθυμίαν τρέψομεν, εἰ καταψηφιούμεθα, καὶ ποιήσομεν ὑπόπτως ἔχειν πρὸς ἡμᾶς. ἐγὼ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, θεάσασθ᾽ ὡς ἔχω. εἰ μετ᾽ ἀληθείας ἁπλῶς ἦν ἡμῖν φίλος καὶ νὴ Δία πάντ᾽ ἀγάθ᾽ ἔμελλεν ἡμᾶς ποιήσειν, οὐδ᾽ ἂν οὕτως ᾤμην δεῖν τοῦτον ἀκούειν τὸν λόγον: οὐδένα γὰρ ἂν νομίζω τοσαῦτ᾽ ἀγαθὰ ποιῆσαι, δι᾽ ὃν ὑμῖν προσήκειν ἐπιορκῆσαι καὶ παρ᾽ ἃ φαίνεται δίκαια τὴν ψῆφον θέσθαι. [195] ἐπειδὴ δὲ καὶ φενακίζων καὶ οὐδ᾽ ὁτιοῦν ὑγιὲς πράττων ἐξελέγχεται, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν, ἂν καταψηφίσησθε, συμβήσεται: ἢ γὰρ ἐξαπατῶν παύσεται νομίσας οὐκέτι λανθάνειν, ἢ εἴπερ αὐτῷ βουλομένῳ πρὸς ὑμᾶς ἔστιν οἰκείως ἔχειν ὡς ἀληθῶς, ἀγαθόν τι ποιεῖν πειράσεται, γνοὺς ὅτι τῷ φενακίζειν οὐκέθ᾽ ἃ βούλεται πράξει. ὥστε καὶ εἰ μηδὲ δι᾽ ἓν τῶν ἄλλων, διὰ τοῦτο καταψηφίσασθαι συμφέρει.
[196] ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖν᾽ ἐξετάσαι, πῶς ποθ᾽ οἱ πάλαι τὰς τιμὰς ἔνεμον καὶ τὰς δωρειὰς τοῖς ὡς ἀληθῶς εὐεργέταις, καὶ ὅσοι πολῖται τύχοιεν ὄντες καὶ ὅσοι ξένοι. κἂν μὲν ἴδητ᾽ ἐκείνους ἄμεινον ὑμῶν, καλὸν τὸ μιμήσασθαι, ἂν δ᾽ ὑμᾶς αὐτούς, ἐφ᾽ ὑμῖν ἔσται τὸ πράττειν. πρῶτον μὲν τοίνυν ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν νικήσαντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθ᾽ εἰργασμένους, οὐ χαλκοῦς ἵστασαν οὐδ᾽ ὑπερηγάπων. [197] οὐκ ἄρα τοῖς ἑαυτοὺς ἀγαθόν τι ποιοῦσιν χάριν εἶχον; σφόδρα γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀπεδίδοσάν γε καὶ αὑτῶν κἀκείνων ἀξίαν: ὄντες γὰρ πολλοῦ πάντες ἄξιοι προὔκρινον ἐκείνους αὑτῶν ἡγεῖσθαι. ἔστι δὲ σώφροσιν ἀνθρώποις καὶ πρὸς ἀλήθειαν βουλομένοις σκοπεῖν πολὺ μείζων τιμὴ τῆς χαλκῆς εἰκόνος τὸ καλῶν κἀγαθῶν ἀνδρῶν κεκρίσθαι πρώτους. [198] καὶ γάρ τοι τῶν ἔργων τῶν τότ᾽, ἄνδρες Ἀθηναῖοι, οὐδενὸς ἀπεστέρησαν ἑαυτούς, οὐδ᾽ ἔστιν οὐδεὶς ὅστις ἂν εἴποι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλ᾽ Ἀθηναίων, οὐδὲ τὴν Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς πόλεως. νῦν δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ τὴν περὶ Νάξον