Book Read Free

Delphi Complete Works of Demosthenes

Page 239

by Demosthenes


  [52] ἐπειδὰν τοίνυν τις αὐτὸν ἔρηται ‘καὶ τί δίκαιον ἕξεις λέγειν πρὸς Νικόβουλον;’ μισοῦσι, φησίν, Ἀθηναῖοι τοὺς δανείζοντας: Νικόβουλος δ᾽ ἐπίφθονός ἐστι, καὶ ταχέως βαδίζει, καὶ μέγα φθέγγεται, καὶ βακτηρίαν φορεῖ: ταῦτα δ᾽ ἐστὶν ἅπαντα, φησίν, πρὸς ἐμοῦ. καὶ ταῦτ᾽ οὐκ αἰσχύνεται λέγων, οὐδὲ τοὺς ἀκούοντας οἴεται μανθάνειν ὅτι συκοφαντοῦντός ἐστι λογισμὸς οὗτος, οὐκ ἀδικουμένου. [53] ἐγὼ δ᾽ ἀδικεῖν μὲν οὐδένα τῶν δανειζόντων οἴομαι, μισεῖσθαι μέντοι τινὰς ἂν εἰκότως ὑφ᾽ ὑμῶν, οἳ τέχνην τὸ πρᾶγμα πεποιημένοι μήτε συγγνώμης μήτ᾽ ἄλλου μηδενός εἰσιν ἀλλ᾽ ἢ τοῦ πλείονος. διὰ γὰρ τὸ καὶ δεδανεῖσθαι πολλάκις, μὴ μόνον αὐτὸς τούτῳ δανεῖσαι, οὐδ᾽ ἐγὼ τούτους ἀγνοῶ, οὐδὲ φιλῶ, οὐ μέντοι γ᾽ ἀποστερῶ μὰ Δία, οὐδὲ συκοφαντῶ. [54] ὅστις δ᾽ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη; εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει. λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί.”Μαρτυρίαι”

  [55] τοιοῦτος, ὦ Πανταίνετε, ἐγώ, ὁ ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ὁ ἀτρέμας. ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος ἢ τῆς διαλέκτου, τἀληθῆ πάντ᾽ ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μετὰ παρρησίας. ἐγὼ γὰρ οὐχὶ λέγηθ᾽ ἐμαυτόν, οὐδ᾽ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτ᾽ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς. εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέρος; [56] ἀλλὰ τί χρὴ παθεῖν; ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν; μηδαμῶς. κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθ᾽ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθ᾽ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. τἄλλα δὲ ταῦθ᾽ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. καὶ φύσει μάχεσθαι μὲν ἔχοντ᾽ οὐκ εὔπορόν ἐστιν (οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν), γνῶναι δ᾽ ἰδόνθ᾽ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον. [57] ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε; πολλὰ καὶ δεινὰ πέπονθας; οὐκοῦν εἴληφας δίκην. οὐ παρ᾽ ἐμοῦ γε; οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπ᾽ ἐμοῦ. οὐ γὰρ ἄν ποτ᾽ ἀφῆκας, οὐδ᾽, ὅτ᾽ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρ᾽ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλ᾽ εἰργασμένον. εἶτα καὶ πῶς ἂν ὁ μὴ παρὼν μηδ᾽ ἐπιδημῶν ἐγώ τί σ᾽ ἠδίκησα; [58] εἰ τοίνυν ὡς οἷόν τε μέγιστ᾽ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντ᾽ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γ᾽ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων: καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πόλλ᾽ ἄλλα τοιαῦτα γίγνεται. ἀλλ᾽ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι. [59] καὶ τοῦθ᾽ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστ᾽ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ σαφῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτ᾽ αἰδέσηται καὶ ἀφῇ, οὐκέτ᾽ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν. οὐδέ γ᾽, ἂν ὁ παθὼν αὐτὸς ἀφῇ τοῦ φόνου, πρὶν τελευτῆσαι, τὸν δράσαντα, οὐδενὶ τῶν λοιπῶν συγγενῶν ἔξεστ᾽ ἐπεξιέναι, ἀλλ᾽ οὓς ἐκπίπτειν καὶ φεύγειν, ἂν ἁλίσκωνται, καὶ τεθνάναι προστάττουσιν οἱ νόμοι, τούτους, ἐὰν ἀφεθῶσιν ἅπαξ, ἁπάντων ἐκλύει τῶν δεινῶν τοῦτο τὸ ῥῆμα. [60] εἶθ᾽ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται; μηδαμῶς. οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρ᾽ ὑμῖν τεύξομαι, τοῦτ᾽ ἔστι δεινότατον, ἀλλ᾽ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλύσετ᾽ ἐφ᾽ ἡμῶν.

  Παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

  δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας πάλιν δικάζηται, γεγενημένων ἀμφοτέρων τούτων τῷ πατρὶ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην τοὺς εἰληχότας ἡμῖν, παρεγραψάμεθα, ὥσπερ ἠκούσατ᾽ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. [2] δεήσομαι δὲ καὶ δίκαια καὶ μέτρι᾽ ὑμῶν ἁπάντων, πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου λέγοντος, εἶτ᾽, ἐὰν ἀδικεῖσθαι δοκῶ καὶ μὴ προσήκοντος ἐγκλήματος φεύγειν δίκην, βοηθῆσαί μοι τὰ δίκαια. ὃ μὲν γὰρ ὑμεῖς ἐπὶ τῇ δίκῃ τίμημ᾽ ἀκηκόατε, τριάκοντα μναῖ εἰσιν, ὧν δὲ φεύγομεν χρημάτων, τέτταρα τάλαντα. ὄντες γὰρ δύο τέτταρας εἰλήχασι δίκας ἡμῖν, τῶν αὐτῶν χρημάτων πάσας, τρισχιλίων ἑκάστην, βλάβης: καὶ νυνὶ πρὸς τριάκοντα μνῶν ἐπίγραμμα, ὑπὲρ τοσούτων χρημάτων εἰς ἀγῶνα καθέσταμεν. [3] τὴν μὲν οὖν συκοφαντίαν τὴν τούτων, καὶ μεθ᾽ ὅσης ἐπιβουλῆς ἐληλύθασιν ἐφ᾽ ἡμᾶς, ἐξ αὐτῶν τῶν πεπραγμένων εἴσεσθε. ἀναγνώσεται δὲ πρῶτον ὑμῖν τὰς μαρτυρίας, ὡς ἀφεῖσαν τὸν πατέρ᾽ ἡμῶν ὧν ἐνεκάλεσαν εἰς τὴν ἐπιτροπήν: κατὰ γὰρ τοῦτο καὶ παρεγραψάμεθα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. καί μοι λέγε ταυτασὶ τὰς μαρτυρίας.”Μαρτυρίαι”

  [4] ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ δίκας ἔλαχον τῆς ἐπιτροπῆ�
� καὶ ἀφεῖσαν ταύτας καὶ τὰ συγχωρηθέντα χρήματ᾽ ἔχουσιν, ἀκούετε τῶν μαρτυριῶν. ὅτι δ᾽ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων αὖθις δικάζεσθαι, νομίζω μὲν ἅπαντας ὑμᾶς εἰδέναι, κἂν μηδὲν εἴπω περὶ αὐτῶν ἐγώ, βούλομαι δ᾽ ὅμως καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνῶναι. λέγε τὸν νόμον.”Νόμος”

