Book Read Free

Delphi Complete Works of Demosthenes

Page 238

by Demosthenes


  [21] οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτ᾽ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα: ὅτι δ᾽ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατ᾽ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου. ἵνα δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μ᾽ ἐπὶ τοῦτ᾽ ἀποχωρεῖν, καὶ καθ᾽ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον. [22] λέγε δ᾽ αὐτὸ τὸ ἔγκλημα, ὅ μοι δικάζεται.”Ἔγκλημα

  ἔβλαψέ με Νικόβουλος ἐπιβουλεύσας ἐμοὶ καὶ τῇ οὐσίᾳ τῇ ἐμῇ, ἀφελέσθαι κελεύσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην τὸ ἀργύριον τοῦ ἐμοῦ οἰκέτου, ὃ ἔφερεν καταβολὴν τῇ πόλει τοῦ μετάλλου, ὃ ἐγὼ ἐπριάμην ἐνενήκοντα μνῶν, καὶ αἴτιος ἐμοὶ γενόμενος ἐγγραφῆναι τὸ διπλοῦν τῷ δημοσίῳ.”

  [23] ἐπίσχες. ταυτὶ πάντα, ἃ νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε. μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί: οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν. οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλ᾽ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος: πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτ᾽ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθ᾽ οὐδ᾽ ὁτιοῦν δήπουθεν ᾔδειν; [24] εἶτα καὶ πόση μωρία, λέγονθ᾽ ὡς ἐπεβούλευον ἀτιμῶσαι καὶ τὰ ἔσχατα πρᾶξαι, οἰκέτῃ με ταῦτα προστάξαι γεγραφέναι, ἃ οὐδὲ πολίτης πολίτην δύναιτ᾽ ἂν ποιῆσαι; τί οὖν ἐστι τοῦτο; οὐκ ἔχων οἶμαι κατ᾽ οὐδὲν διὰ τὴν ἀποδημίαν εἰς ἐμὲ τούτων ἀνενεγκεῖν τι, συκοφαντεῖν δὲ βουλόμενος, ὡς προσέταξα, ἐνέγραψεν: οὐδὲ γὰρ λόγος ἦν, εἰ μὴ τοῦτ᾽ ἐποίησε. [25] λέγε τἀκόλουθον.”Ἔγκλημα

  καὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ.”

  ἐπίσχες. πάλιν ταυτὶ πάνθ᾽ ὑπ᾽ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος. γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δ᾽ αὑτόν. ταῦτα δ᾽ οὐχ οἷόν τε τὸν μὴ παρόντα. οὔτε γὰρ καθίστην ἐγώ, ὅ γ᾽ ὢν ἐν τῷ Πόντῳ, οὔτ᾽ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι: πῶς γάρ; [26] πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθ᾽ οὕτω γράψαι; ὁ Εὔεργος τότ᾽ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρ᾽ ἐμοῦ φυλάττειν ὡς αὑτόν. εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν: τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σ᾽ ἀδικῶ; φεύγων δὲ τοῦτο τοιαῦτ᾽ ἠνάγκασται γράφειν, ἵν᾽ ᾖ πρὸς ἔμ᾽ αὐτῷ τὸ ἔγκλημα. λέγε τὰ ἐφεξῆς.”Ἔγκλημα

  κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.”

  [27] τουτὶ παντελῶς ἤδη καὶ ἀναιδές ἐστιν: οὐ γὰρ μόνον ἐκ τοῦ προκαλεῖσθαι τούτους παραδοῦναι, τοῦτον δὲ μὴ ‘θέλειν, ἀλλὰ καὶ ἐκ πάντων δῆλόν ἐστιν ψεῦδος ὄν. τίνος γὰρ εἵνεκ᾽ ἔπειθον; ἵνα νὴ Δί᾽ αὐτοὺς κτήσωμαι. ἀλλ᾽ αἱρέσεώς μοι δοθείσης ἢ ἔχειν ἢ κομίσασθαι τὰ ἐμαυτοῦ, εἱλόμην κομίσασθαι, καὶ ταῦτα μεμαρτύρηται. λέγε δὴ τὴν πρόκλησιν ὅμως.”Πρόκλησις”

  [28] ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθ᾽ οἷον εὐθέως μετὰ ταῦτ᾽ ἐγκαλεῖ. λέγε τοὐχόμενον.”Ἔγκλημα

  καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος.”