ἐνίκα ναυμαχίαν Χαβρίας: δοκεῖτε γὰρ αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς αἷς δεδώκατ᾽ ἐπ᾽ αὐτοῖς ἑκάστῳ τούτων. [199] τὰς μὲν δὴ πολιτικὰς δωρειὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ λυσιτελούντως αὑτοῖς ἐδίδοσαν καὶ ἡμεῖς οὐκ ὀρθῶς: τὰς δὲ τῶν ξένων πῶς; ἐκεῖνοι Μένωνι τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντ᾽ ἀργυρίου δόντι πρὸς τὸν ἐπ᾽ Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, τριακοσίοις δ᾽ ἱππεῦσι πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο, αὐτὸν ἄν τις ἀποκτείνῃ, ἀγώγιμον εἶναι, ἀλλὰ πολιτείαν ἔδοσαν καὶ ταύτην ἱκανὴν ὑπελάμβανον εἶναι τὴν τιμήν. [200] καὶ πάλιν Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου ποτ᾽ ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας ἐκ Πλαταιῶν τῶν βαρβάρων διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ, οὐκ ἐψηφίσαντ᾽ ἀγώγιμον, ἄν τις ἀποκτείνῃ Περδίκκαν, ᾧ βασιλεὺς ἐχθρὸς δι᾽ ἡμᾶς ἀπεδέδεικτο, ἀλλὰ πολιτείαν ἔδωκαν μόνον. καὶ γάρ τοι τότε μὲν οὕτω τίμιον ἦν πᾶσιν ἀνθρώποις τὸ γενέσθαι πολίταις παρ᾽ ὑμῖν ὥσθ᾽ ὑπὲρ τοῦ τυχεῖν τούτου τηλικαῦθ᾽ ὑμᾶς ἀγάθ᾽ ἤθελον ποιεῖν, νῦν δ᾽ οὕτως ἄτιμον ὥστε τῶν τετυχηκότων πολλοὶ πλείω κακὰ τῶν φανερῶς ἐχθρῶν εἰσιν ὑμᾶς εἰργασμένοι. [201] οὐ μόνον δ᾽ αὕτη τῆς πόλεως
ἡ δωρειὰ προπεπηλάκισται καὶ φαύλη γέγονεν, ἀλλὰ καὶ πᾶσαι διὰ τὴν τῶν καταράτων καὶ θεοῖς ἐχθρῶν ῥητόρων, τῶν τὰ τοιαῦτα γραφόντων ἑτοίμως, πονηρίαν, οἳ τοσαύτην ὑπερβολὴν πεποίηνται τῆς αὑτῶν αἰσχροκερδείας ὥστε τὰς τιμὰς καὶ τὰς παρ᾽ ὑμῶν δωρειάς, ὥσπερ οἱ τὰ μικρὰ καὶ κομιδῇ φαῦλ᾽ ἀποκηρύττοντες, οὕτω πωλοῦσιν ἐπευωνίζοντες καὶ πολλοῖς ἀπὸ τῶν αὐτῶν λημμάτων γράφοντες πᾶν ὅ τι ἂν βούλωνται. [202] πρῶτον μέν, ἵνα τῶν τελευταίων πρώτων μνησθῶμεν, Ἀριοβαρζάνην ἐκεῖνον οὐ μόνον αὐτὸν καὶ τοὺς υἱεῖς τρεῖς ὄντας πάντων ἠξίωσαν ὅσων ἐβουλήθησαν, ἀλλὰ καὶ δύ᾽ Ἀβυδηνούς, μισαθηναιοτάτους καὶ πονηροτάτους ἀνθρώπους, προσέθηκαν αὐτῷ Φιλίσκον καὶ Ἀγαυόν. πάλιν Τιμοθέου δόξαντός τι ποιῆσαι τῶν δεόντων ὑμῖν, πρὸς τῷ πάνθ᾽ ἃ μέγιστ᾽ ἦν αὐτῷ δοῦναι προσέθηκαν