  [5] ἀκούετ᾽, ὦ ἄνδρες δικασταί, τοῦ νόμου σαφῶς λέγοντος ἕκαστα, ὧν μὴ εἶναι δίκας: ὧν ἕν ἐστιν, ὁμοίως τοῖς ἄλλοις κύριον, περὶ ὧν ἄν τις ἀφῇ καὶ ἀπαλλάξῃ, μὴ δικάζεσθαι. οὕτω τοίνυν καὶ μετὰ πολλῶν μαρτύρων τῆς ἀφέσεως γεγονυίας, καὶ φανερῶς ἀπολύοντος ἡμᾶς τοῦ νόμου, εἰς τοῦτ᾽ ἐληλύθασιν ἀναισχυντίας οὗτοι καὶ τόλμης, [6] ὥστε τεττάρων μὲν καὶ δέκ᾽ ἐτῶν γεγενημένων ἀφ᾽ οὗ τὸν πατέρ᾽ ἡμῶν ἀφεῖσαν, εἴκοσι δὲ καὶ δυοῖν ἀφ᾽ οὗ τυγχάνουσιν ἐγγεγραμμένοι, τετελευτηκότος δὲ καὶ τοῦ πατρὸς τοῦ ἡμετέρου, πρὸς ὃν αὐτοῖς ἐγένονθ᾽ αἱ διαλλαγαί, καὶ τῶν ἐπιτρόπων, οἳ μετὰ τὸν ἐκείνου θάνατον τῶν ἡμετέρων ἐγένοντο κύριοι, καὶ τῆς ἑαυτῶν μητρός, ἥτις ἅπαντα ταῦτ᾽ ᾔδει, καὶ διαιτητῶν καὶ μαρτύρων καὶ πάντων τῶν πλείστων ὡς εἰπεῖν, τὴν ἡμετέραν ἀπειρίαν καὶ τὴν ἐξ ἀνάγκης ἄγνοιαν τῶν πεπραγμένων ἕρμαιον νομίσαντες ἑαυτῶν, τὰς δίκας ἡμῖν ἔλαχον ταυτασί, καὶ λόγον οὔτε δίκαιον οὔτ᾽ ἐπιεικῆ τολμῶσι λέγειν. [7] φασὶ γὰρ οὐκ ἀποδόσθαι τὰ πατρῷ᾽ ὧν ἐκομίζοντο χρημάτων, οὐδ᾽ ἀποστῆναι τῶν ὄντων, ἀλλ᾽ ὅσ᾽ αὐτοῖς κατελείφθη χρέα καὶ σκεύη καὶ ὅλως χρήματα, ταῦθ᾽ ἑαυτῶν γίγνεσθαι. ἐγὼ δ᾽ οἶδ᾽ ἀκούων ὅτι τὴν οὐσίαν Ξενοπείθης καὶ Ναυσικράτης ἅπασαν χρέα κατέλιπον, καὶ φανερὰν ἐκέκτηντο μικράν τινα: εἰσπραχθέντων δὲ τῶν χρεῶν καί τινων σκευῶν πραθέντων, ἔτι δ᾽ ἀνδραπόδων, καὶ τὰ χωρία καὶ τὰς συνοικίας ἐπρίανθ᾽ οἱ ἐπίτροποι, ἃ παρέλαβον οὗτοι. [8] εἰ μὲν οὖν μηδὲν ἠμφεσβητήθη περὶ τούτων πρότερον, μηδ᾽ ὡς οὐ καλῶς διῳκημένων εἰς δίκην ἦλθεν, ἄλλος ἂν ἦν λόγος: ἐπειδὴ δ᾽ ὅλην τὴν ἐπιτροπὴν ἐγκαλέσαντες οὗτοι καὶ δίκας λαχόντες χρήματ᾽ ἐπράξαντο, πάντα ταῦτ᾽ ἀφεῖται τότε. οὔτε γὰρ οὗτοι τοὐνόματος δήπου τοῦ τῆς ἐπιτροπῆς τὰς δίκας ἐδίωκον, ἀλλὰ τῶν χρημάτων, οὔτ᾽ ἐκεῖνοι τοὔνομα τοῦτ᾽ ἐωνοῦνθ᾽ ὧν ἀπέτεισαν χρημάτων, ἀλλὰ τὰ ἐγκλήματα.