  πάλιν ταῦτα πῶς ἔνεστ᾽ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω; [29] λέγε δ᾽ αὐτοῖς τὸ ἐφεξῆς.”Ἔγκλημα

  καὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με.”

  ἐπίσχες. τουτὶ πολὺ πάνθ᾽ ὑπερβέβληκεν τἄλλα. πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ. αὗται δ᾽ εἰσὶ τίνες; ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερ᾽ ἡμεῖς, καὶ ἄλλ᾽ οὐδέν: πρατὴρ μὲν γὰρ ὁ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος. [30] μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφ᾽ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος: οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα. τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι; τί τοῦτ᾽, ὦ φαυλότατ᾽ ἀνθρώπων, ἐνέγραψας; ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφ᾽ οἷσπερ ἐωνήμεθ᾽ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν.”Μαρτυρία”

  [31] μαρτυρεῖς τοίνυν καὶ σύ: ἃ γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθ᾽ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ: καίτοι τίς ἂν καθάπαξ πρατῆρά σ᾽ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν; ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.”Μάρτυρες”

  [32] ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δ᾽ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθ᾽ ὃ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται. καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτ᾽ ἐστὶ δεινότερα. λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος.”Ἔγκλημα”

  [33] ἐνταυθὶ πόλλ
᾽ ἄττα καὶ δεινά μοι ἅμ᾽ ἐγκαλεῖ: καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα. τούτων δ᾽ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθ᾽ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλ᾽ ἡ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δ᾽ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα. οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς. λέγε δ᾽ αὐτοῖς τουτονὶ τὸν νόμον.”Νόμος”

  [34] τοῦτο τοίνυν ἐμοῦ παραγεγραμμένου πρὸς τῇ ἄλλῃ παραγραφῇ, ‘καὶ οὐκ ὄντων εἰσαγωγέων τῶν θεσμοθετῶν ὑπὲρ ὧν λαγχάνει Πανταίνετος,’ ἐξαλήλιπται καὶ οὐ πρόσεστι τῇ παραγραφῇ. τὸ δ᾽ ὅπως, ὑμεῖς σκοπεῖτε: ἐμοὶ μὲν γάρ, ἕως ἂν ἔχω τὸν νόμον αὐτὸν δεικνύναι, οὐδ᾽ ὁτιοῦν διαφέρει: οὐ γὰρ τὸ γιγνώσκειν καὶ συνιέναι τὰ δίκαι᾽ ὑμῶν ἐξαλεῖψαι δυνήσεται.

  [35] λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον: καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι, οὔτ᾽ οὖσαν εἰσαγώγιμον τὴν δίκην, χάριτός τ᾽ ὢν μᾶλλον ἄξιος ἢ τοῦ συκοφαντεῖσθαι. λέγε.”Νόμος”