αὐτῷ Φρασιηρίδην καὶ Πολυσθένην, ἀνθρώπους οὐδ᾽ ἐλευθέρους, ἀλλ᾽ ὀλέθρους καὶ τοιαῦτα πεποιηκότας οἷα λέγειν ὀκνήσειεν ἄν τις εὖ φρονῶν. [203] τὸ τελευταῖον δὲ νῦν, ἐπειδὴ Κερσοβλέπτην ἠξίουν ὧν αὐτοῖς ἐδόκει, καὶ περὶ τούτων ἦν ἡ σπουδή, προστιθέασιν δύ᾽ αὐτῷ, τὸν μὲν ὅσ᾽ ὑμεῖς ἀκηκόατ᾽ εἰργασμένον κακά, τὸν δ᾽ ὅλως οὐδεὶς οἶδεν ἀνθρώπων τίς ἐστιν, Εὐδέρκην ὄνομα. τοιγάρτοι διὰ ταῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μικρά, ἃ πρὸ τοῦ μεγάλ᾽ ἦν, φαίνεται, καὶ τὸ πρᾶγμ᾽ ἤδη καὶ πορρωτέρω βαδίζει καὶ οὐκέτι ταῦτ᾽ ἀπόχρη, ἀλλ᾽ εἰ μὴ καὶ φυλάξεθ᾽ ἕκαστον τούτων, ἐκείνων γ᾽ οὐδεμία χάρις, ὡς ἔοικεν.
[204] τοῦ μέντοι ταῦθ᾽ οὕτως αἰσχρῶς προεληλυθέναι, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν τἀληθῆ, οὐδένες ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλόν εἰσιν αἴτιοι. οὐδὲ γὰρ δίκην ἔτι λαμβάνειν ἐθέλετε παρὰ τῶν ἀδικούντων, ἀλλὰ καὶ τοῦτ᾽ ἐξελήλυθεν ἐκ τῆς πόλεως. καίτοι σκέψασθ᾽ ὡς ἐκόλαζον οἱ πρόγονοι τοὺς ἀδικοῦντας ἑαυτούς, εἰ παραπλησίως ὑμῖν. [205] ἐκεῖνοι Θεμιστοκλέα λαβόντες μεῖζον ἑαυτῶν ἀξιοῦντα φρονεῖν ἐξήλασαν ἐκ τῆς πόλεως καὶ μηδισμὸν κατέγνωσαν: καὶ Κίμωνα, ὅτι τὴν πάτριον μετεκίνησε πολιτείαν ἐφ᾽ ἑαυτοῦ, παρὰ τρεῖς μὲν ἀφεῖσαν ψήφους τὸ μὴ θανάτῳ ζημιῶσαι, πεντήκοντα δὲ τάλαντ᾽ ἐξέπραξαν. καὶ τοῦτον τὸν τρόπον προσεφέροντο τηλικαῦτ᾽ αὐτοὺς ἀγάθ᾽ εἰργασμένοις ἀνθρώποις. δικαίως: οὐ γὰρ αὐτοῖς ἀπεδίδοντο τὴν αὑτῶν ἐλευθερίαν καὶ μεγαλοψυχίαν τῶν ἔργων, ἀλλὰ χρηστοὺς μὲν ὄντας ἐτίμων, ἀδικεῖν δ᾽ ἐπιχειροῦσιν οὐκ ἐπέτρεπον. [206] ὑμεῖς δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς τὰ μέγιστ᾽ ἀδικοῦντας καὶ φανερῶς ἐξελεγχομένους, ἂν ἓν ἢ δύ᾽ ἀστεῖ᾽ εἴπωσιν καὶ παρὰ τῶν φυλετῶν τινες ᾑρημένοι σύνδικοι δεηθῶσιν, ἀφίετε: ἂν δὲ καὶ καταψηφίσησθέ του, πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήσατε. καὶ γάρ τοι τότε μὲν τὰ μὲν τῆς πόλεως ἦν εὔπορα καὶ λαμπρὰ δημοσίᾳ, ἰδίᾳ δ᾽ οὐδεὶς ὑπερεῖχε τῶν πολλῶν. [207] τεκμήριον δέ: τὴν Θεμιστοκλέους μὲν οἰκίαν καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν, εἴ τις