  [9] ὅτι μὲν οὖν ὧν πρὸ τῶν ἀπαλλαγῶν εἰσέπραξεν χρεῶν ὁ πατὴρ ἢ ὅλως ἔλαβεν χρημάτων ἐκ τῆς ἐπιτροπῆς, οὐδενός εἰσιν δίκαι τούτοις καθ᾽ ἡμῶν ἀπηλλαγμένοις, ἐξ αὐτῶν τῶν νόμων καὶ τῆς ἀφέσεως ἱκανῶς πάντας ἡγοῦμαι ὑμᾶς μεμαθηκέναι. ὅτι δ᾽ ὕστερον οὐκ ἔνι τὴν κομιδὴν γεγενῆσθαι τούτων τῶν χρημάτων (τοῦτο γὰρ πλάττουσιν οὗτοι καὶ παράγουσιν), τοῦτο βούλομαι δεῖξαι. [10] τὸν μὲν γὰρ πατέρ᾽ οὐδ᾽ ἂν αἰτιάσαιντο λαβεῖν (τέτταρσι γὰρ ἢ τρισὶ μησὶν ὕστερον ἢ διελύσατο πρὸς τούτους ἐτελεύτησεν). ὡς δ᾽ οὐδὲ Δημάρετον τὸν καταλειφθένθ᾽ ἡμῶν ἐπίτροπον λαβεῖν οἷόν τε (καὶ γὰρ τοῦτον ἔγραψαν εἰς τὸ ἔγκλημα), καὶ τοῦτ᾽ ἐπιδείξω. [11] μέγιστοι μὲν οὖν ἡμῖν εἰσιν οὗτοι μάρτυρες (οὐδαμοῦ γὰρ φανήσονται δίκην εἰληχότες ζῶντι τῷ Δημαρέτῳ): οὐ μὴν ἀλλὰ καὶ τὸ πρᾶγμ᾽ ἄν τις αὐτὸ σκοπῶν καὶ θεωρῶν ἴδοι οὐ μόνον οὐχὶ λαβόντα, ἀλλ᾽ οὐδ᾽ ἐνὸν αὐτῷ λαβεῖν. ἦν μὲν γὰρ τὸ χρέως ἐν Βοσπόρῳ, ἀφίκετο δ᾽ οὐδεπώποτ᾽ εἰς τὸν τόπον τοῦτον ὁ Δημάρετος: πῶς οὖν εἰσέπραξεν; ἔπεμψεν νὴ Δί᾽, εἴποι τις ἄν, τὸν κομιούμενον. [12] σκοπεῖτε δὴ τοῦθ᾽ οὑτωσί. ὤφειλεν Ἑρμῶναξ στατῆρας ἑκατὸν παρὰ Ναυσικράτους λαβὼν τούτοις. τούτων Ἀρίσταιχμος ἐπίτροπος καὶ κηδεμὼν ἐγένεθ᾽ ἑκκαίδεκ᾽ ἔτη. οὐκοῦν ἅ γε τούτων ἀνδρῶν γεγονότων δι᾽ ἑαυτοῦ διέλυε χρήμαθ᾽ ὁ Ἑρμῶναξ, οὐκ ἀπέδωκεν ὅτ᾽ ἦσαν παῖδες: οὐ γὰρ δίς γε ταὐτὰ κατετίθει. ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἄτοπος, ὥσθ᾽ ἃ τοὺς κυρίους διεκρούσατο μὴ καταθεῖναι τοσοῦτον χρόνον, ταῦτα τῷ μὴ κυρίῳ πέμψαντι γράμμαθ᾽ ἑκὼν ἀποδοῦναι; ἐγὼ μὲν οὐκ οἶμαι. [13] ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δ᾽ οὐδεπώποθ᾽ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδ᾽ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδ᾽ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας.”Μαρτυρίαι”

 

‹ Prev