  οὗτος σαφῶς ὁ νόμος διείρηκεν ὧν εἶναι δίκας προσήκει μεταλλικάς. οὐκοῦν ὁ μὲν νόμος, ἐάν τις ἐξίλλῃ τινὰ τῆς ἐργασίας, ὑπόδικον ποιεῖ: ἐγὼ δ᾽ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλ᾽ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην. [36] ναί, φησίν: ἀλλὰ κἂν ἄλλο τι ἀδικῇ τις περὶ τὰ μέταλλα, καὶ τούτων εἰσὶν δίκαι. ὀρθῶς γ᾽, ὦ Πανταίνετε: ἀλλὰ ταῦτα τί ἐστιν; ἂν τύφῃ τις, ἂν ὅπλ᾽ ἐπιφέρῃ, ἂν ἐπικατατέμνῃ τῶν μέτρων ἐντός. ταῦτ᾽ ἐστὶν τἄλλα, ὧν οὐδὲν δήπου πέπρακται πρὸς ὑμᾶς ἐμοί, πλὴν εἰ τοὺς κομιζομένους ἃ προεῖντό σοι, μεθ᾽ ὅπλων ἥκειν νομίζεις. εἰ δὲ ταῦθ᾽ ἡγεῖ, πρὸς ἅπαντας τοὺς προϊεμένους τὰ ἑαυτῶν εἰσί σοι δίκαι μεταλλικαί. [37] ἀλλ᾽ οὐ δίκαιον. φέρε γάρ, ὅστις ἂν μέταλλον παρὰ τῆς πόλεως πρίηται, τοὺς κοινοὺς παρελθὼν νόμους, καθ᾽ οὓς καὶ διδόναι καὶ λαμβάνειν πᾶσι προσήκει δίκας, ἐν ταῖς μεταλλικαῖς δικάσεται, ἐὰν δανείσηται παρά του; τί δ᾽, ἂν κακῶς ἀκούσῃ; ἂν πληγὰς λάβῃ; ἂν κλοπὴν ἐγκαλῇ; [38] ἂν προεισφορὰν μὴ κομίζηται; ἂν ὅλως ἄλλο τι; ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ τὰς μεταλλικὰς εἶναι δίκας τοῖς κοινωνοῦσι μετάλλου καὶ τοῖς ἕτερον συντρήσασιν εἰς τὰ τῶν πλησίον καὶ ὅλως τοῖς ἐργαζομένοις τὰ μέταλλα καὶ τῶν ἐν τῷ νόμῳ τι ποιοῦσιν, τῷ δὲ δανείσαντι Πανταινέτῳ, καὶ ταῦτ᾽ ἀπειληφότι γλίσχρως καὶ μόλις παρὰ τούτου, οὐκ εἶναι δίκην μεταλλικὴν πρὸς φευκτέον, οὐδ᾽ ἐγγύς.

  [39] ὡς μὲν οὖν οὔτ᾽ ἠδίκηκα τοῦτον οὐδὲν οὔτ᾽ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, ταῦτ᾽ ἄν τις σκοπῶν ῥᾳδίως γνοίη. οὐδὲν τοίνυν δίκαιον ἔχων οὐδὲ καθ᾽ ἓν λέγειν ὑπὲρ ὧν ἐγκαλεῖ, ἀλλὰ καὶ ψευδῆ γεγραφὼς εἰς τὸ ἔγκλημα καὶ περὶ ὧν ἀφῆκε δικαζόμενος, τοῦ ἐξελθόντος μηνός, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ ἔμελλον εἰσιέναι τὴν δίκην, ἤδη τῶν δικαστηρίων ἐπικεκληρωμένων, προσελθὼν καὶ περιστήσας τοὺς μεθ᾽ ἑαυτοῦ, τὸ ἐργαστήριον τῶν συνεστώτων, πρᾶγμα ποιεῖ πάνδεινον: [40] ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ᾖ ταῦτ᾽ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμον᾽ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός. λαβὼν δ᾽ ἐγγυητὰς τούτων παρ᾽ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν (ποῦ γάρ ἐστι δίκαιον, [41] ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύ᾽ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι;) ἀλλ᾽ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς (οὕτως εὐθὺς ἦν δῆλος οὐδ᾽ οἷς αὐτὸς ὡρίσατ᾽ ἐμμένων δικαίοις): [42] ἐπειδὴ δ᾽ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι (διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν: προκαλοῦμαί σε ταυτί: δέχομαι: φέρε δὴ τὸν δακτύλιον: λαβέ: τίς δ᾽ ἐγγυητής; οὑτοσί: οὐδὲν οὔτ᾽ ἀντίγραφον οὔτ᾽ ἄλλ᾽ οὐδὲν ἐποιησάμην τοιοῦτον) ἀντὶ δὲ τοῦ ταῦθ᾽ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας. [43] καὶ ἔγωγ᾽ ἐνεθυμήθην, ὦ ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον. ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτ᾽ ἀνεχόμενος. ὅτι δ᾽ οὖν ἠναγκαζόμην, παρ᾽ ἃ ἡγούμην δίκαι᾽ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν.”Πρόκλησις”