ἄρ᾽ ὑμῶν οἶδεν ὁποία ποτ᾽ ἐστίν, ὁρᾷ τῶν πολλῶν οὐδὲν σεμνοτέραν οὖσαν, τὰ δὲ τῆς πόλεως οἰκοδομήματα καὶ κατασκευάσματα τηλικαῦτα καὶ τοιαῦθ᾽ ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, Πειραιεύς, τἄλλ᾽ οἷς κατεσκευασμένην ὁρᾶτε τὴν πόλιν. [208] νῦν δ᾽ ἰδίᾳ μὲν ἑκάστῳ τῶν τὰ κοινὰ πραττόντων τοσαύτη περιουσία ἐστὶν ὥστε τινὲς μὲν αὐτῶν πολλῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας κατεσκευάκασιν οἰκίας, γῆν δ᾽ ἔνιοι πλείω πάντων ὑμῶν τῶν ἐν τῷ δικαστηρίῳ συνεώνηνται: δημοσίᾳ δ᾽ ὑμεῖς ἃ μὲν οἰκοδομεῖτε καὶ κονιᾶτε, ὡς μικρὰ καὶ γλίσχρα, αἰσχύνη λέγειν. ἀλλ᾽ ἔχετ᾽ εἰπεῖν ὅ τι κοινῇ κτησάμενοι καταλείψετε, ὥσπερ ἐκεῖνοι Χερρόνησον, Ἀμφίπολιν, δόξαν ἔργων καλῶν; ἣν οἱ τοιοῦτοι πολῖται πάντ᾽ ἀναλίσκοντες τρόπον οὐχ οἷοί τ᾽ εἰσὶν ἀφανίσαι, ὦ ἄνδρες Ἀθηναῖοι. [209] εἰκότως: τότε μὲν γὰρ τῷ κυρίῳ τῶν φόρων γενομένῳ τάξαι Ἀριστείδῃ οὐδὲ μιᾷ δραχμῇ πλείω τὰ ὑπάρχοντ᾽ ἐγένετο, ἀλλὰ καὶ τελευτήσαντ᾽ αὐτὸν ἔθαψεν ἡ πόλις: ὑμῖν δ᾽, εἴ τι δέοισθε, χρήμαθ᾽ ὑπῆρχε κοινῇ πλεῖστα τῶν πάντων Ἑλλήνων, ὥσθ᾽ ὁπόσου χρόνου ψηφίσαισθ᾽ ἐξιέναι, τοσούτου μισθὸν ἔχοντες ἐξῇτε. νῦν δ᾽ οἱ μὲν τὰ κοινὰ διοικοῦντες ἐκ πτωχῶν εὔποροι καὶ πολλοῦ χρόνου τροφὴν ἄφθονόν εἰσιν ἡτοιμασμένοι: ὑμῖν δ᾽ οὐδὲ μιᾶς ἡμέρας ἐφόδι᾽ ἐστὶν ἐν τῷ κοινῷ, ἀλλ᾽ ἅμα δεῖ τι ποιεῖν, καὶ πόθεν οὐκ ἔχετε. τότε μὲν γὰρ ὁ δῆμος ἦν δεσπότης τῶν πολιτευομένων, νῦν δ᾽ ὑπηρέτης. [210] αἴτιοι δ᾽ οἱ τὰ τοιαῦτα γράφοντες, καὶ συνεθίζοντες ὑμᾶς ὑμῶν μὲν αὐτῶν καταφρονεῖν, ἕνα δ᾽ ἢ δύο θαυμάζειν ἀνθρώπους. εἶθ᾽ οὗτοι κληρονομοῦσι τῆς ὑμετέρας δόξης καὶ τῶν ἀγαθῶν, ὑμεῖς δ᾽ οὐδ᾽ ὁτιοῦν ἀπολαύετε, ἀλλὰ μάρτυρές ἐστε τῶν ἑτέρων ἀγαθῶν, οὐδενὸς ἄλλου μετέχοντες ἢ τοῦ ἐξαπατᾶσθαι. καίτοι πηλίκον τί ποτ᾽ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι, οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες, καὶ πολλῶν καὶ καλῶν ἔργων ὑπομνήματα καταλιπόντες, εἰ ἄρ᾽ αἴσθοινθ᾽ ὅτι νῦν ἡ πόλις εἰς ὑπηρέτου σχῆμα καὶ τάξιν προελήλυθεν, καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν βουλεύεται; Χαρίδημον; οἴμοι.