  [44] φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δ᾽ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγ᾽, ὅ τι ποτ᾽ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. ἵνα δ᾽ εἰδῆθ᾽ ὑφ᾽ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθ᾽ ὁ
κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. οὐ γὰρ ἔγωγ᾽ ἐπεδήμουν, οὐδ᾽ αὐτὸς ἐγκαλεῖ.

  [45] βούλομαι δ᾽ ὑμῖν καὶ δι᾽ ὧν τοὺς πρότερον δικαστὰς ἐξαπατήσας εἷλε τὸν Εὔεργον εἰπεῖν, ἵν᾽ εἰδῆθ᾽ ὅτι καὶ νῦν οὐδὲν οὔτ᾽ ἀναιδείας οὔτε τοῦ ψεύδεσθαι παραλείψει. πρὸς δὲ τούτοις καὶ περὶ ὧν ἐμοὶ δικάζεται νυνί, τὰς αὐτὰς οὔσας ἀπολογίας εὑρήσετε: ὅσπερ ἔλεγχος ἀκριβέστατός ἐστιν ὑπὲρ τοῦ τότ᾽ ἐκεῖνον σεσυκοφαντῆσθαι. οὗτος γὰρ ᾐτιάσατ᾽ ἐκεῖνον πρὸς ἅπασι τοῖς ἄλλοις ἐλθόντ᾽ εἰς ἀγρὸν ὡς αὑτὸν ἐπὶ τὰς ἐπικλήρους εἰσελθεῖν καὶ τὴν μητέρα τὴν αὑτοῦ, καὶ τοὺς νόμους ἧκεν ἔχων τοὺς τῶν ἐπικλήρων πρὸς τὸ δικαστήριον. [46] καὶ πρὸς μὲν τὸν ἄρχοντα, ὃν τῶν τοιούτων οἱ νόμοι κελεύουσιν ἐπιμελεῖσθαι, καὶ παρ᾽ ᾧ τῷ μὲν ἠδικηκότι κίνδυνος περὶ τοῦ τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, τῷ δ᾽ ἐπεξιόντι μετ᾽ οὐδεμιᾶς ζημίας ἡ βοήθεια, οὐδέπω καὶ τήμερον ἐξήτασται, οὐδ᾽ εἰσήγγειλεν οὔτ᾽ ἔμ᾽ οὔτε τὸν Εὔεργον ὡς ἀδικοῦντας, ἐν δὲ τῷ δικαστηρίῳ ταῦτα κατηγόρει καὶ δυοῖν ταλάντοιν εἷλε δίκην. [47] ἦν γὰρ οἶμαι κατὰ μὲν τοὺς νόμους προειδότα τὴν αἰτίαν, ἐφ᾽ ᾗ κρίνεται, ῥᾴδιον τἀληθῆ καὶ τὰ δίκαι᾽ ἐπιδείξαντ᾽ ἀποφεύγειν, ἐν δὲ μεταλλικῇ δίκῃ, περὶ ὧν οὐδ᾽ ἂν ἤλπισεν αὑτοῦ κατηγορηθήσεσθαι, χαλεπὸν παραχρῆμ᾽ ἔχειν ἀπολύσασθαι τὴν διαβολήν: ἡ δ᾽ ὀργὴ ἡ παρὰ τῶν ἐξηπατημένων ὑπὸ τούτου δικαστῶν, ἐφ᾽ ᾧ τὴν ψῆφον εἶχον πράγματι, τούτου κατεψηφίσατο. [48] καίτοι τὸν ἐκείνους ἐξηπατηκότα τοὺς δικαστάς, ἆρ᾽ ὀκνήσειν ὑμᾶς ἐξαπατᾶν οἴεσθε; ἢ πεπιστευκότ᾽ εἰσιέναι τοῖς πράγμασιν, ἀλλ᾽ οὐ τοῖς λόγοις καὶ τοῖς συνεστῶσιν μεθ᾽ αὑτοῦ μάρτυσιν, τῷ τ᾽ ἀκαθάρτῳ καὶ μιαρῷ Προκλεῖ, τῷ μεγάλῳ τούτῳ, καὶ Στρατοκλεῖ τῷ πιθανωτάτῳ πάντων ἀνθρώπων καὶ πονηροτάτῳ, καὶ τῷ μηδὲν ὑποστελλόμενον μηδ᾽ αἰσχυνόμενον κλαήσειν καὶ ὀδυρεῖσθαι; [49] καίτοι τοσούτου δεῖς ἐλέου τινὸς ἄξιος εἶναι, ὥστε μισηθείης ἂν δικαιότατ᾽ ἀνθρώπων ἐξ ὧν πεπραγμάτευσαι: ὅς γ᾽ ὀφείλων μνᾶς ἑκατὸν καὶ πέντε καὶ οὐχ οἷός τ᾽ ὢν διαλῦσαι, τοὺς ταῦτα συνευπορήσαντας καὶ γενομένους αἰτίους σοι τοῦ τὰ δίκαια ποιῆσαι τοῖς συμβαλοῦσιν ἐξ ἀρχῆς, χωρὶς ὧν περὶ αὐτὰ τὰ συμβόλαι᾽ ἠδίκεις, καὶ πρὸς ἀτιμῶσαι ζητεῖς. καὶ τοὺς μὲν ἄλλους τοὺς δανειζομένους ἴδοι τις ἂν ἐξισταμένους τῶν ὄντων: σοὶ δ᾽ ὁ συμβεβληκὼς τοῦτο πέπονθεν, καὶ δανείσας τάλαντον δύ᾽ ὤφληκεν συκοφαντηθείς. [50] ἐγὼ δὲ τετταράκοντα μνᾶς δανείσας δυοῖν ταλάντοιν ταυτηνὶ φεύγω δίκην. καὶ ἐφ᾽ οἷς δανείσασθαι μὲν οὐδεπώποτ᾽ ἐδυνήθης ἑκατὸν μνῶν πλέον, πέπρακας δὲ καθάπαξ τριῶν ταλάντων καὶ δισχιλίων, εἰς ταῦτα τέτταρ᾽ ὡς ἔοικεν ἠδίκησαι τάλαντα. ὑπὸ τοῦ ταῦτα; ὑπὸ τοῦ οἰκέτου νὴ Δία τοῦ ἐμοῦ. τίς δ᾽ ἂν οἰκέτῃ παραχωρήσειε πολίτης τῶν αὑτοῦ; ἢ τίς ἂν φήσειεν, ὧν δίκην λαχὼν ᾕρηκεν οὗτος Εὔεργον, τούτων καὶ τὸν ἐμὸν παῖδ᾽ ὑπεύθυνον εἶναι προσήκειν; [51] χωρὶς δὲ τούτων αὐτὸς αὐτὸν οὗτος ἀφῆκε τῶν τοιούτων αἰτιῶν ἁπασῶν. οὐ γὰρ νῦν ἔδει λέγειν, οὐδ᾽ εἰς τὴν πρόκλησιν γράφειν ἐν ᾗ βασανίζειν ἐξῄτει, ἀλλὰ λαχόντ᾽ ἐκείνῳ τὴν δίκην τὸν κύριον διώκειν ἐμέ. νῦν δ᾽ εἴληχεν μὲν ἐμοί, κατηγορεῖ δ᾽ ἐκείνου. ταῦτα δ᾽ οὐκ ἐῶσιν οἱ νόμοι: τίς γὰρ πώποτε τῷ δεσπότῃ λαχών, τοῦ δούλου τὰ πράγματα, ὥσπερ κυρίου, κατηγόρησεν;

 

‹ Prev