/>
[211] ἀλλ᾽ οὐ τοῦτ᾽ ἔστι τὸ δεινόν, εἰ τῶν προγόνων, οἳ διενηνόχασιν ἁπάντων ἀρετῇ, χεῖρον βουλευόμεθα, ἀλλ᾽ ὅτι καὶ πάντων ἀνθρώπων. πῶς γὰρ οὐκ αἰσχρὸν Αἰγινήτας μὲν τουτουσί, νῆσον οἰκοῦντας οὕτω μικρὰν καὶ οὐδὲν ἔχοντας ἐφ᾽ ᾧ μέγα χρὴ φρονεῖν αὐτούς, Λάμπιν, ὃς μέγιστα ναυκλήρια κέκτηται τῶν Ἑλλήνων, καὶ κατεσκεύακεν τὴν πόλιν αὐτοῖς καὶ τὸ ἐμπόριον, μηδέπω καὶ τήμερον πολίτην πεποιῆσθαι, ἀλλὰ μόλις τῆς ἀτελείας αὐτὸν ἠξιωκέναι τῆς τοῦ μετοικίου: [212] καὶ Μεγαρέας τουτουσὶ τοὺς καταράτους οὕτως εὖ τὰ παρ᾽ αὑτοῖς σεμνύνειν ὥσθ᾽ Ἕρμωνα τὸν κυβερνήτην, τὸν μετὰ Λυσάνδρου λαβόντα τριήρεις διακοσίας ὅτ᾽ ἐν Αἰγὸς ποταμοῖς ἠτυχήσαμεν ἡμεῖς, πεμψάντων Λακεδαιμονίων καὶ κελευόντων ποιήσασθαι πολίτην ἀποκρίνασθαι ὅτι, ὅταν αὐτοὺς ἴδωσι Σπαρτιάτην αὐτὸν πεποιημένους, τότε καὶ αὐτοὶ Μεγαρέα ποιήσονται: [213] καὶ Ὠρείτας ἐκείνους, μέρος τέταρτον Εὐβοίας οἰκοῦντας, τὸν Χαρίδημον τοῦτον αὐτόν, ᾧ μήτηρ μὲν ὑπάρχει πολῖτις ἐκεῖ, πατὴρ δ᾽ οὐκ ἐρῶ τίς ἢ πόθεν (οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι), ἀλλ᾽ ὅμως, τὸ ἥμισυ τοῦ γένους αὐτοῦ συμβαλλομένου, τοῦ ἡμίσεος μέχρι τῆς τήμερον ἡμέρας οὐκ ἠξιώκασιν, ἀλλ᾽ εἰς τοὺς νόθους ἐκεῖ συντελεῖ, καθάπερ ποτ᾽ ἐνθάδ᾽ εἰς Κυνόσαργες οἱ νόθοι: [214] ὑμεῖς δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πάσης τῆς πόλεως μεταδόντες αὐτῷ καὶ τετιμηκότες ἄλλοις, ἔτι καὶ τοῦτ᾽ αὐτῷ προσθήσετε; ὅτι τί; ποίας ἔλαβεν ναῦς ὑμῖν δι᾽ ἃς ὑπὸ τῶν ἀπολωλεκότων ἐπιβουλεύεται; ἢ ποίαν πόλιν παρέδωκεν αἰχμάλωτον λαβών; ἢ τίνας κινδύνους ὑπὲρ ὑμῶν κεκινδύνευκεν; ἢ τίνας ἐχθροὺς τοὺς αὐτοὺς ὑμῖν ᾕρηται; οὐδ᾽ ἂν εἷς εἰπεῖν ἔχοι.